Fragmenta In Job (In Catenis)

Methodius

Methodius, Fragmenta In Job (In Catenis), Bonwetsch, Hinrichs, 1917

Hiob 28, 14. Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἡ τοῦ πατρὸς σοφία καταβέβηκεν εἰς τὴν ἄβυσσον καὶ καταβὰς οὐ κεκράτηται. »ἄβυσσος« οὖν »εἶπεν· Οὐκ ἔστιν ἐν ἐμοί«, ἔστιν γὰρ ἐν οὐρανῷ. καὶ θάλασσα εἶπεν· Οὐκ ἔστι μετ' ἐμοῦ«. αὕτη ἡ θάλασσα ὁ τῶν ἀνθρώπων βίος, ἐν ᾧ τὰ περὶ τὴν ἀρετὴν ναυάγια. ἐὰν οὖν θέλῃς, ἴνα μετὰ σοῦ ἡ σοφία ᾐ, κἂν ᾖς ἐπὶ θαλάσσης πάτει τὰ κύματα, ἐπίδος σου τὴν χεῖρα τῇ σοφίᾳ, καὶ ποιήσει σε περιπατεῖν ἐπάνω τῶν κυμάτων.

Hiob 29, 3. Τουτέστιν ὑπὲρ σωτηρίας τῆς »κεφαλῆς μου«, ἤτοι τοῦ νοῦ· ὡς γὰρ ἡ κεφαλὴ τὸ κυριώτατον μέρος ἐστὶν ἐν τῷ σώματι, οὕτω τῆς φυχῆς ὴμῶν τὸ κυριώτατόν ἐστιν ὁ νοῦς.

Hiob 29, 5. Ὅτε εἶχον ἐγώ, δίκαιος ὤν, φησίν, τὴν χρήσιμον ἐμοὶ ὕλην, πεποίηκα ἀρετήν. πᾶσι γὰρ καλῶς ἐχρώμην.

Hiob 38, 1. Ὁ κύριος ἀρχῆθεν ἀνθρώποις οὐ λαλεῖ· ἀλλ' ἐπὰν παρασκευάσηται ψυχὴ διὰ πλειόνων, καὶ ὠφεληθῇ διά τε ἀνθρώπων καὶ διὰ τῆς ἰδίας προσευχῆς καὶ ἐπιμελείας, καὶ ἐκγυμνάσηται, καὶ ἀναβῇ εἰς ὕφος καθ’ ὅσον δυνατὸν ἀνθρωπίνῃ φύσει, τότε ὁ κύριος λαλεῖ, καὶ τοὺς ἑαυτοῦ λόγους ἀποκαλύπτει τοῖς εἰς τοσοῦ- [*](3 Weish. Sal. 12, 1 — 6 Sir. 24, 5 — 9 vgl. De res. II, 25, 5 S. 381, 5 ff — 10 Mt. 14, 28–31 — 11 vgl. De sanguis. 4, 5 S. 482, 5) [*](1 ἡμῖν Μ Ι ἔχωμεν CE 2 ἑαυτῆ BE 3 σαλομὼν CM Z-wiscHen den mit dem Lemma Μεθοδίου versehenen Fragmenten 9. 11 enthält C ohne Lemma das Fragment Ἐπιστήμη ἡ περιοχὴ τῶν ὡσαύτως ἐχόντων θεωρία σύνεσις δὲ ἡ διάκρισις. Ebenso E Bl. 303, aber mit dem Lemma Ὠριγένους. Dasselbe in F 144 5 A 164. C 114 v. D 112 rb. E 303. F. M 50 v. T 161 v. Lemma Μεθοδίου Ἰησοῦς < A 9 οὖν < | θέλεις E 10 ἡ σ. ᾐ] ἢ σ. D Ι πάτη D 13 Pitra nach B D. Μ 51 v. Lemma Μεθοδίου Ι ὑπὸ Pitra 14 ἤτοι] τουτέστιν M ἡ + Μ 16 Pitra nach D. F 146. M 51 v 17 ὕλην] μοῖραν F Ι ἐχρώμην] ὕλην εἶχον ἀρετῆς, τὴν εὐπαιδίαν καὶ τὸν πλοῦτον, τοὺς μὲν παῖδας καλῶς ἐκτρέφων, τοῦ δὲ πλούτου κοινωνῶν τοῖς δεσμίοις + Pitra nach D 18 Pitra nach AB CDS. 179. Μ 69 v. Nik. 538. Lemma Μεθοδίου Ι ὁ < F Nik. 20 ἰδίας: οἰκείας S Ι προσοχὴς Μ 20 f ἐγγυμνάσηται Μ 21 ὕψος unleserl. M Ι τῇ ἀνθρ. F 22 ὁ κύριος < Nik. Ι τοῖς < Nik.) εἰς unleserl. M)

515
τον ἀναβεβηκόσιν. οὕτω τοιγαροῦν καὶ τῷ Ἰὼβ πεποίηκε· διετήρει γὰρ αὐτῷ τὸν λόγον ὡς στέφανον.

Ζητήσωμεν δὲ καὶ τό Διὰ λαίλαπος καὶ νεφῶν‘. οὐ γὰρ φαίνεταί ποτέ τινι τῶν πρότερον διὰ λαίλαπος λελαληκὼς ὁ θεός. ἡ οὖν λαιλαψ χειμῶνός ἐστι ποιητική· τῷ δὲ Ἰὼβ μέγιστος χειμὼν ἐληλύθει, ὅλος ὁ διάβολος ἐνέσκηψεν αὐτῷ, τοῦτο αἰτήσας ἀπὸ θεοῦ. χειμὼν ἦν τῷ Ἰὼβ καὶ ὁ λόγος τῶν φίλων. ἐν τῷ τοιούτῳ χειμῶνι ὑπέστη κοὶ ἐκαρτέρησεν· ὡς δὲ νοήμων, κυβέρνησιν κτησάμενος, »περὶ τὴν πίστιν« οὐκ ἐναυάγησεν. διὰ τοῦτο ὁ χρηματίζων αὐτῷ πρὸς σύμβολον τοῦ καταλαβόντος αὐτὸν χειμῶνος, ἐν ᾡ καὶ διέλαμψεν, διὰ λαίλαπος χρηματίζει, καὶ εἰ μὲν ἔμεινε τὰ τοῦ Ἰὼβ ἐν τῇ περιστάσει ταύτῃ , ὥστε αὐτὸν καταλειφθῆναι ταῦτα πάσχοντα καὶ ἐξελθεῖν τὸν βίον, ἐλάλησεν ἂν αὐτῷ ὁ κύριος διὰ λαίλαπος μόνον. νῦν δὲ ἐπειδὴ μεταβάλλει αὐτῷ τὰ πράγματα ἀπὸ χειμῶνος εἰς εὐδίαν, καὶ ἐπειδὴ ἀπείληφε τὴν ὑγείαν τοῦ σώματος, διὰ τοῦτο ὁ χρηματίζων αὐτῷ οὐ μόνον διὰ λαίλαπος, ἀλλὰ καὶ διὰ νεφῶν λαλεῖ.

Hiob 38, 2. Ἐπειδὴ νενίκηται ὁ πειράζων μεγαλοφρονεῖ ὁ ἀγωνοθέτης ἐπὶ τῷ ἰδίῳ ἀθλητῇ καὶ φησὶν ὡς πρὸς τὸν ωενικημένον· »Τίς οὗτος ὁ κρύπτων;« τίνι γὰρ ἐφαρμόζει λέγεσθαι τοῦτο; ὁ Ἰὼβ οὐκ ἔκρυπτεν, εὐσεβὴς ὑπάρχων καὶ ὅσιος. οὑτος δέ ᾧ ἐπιπλήσσει, κρύπτειν ἐθέλει καὶ ὑπολαμβάνει τὴν »βουλὴν« αὐτοῦκρυπτομένην ἀπὸ τοῦ θεοῦ. πλὴν αὐτὸς ταῦτα ποιεῖ ὡς κρύπτων. καὶ γὰρ ὁ Ἀδὰμ ὅτε ἥμαρτεν ᾤετο κρύπτεσθαι ἀπὸ προσώπου κυρίου.