Fragmenta In Job (In Catenis)

Methodius

Methodius, Fragmenta In Job (In Catenis), Bonwetsch, Hinrichs, 1917

Hiob 25, 3. Μὴ γάρ τις ἐννοείτω , φησίν, ὡς εἰς τέλος ὑπερτιθέμενος διαμένει θεὸς τὰς κατὰ τῶν ἀδίκων τιμωρίας, εἰ καὶ τέως μακροθυμῇ, ἀλλ' ωσπερ οἱ ἐνεδρεύοντες, οὕτως ἀδοκήτως αὐτοῖς ἐπέρχεται· καὶ οὐκ ἔστι τινὰ τῶν ἀσεβῶν τὴν θείαν διαδρᾶναι δίκην.

Hiob 25, 4. Ἀπολογεῖται περὶ τοῦ θεοῦ, διὰ τί τοὺς πειρατὰς ἀφῆκεν πειράζειν ἡμᾶς· καὶ φησίν, ὅτι οὐκ ἠδύνατο δίκαιος εἶναι ἄνθρωπος, μὴ ὄντος αὐτῷ ἀνταγωνιστοῦ.

Hiob 25, 6. Μεθόδιος ὁ Σίδης εἰς τὸν Χριστὸν ἐκλαμβάνει, καὶ φησίν· Αὐτοῦ ἄκουε λέγοντος· »ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος«. σκώληκα οὖν λέγει, οὐ διὰ κακίαν, ἀλλὰ διὰ τὴν ταπεινοφροσύνην ἢ καὶ ὅτι φησὶν ὁ σκώληξ οὐκ ἐκ συνδυασμοῦ γίνεται, ἀλλ’ ἐκ παρακειμένης ὕλης.

[*](3 Hiob 25, 1 — 5 Rom. 5, 15 — 6 Luk. 17, 5 — 15 Symp. 11 S. 149, 12 ff — 17 Psal. 21, 7)[*](1 A 71. B 88. C 43. D 59 va. E 195 v. F 63. M 19. 36 v. Lemma Μεθοδίου; D ? , ohne Lemma w. e. seh. M ; bei Nik. Chrysostomus Ι οὕτω . . . οὕτω E O (οὕτως 0) 3 A 152 v. B 197 v. C 105 v. D 105 v b. E 291. M 46 v. Lemma Μεθοδίου Ι ἀλλ’ ἢ φ.] ἀλλὰ F 4 οὖν] μὲν γὰρ D F | αὐτοῦ < M 6 ἀν ἡμῖν D Ι ἔχειν E Ι πρόσθεν Μ 6 f πίστιν· λ. γ. ἡμῖν < C 7 τ. σῆς] πάσης B 8 B 198. C 105 v. D 106 ra. E 291 v. M 46 v. Lemma: Μεθοδίου D; ἢ καὶ οὕτ(ος Μεθόδιος· Ὁ πᾶς νοῦς πάντα ἄνθρωπον φησὶ πεποίηκεν ἐπὶ τῶ ἐν ὕψει εἶναι· Μὴ γὰρ usw. M; nach E jedoch ist das Fragment des Polychronius, in B C das Lemma τοῦ αὐτοῦ, dem voranging Olympiodor und dann καὶ ἄλλως; somit gehört das Fragment schwerlich Methodius zu 9 ὑπερτῆθέμενος E 10 ταίως E Ι μακροθυμεῖ C E Μ 13 A 153. B 198. C 105 v. D 106 rb. E 291 v. M 47. Lemma Μεθοδίου Ι περὶ τοῦ] παρὰ M 14 πειράζην EM 15 ὄντως E 16 A 153 v. B 198 v f. C 106. D 106 va. E 292. M 47. S Ι Μεθ.] δὲ + D Ι ὁ Σίδης < M 16 f λαμβάνει E: ταῦτα + D 17 δὲ < D 18 οὐ ἄ. D Ι οὖν] γὰρ D | τὴν <BCE 19 ὠ σκόληξ E | συνδοιασμοῦ A, συνδιασμοῦ D)
513

Hiob 27, 2, Κρίσει θεοῦ πάσχειν πεπεισμένος ὁ Ἰώβ, καὶ φήσας· »Ζῇ κύριος ὃς οὕτω με κέκρικεν‘ , τὴν περὶ τῶν. κριμάτων τοῦ θεοῦ σοφίαν ἄληπτον εἶναι ὸμολογεῖ, οὐ μόνον αὐτῷ, ἀλλὰ καὶ παντὶ ἀνθρώπῳ, καὶ τὴν ἐπιστήμην τῆς βουλῆς τοῦ θεοῦ μὴ ἱκανὸν εἶναι παραδέξασθαι τὸν ἐπίγειον τόπον μεμολυσμένον ἁμαρτίαις. ταῦτα ὡς ὡς πρὸς τοὺς φίλους λέγει, τοὺς οἰομένους κατειληφέναι τὴν αἰτίαν δι' ἣν ταῦτα ἔπασχεν.

Hiob 27, 3. »Πνεῦμα θεῖον« ὁ Μεθόδιος πᾶσιν ἀνθρώποις ὑπὸ θεοῦ δοθὲν εἴτε δικαίοις εἴτε ἀδίκοις τὸ συνειδὸς ἐκλαμβάνει κεντοῦν ἐπὶ τοῖς ἁμαρτήμασι τὴν ψυχὴν καὶ μὴ συνευδοκοῦν τοῖς παρὰ τὸν ὀρθὸν λόγον γινομένοις· περὶ οὑ φησι καὶ τὸν Ἰωάννην ἐν τῇ ἐπιστολῇ λέγειν· Πὰν ἡ συνείδησις μὴ καταγινώσκῃ [*](1 Hiob 27, 2 — 8 Hiob 27, 3 — 12 I Job. 3, 21) [*](1 A 163. C 114 v. D 112 rb E 303. S. Lemma Μεθοδίου Ι πάσχει C 2 τὴν — τόπον Ζ. 5 kehrt wieder in einem Fragment zu Hiob 28, 13 Nik. S. 429 u. Comitol. S. 389 f; Lemma Μεθοδίου: Ἴσως δέ, ἐπεὶ οἱ φίλοι τοῦ Ἰὼβ ᾤοντο τὴν αἰτίαν κατειληφέναι, δι’ ἤ ταῦτα ἔπασχε, πρὸς ἐκείνους ἀποτεινόμενος ὁ δίκαιος τὴν περὶ τῶν κριμάτων τοῦ θεοῦ σοφίαν ἄληπτον εἶναι ὁμολογεῖ, οὐ μόνον αὑτῷ, ἀλλὰ καὶ παντὶ ἀνθρώπῳ, καὶ τὴν ἐπιστήμην τῆς βουλῆς τοῦ θεοῦ μὴ ἱκανὸν εἶναι παραδέζασθαι τὸν περίγειον τόπον ἀποφαίνεται. φαίη δ’ ἄν τις σοφίαν ἐνταῦθα τὴν τελείαν εὐσέβειαν εἰρῆσθαι, πρᾶγμα θεῖον, ὑπὸ μόνου τοῦ θεοῦ τοῖς ἀνθρώποις δωρούμενον. ὁ δὲ νοῦς τῶν ῥητῶν οὑτος· μεγάλα, φησίν, ὁ θεὸς τοῖς ἀνθρώποις ἐδωρήσατο, ἐν τῇ φύσει κατασπείρας αὐτῶν τὸ ἐρευνητικὸν καὶ σοφὸν καὶ τεχνικόν, ὅπερ λαβόντες οἱ ἄνθρωποι γῆν τε μεταλλεύουσι κα γεωργοῦσι. τὴν δὲ κατὰ θεοσέβειαν σοφίαν οὐκ ἐν τόπῳ τινὶ ἔστιν εὑρεῖν· οὐκ οἴκοθεν ταύτην ἄνθρωπος ἀναλαβεῖν δύναται, οὐκ ἄλλοις παραδοῦναι. ὅθεν καὶ οἱ τῶν Ἑλλήνων σοφοὶ ἰδίᾳ δυνάμει τὴν θεοσέβειαν ζητήσαντες ἠστόχησαν. τὸ γὰρ πρᾶγμα, ὡς ἔφημεν, οὐκ ἀνθρώποις ἐστὶν ἐφικτόν, ἀλλὰ τῆς θείας δωρεᾶς τε καὶ χάριτος. διὰ τοῦτο καὶ ἐξ ἀρχῆς ὁ θεὸς τὰ μὲν δι' ὀπτασιῶν, τὰ δὲ δι' ἀγγέλων ἐπιφοιτήσεως, τὰ δὲ διὰ τῶν θεοφορουμένων ἁγίων προφητῶν τὴν θεοσέβειαν τοὺς ἀνθρώπους ἐξεπαίδευσε. καὶ ἡ θεωρητικὴ δὲ σοφία θεοῦ δῶρον, ἐξ ἧς κινούμεθα περὶ τὰς τέχνας καὶ τὰ ἐπιτηδεύματα, καὶ ἣν (ἃ) κοινῶς πάντες ἔχομεν, ἄδικοί τε καὶ δίκαιοι· ᾑ (εἰ Nik.) γὰρ ζῷα γεγόναμεν λογικά, ταύτην εἰλήφαμεν. ταύτῃ τοι καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο »πότερον οὐχ ὁ κύριος ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην;« (Hiob 21, 22. 22, 2) ὡς τοῦ κτήματος θεοδωρήτου τυγχάνοντος 3 ἄλειπτον E Ι ὁμολογῆ D 4 πάντα D Ι ἐπιστιμην C 6 ἁμαρτίας A, ἁμαρτ D 7 ἧς E 8 B 203 v. C 109 v. D 109 ra. E 297 v. F 140. M 48 καὶ γὰρ ὁ Μεθ. D 11 γενομένοις E 12 λέγη M Ι καταγινώσκει E)

514
ἡμῶν παρρησίαν ἔχομεν πρὸς τὸν θεόν«· τί οὖν, φησί, τὸ καταγινωσκόμενον; οὐ γὰρ ἑαυτῆς ἡ συνείδησις καταγινώσκει, ἀλλὰ τῆς ψυχῆς ὰμαρτανούσης. περὶ τούτου καὶ ὁ Σολομὼν ἔφασκε »τὸ γὰρ ἄφθαρτόν σου πνεῦμά ἐστιν ἐν πᾶσιν‘.