Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
ὅτι μετὰ τὴν ἧτταν τοῦ Ἀντωνίου μόναρχος ὁ Καῖσαρ ἐλογίζετο. περὶ Νικοπόλεως καὶ περὶ τοῦ φάσματος ὃ πρὸ τῆς ναυμαχίας ἐφάνη τῷ Καίσαρι. ὅτι ἡ Κλεοπάτρα εἰς Αἴγυπτον γενομένη παρεσκευάζετο εἰς πόλεμον σὺν τῷ Ἀντωνίῳ. ὅσα ὁ Καῖσαρ τῇ Κλεοπάτρᾳ ἐμήνυσε. μάχη τῶν τοῦ Καίσαρος καὶ τοῦ Ἀντωνίου. ὅτι ἑαυτὸν ἀπέκτεινεν ὁ Ἀντώνιος καὶ ὅσα ἡ Κλεοπάτρα ἐποίησεν ἐκείνου θανόντος.
Ὅπως ἐζωγρήθη ἡ Κλεοπάτρα. ὅτι ἀπῆλθε πρὸς τὴν Κλεοπάτραν ὁ Καῖσαρ καὶ ὅτι ἠπάτησεν αὐτὸν ἐκείνη ὡς φιλοψυχοῦσα καὶ ὅπως ἀπέθανεν ἀσπίδος, ὡς εἰκάσθη, δήγματι ἢ ἄλλῳ τινὶ φαρμάκῳ. [*](1) ὅτι πολλὰ — πάντας] addit 2) τοῦ pro τῶν, ut 30.)
ὅσα τότε οἱ Ῥωμαῖοι ἐνίκησαν ἔθνη. ὅτι ἔκτοτε μοναρχεῖσθαι ἤρξαντο οἶ Ῥωμαῖοι. ὅσα τοῖς ἐν τῇ Ῥώμῃ ὁ Καῖσαρ ἐποίησεν. ὅτι ἐσκήπτετο ὁ Καῖσαρ παραιτεῖσθαι τὴν μοναρχίαν. οἶ δὲ τῆς βουλῆς τὴν σκῆψιν γινώσκοντες ἐβίαζον δῆθεν αὐτὸν μοναρχεῖν. ὅτι ἐπὶ δέκα ἔτη τὴν ἀρχὴν ἔλεγε καταδέχεσθαι ὁ Καῖσαρ. καὶ παρελθούσης δ’ αὐτῆς αὖθις ἦρχεν εἰς τὸ ἑξῆς. τί δηλοῖ τὸ Αὔγουστος. ὅθεν ἡ κατοικία τῶν αὐτοκρατόρων ὠνομάσθη Παλάτιον.
ὅπως ἦρχεν ὁ Καῖσαρ. ὅτι ἐνόσησεν ὁ Αὔ- γουστος καὶ ὅπως ἀνερρώσθη. ὅτι δικτάτωρ ὁ Καῖσαρ ψηφισθεὶς τὴν κλῆσιν παρῃτήσατο.
ὅτι τὸν Ἀγρίππαν ὁ Καῖσαρ τῇ ἰδίᾳ θυγατρὶ τῇ Ἰουλίᾳ συνῴκισιν. ὅσα ὁ Καῖσαρ ὁ Αὔγουστος ἐποίησε διαφόροις ἔθνεσι. περὶ νόμων. 1) θάνατος Ἀγρίππα. οἶος ἦν ὁ Ἀγρίππας. ὅπως ὁ Καῖσαρ ᾠκειώσατο τὸν Τιβέριον. περὶ φάσματος. τελευτὴ τοῦ Δρούσου. 2) 2).
Περὶ τῶν ἐγγόνων τοῦ Καίσαρος.
Ὅπως οἶ τοῦ Καίσαρος ἐτελεύτησαν ἔγγονοι. ὁπόσαι 3) δραχμαὶ ποιοῦσι νόμισμα. ὅτι υἱοθετήσατο τὸν Τιβέριον ὁ Καῖσαρ καὶ τὸν Γερμανικόν. ὅσα ἡ Λιβία περὶ τῶν ἐπιβουλευσάντων τῷ Αὐγούστῳ συνεβούλευσεν.
Ὅτι ὁ Τιβέριος κατὰ τῶν Παννονικῶν ἐστάλη ἐθνῶν. ὅτι ἐνίκησαν οἱ Ῥωμαῖοι καὶ τοὺς Παννο [*](1) περὶ νόμων] addit 2) τελευτὴ τοῦ Δρούσου] addit) [*](3) ὁπόσαι] αἱπόσαι sic.)
Περὶ τοῦ τέλους τοῦ Αὐγούστου Καίσαρος. ὅτι ἀρχαῖόν ἐστι τὸ τὰς σφραγῖδας τῶν διαθηκῶν τοὺς σφραγίσαντας ἐπισκέπτεσθαι. οἷος ἦν ὁ Αὔγουστος Καῖσαρ. περὶ Ἀθηνοδώρου ἀνδρὸς σοφοῦ.
Πότε ἐτέχθη ἐνανθρωπήσας ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστός.