Argumenta
Joannes Zonaras
Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.
Πόσος ἦν ὁ διώκων τοὺς Ἰουδαίους λαὸς τῶν Αἰγυπτίων. ὅπως διεῖλεν εἰς δύο τὴν θάλασσαν μέρη καὶ διεβίβασε τὸν λαόν. ὅτι ὕμνησεν ᾠδὴν Μώσης, καὶ τοῖς ὅπλοις Αἰγυπτίων ἐχρήσαντο Ἰουδαῖοι. ὅτι Μὰρ 3) καὶ Μαιρρὰν ὁ τὸ ὕδωρ τὸ πικρὸν ’ν ἔχων τόπος ἐκλήθη. ὅπως διὰ ξύλου ἐγλυκάνθη τὸ ὕδωρ 4). ὅπως τὸ τοιοῦτον θαῦμα Ἰώσηπος ἑρμηνεύει. περὶ τῶν ὀρτύγων καὶ τοῦ μάννα. ὅτι τὸ μὰν ἐπερώτησιν δηλοῖ. ὅτι ὁ ἀσσάρων 5) μέτρον ἐστιν. ὅπως ἡ πέτρα παρὰ Μώσεως ὕδωρ ἔβλυσεν. ὅπως ὁ Μώσης κατετροποῦτο τῇ [*](1) ἡ — Αἰθιοπίας in fine paginae post σωζόμενοι 2) ὁρᾷ] κατὰ 3) Μὰρ] μὰν 4) καὶ post ὕδωρ om. 5) ἀσσάρων pro ἀσσάριον.)
ὅτι μετὰ τρίμηνον ἐξ Αἰγύπτου ἐπὶ τὸ Σινᾶ ὅρος παρῆσαν Ἰουδαῖοι. συμβουλὴ τοῦ πενθεροῦ Μώσεως 1) ὅπως χρὴ δημαγωγεῖσθαι τὸν λαόν. κατὰ τὸ ὄρος Σινᾶ ἔλαβε Μώσης τὰς ἐντολάς. ὅτι χρονίζοντος εἰς τὸ ὅρος ὁ λαὸς ἐγόγγυξε, καὶ τί ἐποίησεν Ἀαρών. πῶς ὁ Μώσης συνέτριψε τὰς πλάκας, ὀργισθεὶς διὰ τὴν μοσχοποιίαν καὶ συντρίψας τὸν μόσχον. ἐπότισε τὸν λαὸν ἐκ τοῦ χοὸς καὶ ἀπέκτεινε 2) πολλούς. καὶ 3) ἀνέβη Μώσης εἰς τὸ ὄρος, λέγων ‘‘κύριε, ἡμάρτηκεν ὁ λαός.’’ καὶ λαβὼν δύο πλάκας αὖθις ὑπέστρεψε πρὸς τὸν λαόν. περὶ τῆς κατ’ ἐπιταγὴν γεγενημένης σκηνῆς καὶ τῆς εἰς αὐτὴν προσαγωγῆς τοῦ λαοῦ ὧν εἶχον.