Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Ὅπως οἶ τοῦ Καίσαρος ἐτελεύτησαν ἔγγονοι. ὁπόσαι 3) δραχμαὶ ποιοῦσι νόμισμα. ὅτι υἱοθετήσατο τὸν Τιβέριον ὁ Καῖσαρ καὶ τὸν Γερμανικόν. ὅσα ἡ Λιβία περὶ τῶν ἐπιβουλευσάντων τῷ Αὐγούστῳ συνεβούλευσεν.
Ὅτι ὁ Τιβέριος κατὰ τῶν Παννονικῶν ἐστάλη ἐθνῶν. ὅτι ἐνίκησαν οἱ Ῥωμαῖοι καὶ τοὺς Παννο [*](1) περὶ νόμων] addit 2) τελευτὴ τοῦ Δρούσου] addit) [*](3) ὁπόσαι] αἱπόσαι sic.)
Περὶ τοῦ τέλους τοῦ Αὐγούστου Καίσαρος. ὅτι ἀρχαῖόν ἐστι τὸ τὰς σφραγῖδας τῶν διαθηκῶν τοὺς σφραγίσαντας ἐπισκέπτεσθαι. οἷος ἦν ὁ Αὔγουστος Καῖσαρ. περὶ Ἀθηνοδώρου ἀνδρὸς σοφοῦ.
Πότε ἐτέχθη ἐνανθρωπήσας ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστός.
Ὅτι ἀπέκτεινε τὸν ἔγγονον τοῦ Αὐγούστου 1) Ἀγρίππαν. ὅτι οἶ ἐν τῇ Γερμανίᾳ στρατιῶται τὸν Γερμανικὸν ὠνόμασαν αὐτοκράτορα, ὁ δὲ λαβεῖν τὴν ἀρχὴν οὐκ ἠθέλησεν. οἷος ἦν ὁ Τιβέριος μέχρις ὁ Γερμανικὸς περιῆν.
Περὶ Κλήμεντος τοῦ δούλου τοῦ Ἀγρίππου. τελευτὴ τοῦ Γερμανικοῦ καὶ οἷος ἦν. ὅτι τοῦ Γερμανικοῦ τελευτήσαντος ὁ Τιβέριος ἐπὶ τὸ χεῖρον ἠλλοίωτο. ὅπως ὁ Δροῦσος ἀπώλετο. τελευτὴ τῆς Λιβίας. καὶ ὅπως ὁ Τιβέριος πρὸς αὐτὴν διετέθη καὶ ὅτι ἡ βουλὴ αὐτὴν ἐτίμησε καὶ οἴα ἦν ἐκείνη. περὶ Σειανοῦ 2) καὶ ὅπως ἀπώλετο.
ὅτι καὶ ἀσελγὴς ἦν ὁ Τιβέριος. τελευτὴ Τιβερίου 3) Καίσαρος. ὅπως διέκειτο περὶ τοὺς χριστιανοὺς ὁ Τιβέριος.
ὅσα καὶ ὅπως ἀνήλισκεν ὁ Γάιος. ὅτι καὶ ἀσελγέστατος ὁ Γάιος ἦν. ὅτι καὶ ἄστατον ἦθος εἶχεν. ὅτι ἐθέου ἑαυτόν.
Περὶ Κλαυδίου τοῦ ὕστερον βασιλεύσαντος. ὅτι καί τινα καλὰ ὁ Γάιος ἔπραξεν. ὅπως συνέλεγεν ὁ Γάιος χρήματα. ὅτι καὶ ῥήτωρ δοκεῖν εἶναι ἤθελε δεινότατος ὁ Γάιος.
[*](1) τὸν ante Ἀγρ. om. 2) Σειανοῦ] σιανοῦ 3) τι ἐρίου pro τοῦ Τιβερίου.)