Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Ὅτι ὁ Οὐεσπασιανὸς αὐτοκράτωρ καὶ παρὰ τῆς βουλῆς ἀνερρήθη , καὶ ὅτι ὁ Μουκιανὸς διοικῶν ἦν τὰ πράγματα. ὅσα ὁ Οὐεσπασιανὸς ἐν Ἀλεξανδρείᾳ καὶ ἀλλαχοῦ ἐποίησεν. ὅσα ἐν τῇ Ῥώμῃ γε- [*](1) ὅτι ἡ — κοινῶν] addit 2) ἀνάρρησις — Καίσαρος] addit 3) οὐεσπεσιανὸς et mox Οὐεσπεσιανοῦ et sic porro.)

333
νόμενος ἐποίει. ὅτι ἐθριάμβευσαν ἐπὶ τῇ ἁλώσει τῆς Ἱερουσαλὴμ Οὐεσπασιανὸς καὶ οἱ παῖδες αὐτοῦ. τελευτὴ Οὐεσπασιανοῦ. οἶος ἦν ὁ Τίτος. 1)

Περὶ τοῦ Ψευδονέρωνος. περὶ τοῦ Βεσβίου ὄρους καὶ τοῦ ἐξ αὐτοῦ ἀναδιδομένου πυρὸς καὶ τῶν ἐν αὐτῷ γενομένων ἐπὶ Τίτου. οἵους ἀγῶνας ὁ Τίτος ἐποίησεν. περὶ ἀρχιερέων τῆς Ῥώμης. τελευτὴ Τίτου.

Οἷος ἦν ὁ Δομετιανός. ὅτι καὶ θεὸς ἤθελε νομίζεσθαι. ὅτι ἀναριθμήτους ἐκόλασεν. ὅτι ἐμισήθη παρὰ πάντων ὁ Δομετιανὸς καὶ ἐπεβουλεύθη. περὶ τῶν προειπόντων τὸν ὄλεθρον αὐτοῦ. ἀναίρεσις Δομετιανοῦ. ὅτι Ἀπολλώνιος ὁ Τυανεὺς ἐν Ἐφέσω ὢν ἔγνω τὴν τοῦ Δομετιανοῦ σφαγήν. περὶ ἀρχιερέων. ὅτι καὶ ὁ Δομετιανὸς διωγμὸν ἐκίνησε κατὰ χριστιανῶν καὶ τὸν θεόλογον Ἰωάννην περιώρισεν ἐν Πάτμῳ. περὶ τῶν ἐκ γένους Δαβὶδ τοῦ κυρίου συγγενῶν.

ὅτι ἐπανῆλθεν ὁ θεόλογος ἀπὸ τῆς ὑπερορίας. περὶ πατριαρχῶν. ὅτι τὸν Τραιανὸν υἱοθετήσατο καὶ Καίσαρα ἀνεῖπεν ὁ Νερούας.