Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

Ὅτι ἀπέκτεινε τὸν ἔγγονον τοῦ Αὐγούστου 1) Ἀγρίππαν. ὅτι οἶ ἐν τῇ Γερμανίᾳ στρατιῶται τὸν Γερμανικὸν ὠνόμασαν αὐτοκράτορα, ὁ δὲ λαβεῖν τὴν ἀρχὴν οὐκ ἠθέλησεν. οἷος ἦν ὁ Τιβέριος μέχρις ὁ Γερμανικὸς περιῆν.

Περὶ Κλήμεντος τοῦ δούλου τοῦ Ἀγρίππου. τελευτὴ τοῦ Γερμανικοῦ καὶ οἷος ἦν. ὅτι τοῦ Γερμανικοῦ τελευτήσαντος ὁ Τιβέριος ἐπὶ τὸ χεῖρον ἠλλοίωτο. ὅπως ὁ Δροῦσος ἀπώλετο. τελευτὴ τῆς Λιβίας. καὶ ὅπως ὁ Τιβέριος πρὸς αὐτὴν διετέθη καὶ ὅτι ἡ βουλὴ αὐτὴν ἐτίμησε καὶ οἴα ἦν ἐκείνη. περὶ Σειανοῦ 2) καὶ ὅπως ἀπώλετο.

ὅτι καὶ ἀσελγὴς ἦν ὁ Τιβέριος. τελευτὴ Τιβερίου 3) Καίσαρος. ὅπως διέκειτο περὶ τοὺς χριστιανοὺς ὁ Τιβέριος.

ὅσα καὶ ὅπως ἀνήλισκεν ὁ Γάιος. ὅτι καὶ ἀσελγέστατος ὁ Γάιος ἦν. ὅτι καὶ ἄστατον ἦθος εἶχεν. ὅτι ἐθέου ἑαυτόν.

Περὶ Κλαυδίου τοῦ ὕστερον βασιλεύσαντος. ὅτι καί τινα καλὰ ὁ Γάιος ἔπραξεν. ὅπως συνέλεγεν ὁ Γάιος χρήματα. ὅτι καὶ ῥήτωρ δοκεῖν εἶναι ἤθελε δεινότατος ὁ Γάιος.

[*](1) τὸν ante Ἀγρ. om. 2) Σειανοῦ] σιανοῦ 3) τι ἐρίου pro τοῦ Τιβερίου.)
331

Ὅτι καὶ φόνους πολλοὺς ἀκρίτως ἐποίει. περὶ ἐπιβουλῆς κατὰ Γαΐου γενομένης. περὶ Πρωτογένους καὶ τῶν αὐτοῦ βίβλων.

Οἴαν ἐμάνη μανίαν ὁ Γάιος. περὶ τῆς τοῦ Γαλάτου ἐλευθερίας καὶ παρρησίας. ὅτι αὐτὸν ὁ Λούκιος εὐφυῶς παρελογίσατο. ὅτι ἀπῄτει ὁ Γάιος ναοὺς αὐτῷ ἀνεγείρεσθαι ὡς θεῷ καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν οἰκεῖον ὠνόμαζε. περὶ τοῦ Πιλάτου. ἐπιβουλὴ κατὰ Γαΐου. ἀναίρεσις Γαίου. ὅρα ζῆλον καὶ παρρησίαν ἀνδρός.

Οἷος ἦν τὰ ἤθη ὁ Κλαύδιος. ὅτι τοὺς ἀπρκτονότας τὸν Γάιον ἐκόλασε, καὶ ἃ δεόντως ἐποίησεν. ὅτι οὐδὲ φιλοχρήματος ὁ Κλαύδιος ἦν. ὅτι ἀφθονίαν σίτου προμηθούμενος τοῖς Ῥωμαίοις λιμένας ἐποίει ὁ Κλαύδιος. ὅτι μετριόφρων ἦν.

Ὅτι φονικὸς ἐγένετο. ἐπιβουλὴ κατὰ Κλαυδίου. εὔστοχος ἀπόκρισις, καθαπτομένη τοῦ ἐρωτήσαντος. Ἀρρείας 1) γυναικὸς καὶ ἔργον καὶ λόγος. οἷα ἐποίουν οἱ τοῦ Κλαυδίου ἀπελεύθεροι καὶ ἡ γυνή. στρατεία Κλαυδίου κατὰ Βρεττανῶν καὶ νίκη. περὶ τῆς ἀκολασίας τῆς Μεσσαλίνης.

Ὃ καὶ νῦν ὁ λογοθέτης τοῦ δρόμου περιζώννυται. 2) καὶ αὖθις περὶ τῆς ἀκολασίας τῆς Μεσσαλίνης καὶ ὅπως ἐφθάρη. ὅτι τὴν 3) Ἀγριππῖναν ὁ Κλαύδ.ιος ἔγημεν ἀδελφιδῆν αὐτοῦ οὖσαν ψηφίσματος παρὰ τῆς βουλῆς γενομένου ἐξεῖναι ἀδελφιδᾶς 4) καὶ Ῥωμαίοις γαμεῖν. οἵα ἦν ἡ Ἀγριππῖνα. ὅτι Αὐγούστων τὴν Ἀγριππῖναν ὁ Κλαύδιος ὠνόμασε καὶ τὸν υἱὸν αὐτῆς εἰσεποιήσατο.

[*](1) Ἀρρείας] ἀνδρείας, etsi in textu est ἀείς 2) Haec pertinent ad ἐγχειρίδιον in textu 3) τὴν] addit 4) ἀδελφιδῆν] δὴν et δάς.)
332