Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Νίκη κατὰ Παρθῶν. περὶ Ὀρώδου καὶ ὅπως ἀνῄρητο. περὶ Παρθῶν καὶ Μηδῶν καὶ τοῦ Ἀντωνίου πολεμοῦντος αὐτοῖς. οἷον ἦν τὸ τῆς χελώνης πάλαι σύνταγμα καὶ ὅτε τούτῳ Ῥωμαῖοι ἐκέχρηντο.
Περὶ τοῦ ἔθνους τῶν Παννονίων οἷοί εἰσι καὶ ὅπου οἰκοῦσιν. ὅτι δόλῳ συνέσχε τὸν Ἀρμένιον ὁ Ἀντώνιος. ὅτι καὶ τὸν Ἀρμένιον καὶ τοὺ ’ς αὐτοῦ τῇ Κλεοπάτρᾳ ὁ Ἀντώνιος ἐχαρίσατο καὶ ὅτι ἀταπείνωτοι πρὸς αὐτὴν ἐκεῖνοι ἔμειναν. ὅτι τὴν μὲν δημοκρατίαν οἱ Ῥωμαῖοι ἀπώλεσαν, οὔπω δὲ ἐς φαἐστασίασαν [*](1) pro ἐστασίασε et mox ἔγγυον.)
Περὶ τοῦ καλουμένου Γλυκέος λιμένος. συνέλευσις Ἀντωνίου καὶ Καίσαρος. ναυμαχία καὶ νίκη τῶν τοῦ Καίσαρος. ὅτι ἡ Κλεοπάτρα ἀπᾶραι εἰς Αἴγυπτον συνεβούλευσε τῷ Ἀντωνίῳ. ωαυμαχία τῶν τοῦ Καίσαρος καὶ τοῦ 2) Ἀντωνίου καὶ τῆς Κλεοπάτρας ἔκπλους καὶ Ἀντωνίου αὐτῇ ἀκολού- θησις. ἧττα παντελὴς τοῦ ναυτικοῦ Ἀντωνίου.
ὅτι μετὰ τὴν ἧτταν τοῦ Ἀντωνίου μόναρχος ὁ Καῖσαρ ἐλογίζετο. περὶ Νικοπόλεως καὶ περὶ τοῦ φάσματος ὃ πρὸ τῆς ναυμαχίας ἐφάνη τῷ Καίσαρι. ὅτι ἡ Κλεοπάτρα εἰς Αἴγυπτον γενομένη παρεσκευάζετο εἰς πόλεμον σὺν τῷ Ἀντωνίῳ. ὅσα ὁ Καῖσαρ τῇ Κλεοπάτρᾳ ἐμήνυσε. μάχη τῶν τοῦ Καίσαρος καὶ τοῦ Ἀντωνίου. ὅτι ἑαυτὸν ἀπέκτεινεν ὁ Ἀντώνιος καὶ ὅσα ἡ Κλεοπάτρα ἐποίησεν ἐκείνου θανόντος.
Ὅπως ἐζωγρήθη ἡ Κλεοπάτρα. ὅτι ἀπῆλθε πρὸς τὴν Κλεοπάτραν ὁ Καῖσαρ καὶ ὅτι ἠπάτησεν αὐτὸν ἐκείνη ὡς φιλοψυχοῦσα καὶ ὅπως ἀπέθανεν ἀσπίδος, ὡς εἰκάσθη, δήγματι ἢ ἄλλῳ τινὶ φαρμάκῳ. [*](1) ὅτι πολλὰ — πάντας] addit 2) τοῦ pro τῶν, ut 30.)
ὅσα τότε οἱ Ῥωμαῖοι ἐνίκησαν ἔθνη. ὅτι ἔκτοτε μοναρχεῖσθαι ἤρξαντο οἶ Ῥωμαῖοι. ὅσα τοῖς ἐν τῇ Ῥώμῃ ὁ Καῖσαρ ἐποίησεν. ὅτι ἐσκήπτετο ὁ Καῖσαρ παραιτεῖσθαι τὴν μοναρχίαν. οἶ δὲ τῆς βουλῆς τὴν σκῆψιν γινώσκοντες ἐβίαζον δῆθεν αὐτὸν μοναρχεῖν. ὅτι ἐπὶ δέκα ἔτη τὴν ἀρχὴν ἔλεγε καταδέχεσθαι ὁ Καῖσαρ. καὶ παρελθούσης δ’ αὐτῆς αὖθις ἦρχεν εἰς τὸ ἑξῆς. τί δηλοῖ τὸ Αὔγουστος. ὅθεν ἡ κατοικία τῶν αὐτοκρατόρων ὠνομάσθη Παλάτιον.
ὅπως ἦρχεν ὁ Καῖσαρ. ὅτι ἐνόσησεν ὁ Αὔ- γουστος καὶ ὅπως ἀνερρώσθη. ὅτι δικτάτωρ ὁ Καῖσαρ ψηφισθεὶς τὴν κλῆσιν παρῃτήσατο.
ὅτι τὸν Ἀγρίππαν ὁ Καῖσαρ τῇ ἰδίᾳ θυγατρὶ τῇ Ἰουλίᾳ συνῴκισιν. ὅσα ὁ Καῖσαρ ὁ Αὔγουστος ἐποίησε διαφόροις ἔθνεσι. περὶ νόμων. 1) θάνατος Ἀγρίππα. οἶος ἦν ὁ Ἀγρίππας. ὅπως ὁ Καῖσαρ ᾠκειώσατο τὸν Τιβέριον. περὶ φάσματος. τελευτὴ τοῦ Δρούσου. 2) 2).
Περὶ τῶν ἐγγόνων τοῦ Καίσαρος.