Argumenta

Joannes Zonaras

Joannes Zonaras. Ioannis Zonarae Epitome Historiarum, Volume 4. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1871.

ὅτι ἐκάκουν οἱ Αἰγύπτιοι τοὺς Ἰσραηλίτας. περὶ τῆς γεννήσεως Μωυσέως. 4) ὅτι περικαλλὴς ἦν τὴν ἰδέαν Μωυσῆς, καὶ ὅτι οὐ 5) προσίετο θηλὴν Αἰγυπτίαν. ὅτι ἤγαγον τὴν Θέρμουθιν τὴν τροφὸν Μώσεως καὶ παρέλαβον θηλάζειν αὐτόν.6) ἐπωνυμία τοῦ ὀνόματος Μωυσέως. ὅτι 7) ἕβδομος ἦν ἐξ Ἀβραάμ. ὅπως ἐπιτίθησι τὸ διάδημα Φαραὼ τῷ Μωσεῖ. οἷος ἦν τὴν ἡλικίαν καὶ τὴν ἀρετὴν ὁ Μωσῆς καὶ ὅπως κατ’ Αἰθιόπων ἐκστρατεύει. ὅτι προμάχοις ταῖς ἴβεσι κατὰ τῶν ἰοβόλων ἐχρήσατο. ἡ [*](1) Πετεφρὴς] πετεφρῆς 2) τοῦ pro τὸν 3) τοῦ] τῶ) [*](4) Μουσέως] hic et continuo μῶσ’—, sed hic per o in ultima 5) ὅτι οὐ pro ὅτι 6) ὅτι—αὐτόν] addit καὶ ante ὅτι οm.)

264
Σαβᾶν πόλις Αἰθιοπίας. 1) ὅτι Μώσης ἔλαβε γυναῖκα τοῦ Αἰθιόπων κρατοῦντος θυγατέρα. ὅτι οἶ Αἰγύπτιοι ἐμίσουν αὐτὸν καὶ σωζόμενοι. ὅτι ἔφυγε Μώσης ἐξ Αἰγύπτου εἰς Μαδιάμ, κἀκεῖ λαβὼν γυναῖκα καὶ ποιμὴν γίνεται.

Ὅτι νέμων ἐν ὄρει Σινᾶ ὁρᾷ 2) τὴν βάτον ὁ Μώσης, καὶ ἐνυπνιάσθη ἐπὶ τὴν Αἴγυπτον ἀπελθεῖν. τὸ περὶ τῆς βακτηρίας τοῦ Μώσεως θαῦμα, τὴν εἰς τὸν κόλπον βληθεῖσαν δεξιὰν καὶ τὸ εἰς αἷμα μεταβληθὲν ὕδωρ. ὅτι Μωυσῆς καὶ Ἀαρὼν ἦλθον εἰς Αἴγυπτον πρὸς Φαραώ. ὅπως ἡ ῥάβδος μετεβλήθη εἰς ὄφιν. ὅσα ὁ Μώσης κακὰ τοῖς Αἰγυπτίοις ἐπήγαγε, σκληρυνομένου τοῦ Φαραώ. ὅπως τὸ πάσχα διάβασις καὶ ὑπερβασία ἐξ ἐκείνου εἰκονίξεται. ὅσοι ἦσαν οἱ στρατεύεσθαι δυνάμενοι Ἰουδαῖοι, ἐξῆλθον τῆς Αἰγύπτου. πόσους ἐνιαυτοὺς εἰς τὴν Αἴγυπτον ἤνυσαν Ἰουδαῖοι.