Fragmenta In Job (In Catenis)
Methodius
Methodius, Fragmenta In Job (In Catenis), Bonwetsch, Hinrichs, 1917
Hiob 9, 2. Δύναται, φησί, γενέσθαι δίκαιος συγκρίσει ἀνθρώπων· ὡς δὲ πρὸς τὸν τῶν ὅλων κύριον »πῶς ἔσται δίκαιος βροτός;« — Οὐ γὰρ τυραννεῖ κρίνων ὁ θεός, ἀλλὰ πείθει τὸν κρινόμενον καὶ ποιεῖ αὐτὸν θελῆσαι παραδέξασθαι τὴν ἀπόφασιν αὐτοῦ. μέλλομεν γοῦν οἱ κρινόμενοι βλέπειν τὸν κύριον μεθ' ἡμῶν συνδικαζόμενον ἐπὶ τοῦ πατρὸς καὶ λέγοντα· ὠ ἄνθρωπε, »τίς ἡ ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν;« φέρε τί τούτου ἢ τῶν λοιπῶν πεποίηκας ἄξιον.
Hiob 9. 5. »Ὄρη« Μωϋσῆς καὶ οἱ προφῆται. »ἠρα τοὺς ψαλμούς μου εἰς τὰ ὄρη.« Χριστὸς δὲ παλαιοῖ τὴν πρώτην διαθήκην, »καὶ οὐκ οἴδασιν« Ἰουδαῖοι, πρὸς οὓς εἴρηται· »εἰ ἐπιστεύετε Μωυσεῖ, ἐπιστεύετε ἂν ἐμοί.« ὁ αὐτὸς δὲ καὶ κατέστρεψε τὰ μέχρι γράμματος ὄρη τῆς Ἱερουσαλὴμ καὶ τὸ ἁγίασμα. ὁ αὐτὸς καὶ τὸν ἥλιον ἀμαυροῖ τῇ ἑαυτοῦ λαμπρότητι κα.ὶ τοὺς ἀστέρας.
Hiob 9. 7. Ὁ ἀριθμῶν πλήθη ἄστρων· φέρεται δὲ ὅτι ταῖς τρισὶν ὥραις, ἐν αἷς ὁ ἥλιος ἐξέλιπεν, ἀστέρες ἐφάνησαν ὡς ἐν νυκτί.
[*](1 Hiob 9, 2 — 6 Psal. 29, 10 — 916 in ler. S. 133, 15 Kl — 11 Job. 5,46 — 15 vgl. Hipp. In Dan. I, S, 5 S. 15, 14f)[*](1 A Bl. 69. B 86. C 42. D 57 vaf. E 195 v. F 61 v. Μ 18 v. 35 v. S, 92. Lemma Μεθοδίου Σίδης (Σιδ. < D), obne Lemma E, erloschen in M Ι Δύν.] τις + D Μ 3 οὐ γὰρ] πλὴν οὐδὲ es mit dem Yorbergebenden verbinden D; sonst selbständig. A 69 v. B 86. C 42. M 18 v. 36. S 92; < E. Lemma Μεθοδίου Σίδης. M Μεθόδιος δ Σίδης εἰς τὸ ἐὰν βούληται κριθῆναι αὐτῶ 4 δέξασθαι D, παραδείξασθαι? S 5 οὐν 0: γὰρ D Ι βλέπεσθαι? S Ι κύριον < A Ι οἰονεὶ (οἰονὲ Μ) δικαζόμενον DM 6 ἡ < 7 καταβαίνειν D Μ S 8 ἐποίησας D, πεποίηκα M Ι ἄξιον DM: ἄξια AB C (ἄξια πεπ. 0) S 9 A 70. B 86 v. C 42 v. D 58 a. E 195 v. F 63. S 93. Μ 19. 36. Lernmo, Μεθοδίου Σίδης ABEO, Μεθοδίου CD MS 10 ὁ Χρ. (δὲ< D 11 f ἐπιστεύεται ADE 12 μωυσῆ B D E Μ S Ι ἐπιστεύεται DE 13 μέχρη E Ι τὴν Ἱερ. Pitra 15 A 70 v. B 86 v. C 42 v. D 58 va (von φέρεται an). M 19. 36 v. Lemma Μεθοδίου. Μεθοδ. Σίδης B. D Μ obne Lemma, in D mit dem Vorbergebenden [Ἀθανασίου] verbunden. Bei Niketas Didymus Ι Ὁ — ἄστρων < D Ι Ὁ < B Ι δὲ < B 16 ἐξέλιπεν ὁ ἥλιος D Ι ἐξέλειπεν M Ι ἐφαν.] ἐν οὐρανῶ + D)Hiob 9, 10. Ἅ γὰρ προείρηκα, φησίν, οὔπω μεγάλα, οὔπω ἀνεξιχνίαστα ὁρατὰ ὅντα.
Hiob 25, 1. Οὐκ εἶπεν »ἢ φόβος αὐτοῦ«, ἀλλ’ ἢ φόβος παρ' αὐτοῦ«. ὁ οὐν αὐτοῦ φόβος ἔργον ἡμέτερον ἐκ τοῦ ἐφ’ ἡμῖν ἐρχόμενος· ὁ δὲ παρ' αὐτοῦ »χάρις καὶ δωρεά« ἐστιν αὐτοῦ τὸ λεῖπον ἡμῖν ἀναπληροῦσα. ὁμοίως ἔχει καὶ τό »Πρόσθες ἡμῖν πίστιν‘. λείπει γὰρ ἡμῖν φησίν, τὸ ἀπὸ τῆς σῆς δωρεᾶς, ἀλλ’ οὐ τὸ ἐφ’ ἡμῖν.
Hiob 25, 3. Μὴ γάρ τις ἐννοείτω , φησίν, ὡς εἰς τέλος ὑπερτιθέμενος διαμένει θεὸς τὰς κατὰ τῶν ἀδίκων τιμωρίας, εἰ καὶ τέως μακροθυμῇ, ἀλλ' ωσπερ οἱ ἐνεδρεύοντες, οὕτως ἀδοκήτως αὐτοῖς ἐπέρχεται· καὶ οὐκ ἔστι τινὰ τῶν ἀσεβῶν τὴν θείαν διαδρᾶναι δίκην.
Hiob 25, 4. Ἀπολογεῖται περὶ τοῦ θεοῦ, διὰ τί τοὺς πειρατὰς ἀφῆκεν πειράζειν ἡμᾶς· καὶ φησίν, ὅτι οὐκ ἠδύνατο δίκαιος εἶναι ἄνθρωπος, μὴ ὄντος αὐτῷ ἀνταγωνιστοῦ.
Hiob 25, 6. Μεθόδιος ὁ Σίδης εἰς τὸν Χριστὸν ἐκλαμβάνει, καὶ φησίν· Αὐτοῦ ἄκουε λέγοντος· »ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος«. σκώληκα οὖν λέγει, οὐ διὰ κακίαν, ἀλλὰ διὰ τὴν ταπεινοφροσύνην ἢ καὶ ὅτι φησὶν ὁ σκώληξ οὐκ ἐκ συνδυασμοῦ γίνεται, ἀλλ’ ἐκ παρακειμένης ὕλης.
[*](3 Hiob 25, 1 — 5 Rom. 5, 15 — 6 Luk. 17, 5 — 15 Symp. 11 S. 149, 12 ff — 17 Psal. 21, 7)[*](1 A 71. B 88. C 43. D 59 va. E 195 v. F 63. M 19. 36 v. Lemma Μεθοδίου; D ? , ohne Lemma w. e. seh. M ; bei Nik. Chrysostomus Ι οὕτω . . . οὕτω E O (οὕτως 0) 3 A 152 v. B 197 v. C 105 v. D 105 v b. E 291. M 46 v. Lemma Μεθοδίου Ι ἀλλ’ ἢ φ.] ἀλλὰ F 4 οὖν] μὲν γὰρ D F | αὐτοῦ < M 6 ἀν ἡμῖν D Ι ἔχειν E Ι πρόσθεν Μ 6 f πίστιν· λ. γ. ἡμῖν < C 7 τ. σῆς] πάσης B 8 B 198. C 105 v. D 106 ra. E 291 v. M 46 v. Lemma: Μεθοδίου D; ἢ καὶ οὕτ(ος Μεθόδιος· Ὁ πᾶς νοῦς πάντα ἄνθρωπον φησὶ πεποίηκεν ἐπὶ τῶ ἐν ὕψει εἶναι· Μὴ γὰρ usw. M; nach E jedoch ist das Fragment des Polychronius, in B C das Lemma τοῦ αὐτοῦ, dem voranging Olympiodor und dann καὶ ἄλλως; somit gehört das Fragment schwerlich Methodius zu 9 ὑπερτῆθέμενος E 10 ταίως E Ι μακροθυμεῖ C E Μ 13 A 153. B 198. C 105 v. D 106 rb. E 291 v. M 47. Lemma Μεθοδίου Ι περὶ τοῦ] παρὰ M 14 πειράζην EM 15 ὄντως E 16 A 153 v. B 198 v f. C 106. D 106 va. E 292. M 47. S Ι Μεθ.] δὲ + D Ι ὁ Σίδης < M 16 f λαμβάνει E: ταῦτα + D 17 δὲ < D 18 οὐ ἄ. D Ι οὖν] γὰρ D | τὴν <BCE 19 ὠ σκόληξ E | συνδοιασμοῦ A, συνδιασμοῦ D)Hiob 27, 2, Κρίσει θεοῦ πάσχειν πεπεισμένος ὁ Ἰώβ, καὶ φήσας· »Ζῇ κύριος ὃς οὕτω με κέκρικεν‘ , τὴν περὶ τῶν. κριμάτων τοῦ θεοῦ σοφίαν ἄληπτον εἶναι ὸμολογεῖ, οὐ μόνον αὐτῷ, ἀλλὰ καὶ παντὶ ἀνθρώπῳ, καὶ τὴν ἐπιστήμην τῆς βουλῆς τοῦ θεοῦ μὴ ἱκανὸν εἶναι παραδέξασθαι τὸν ἐπίγειον τόπον μεμολυσμένον ἁμαρτίαις. ταῦτα ὡς ὡς πρὸς τοὺς φίλους λέγει, τοὺς οἰομένους κατειληφέναι τὴν αἰτίαν δι' ἣν ταῦτα ἔπασχεν.
Hiob 27, 3. »Πνεῦμα θεῖον« ὁ Μεθόδιος πᾶσιν ἀνθρώποις ὑπὸ θεοῦ δοθὲν εἴτε δικαίοις εἴτε ἀδίκοις τὸ συνειδὸς ἐκλαμβάνει κεντοῦν ἐπὶ τοῖς ἁμαρτήμασι τὴν ψυχὴν καὶ μὴ συνευδοκοῦν τοῖς παρὰ τὸν ὀρθὸν λόγον γινομένοις· περὶ οὑ φησι καὶ τὸν Ἰωάννην ἐν τῇ ἐπιστολῇ λέγειν· Πὰν ἡ συνείδησις μὴ καταγινώσκῃ [*](1 Hiob 27, 2 — 8 Hiob 27, 3 — 12 I Job. 3, 21) [*](1 A 163. C 114 v. D 112 rb E 303. S. Lemma Μεθοδίου Ι πάσχει C 2 τὴν — τόπον Ζ. 5 kehrt wieder in einem Fragment zu Hiob 28, 13 Nik. S. 429 u. Comitol. S. 389 f; Lemma Μεθοδίου: Ἴσως δέ, ἐπεὶ οἱ φίλοι τοῦ Ἰὼβ ᾤοντο τὴν αἰτίαν κατειληφέναι, δι’ ἤ ταῦτα ἔπασχε, πρὸς ἐκείνους ἀποτεινόμενος ὁ δίκαιος τὴν περὶ τῶν κριμάτων τοῦ θεοῦ σοφίαν ἄληπτον εἶναι ὁμολογεῖ, οὐ μόνον αὑτῷ, ἀλλὰ καὶ παντὶ ἀνθρώπῳ, καὶ τὴν ἐπιστήμην τῆς βουλῆς τοῦ θεοῦ μὴ ἱκανὸν εἶναι παραδέζασθαι τὸν περίγειον τόπον ἀποφαίνεται. φαίη δ’ ἄν τις σοφίαν ἐνταῦθα τὴν τελείαν εὐσέβειαν εἰρῆσθαι, πρᾶγμα θεῖον, ὑπὸ μόνου τοῦ θεοῦ τοῖς ἀνθρώποις δωρούμενον. ὁ δὲ νοῦς τῶν ῥητῶν οὑτος· μεγάλα, φησίν, ὁ θεὸς τοῖς ἀνθρώποις ἐδωρήσατο, ἐν τῇ φύσει κατασπείρας αὐτῶν τὸ ἐρευνητικὸν καὶ σοφὸν καὶ τεχνικόν, ὅπερ λαβόντες οἱ ἄνθρωποι γῆν τε μεταλλεύουσι κα γεωργοῦσι. τὴν δὲ κατὰ θεοσέβειαν σοφίαν οὐκ ἐν τόπῳ τινὶ ἔστιν εὑρεῖν· οὐκ οἴκοθεν ταύτην ἄνθρωπος ἀναλαβεῖν δύναται, οὐκ ἄλλοις παραδοῦναι. ὅθεν καὶ οἱ τῶν Ἑλλήνων σοφοὶ ἰδίᾳ δυνάμει τὴν θεοσέβειαν ζητήσαντες ἠστόχησαν. τὸ γὰρ πρᾶγμα, ὡς ἔφημεν, οὐκ ἀνθρώποις ἐστὶν ἐφικτόν, ἀλλὰ τῆς θείας δωρεᾶς τε καὶ χάριτος. διὰ τοῦτο καὶ ἐξ ἀρχῆς ὁ θεὸς τὰ μὲν δι' ὀπτασιῶν, τὰ δὲ δι' ἀγγέλων ἐπιφοιτήσεως, τὰ δὲ διὰ τῶν θεοφορουμένων ἁγίων προφητῶν τὴν θεοσέβειαν τοὺς ἀνθρώπους ἐξεπαίδευσε. καὶ ἡ θεωρητικὴ δὲ σοφία θεοῦ δῶρον, ἐξ ἧς κινούμεθα περὶ τὰς τέχνας καὶ τὰ ἐπιτηδεύματα, καὶ ἣν (ἃ) κοινῶς πάντες ἔχομεν, ἄδικοί τε καὶ δίκαιοι· ᾑ (εἰ Nik.) γὰρ ζῷα γεγόναμεν λογικά, ταύτην εἰλήφαμεν. ταύτῃ τοι καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο »πότερον οὐχ ὁ κύριος ὁ διδάσκων σύνεσιν καὶ ἐπιστήμην;« (Hiob 21, 22. 22, 2) ὡς τοῦ κτήματος θεοδωρήτου τυγχάνοντος 3 ἄλειπτον E Ι ὁμολογῆ D 4 πάντα D Ι ἐπιστιμην C 6 ἁμαρτίας A, ἁμαρτ D 7 ἧς E 8 B 203 v. C 109 v. D 109 ra. E 297 v. F 140. M 48 καὶ γὰρ ὁ Μεθ. D 11 γενομένοις E 12 λέγη M Ι καταγινώσκει E)
Hiob 28, 14. Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἡ τοῦ πατρὸς σοφία καταβέβηκεν εἰς τὴν ἄβυσσον καὶ καταβὰς οὐ κεκράτηται. »ἄβυσσος« οὖν »εἶπεν· Οὐκ ἔστιν ἐν ἐμοί«, ἔστιν γὰρ ἐν οὐρανῷ. καὶ θάλασσα εἶπεν· Οὐκ ἔστι μετ' ἐμοῦ«. αὕτη ἡ θάλασσα ὁ τῶν ἀνθρώπων βίος, ἐν ᾧ τὰ περὶ τὴν ἀρετὴν ναυάγια. ἐὰν οὖν θέλῃς, ἴνα μετὰ σοῦ ἡ σοφία ᾐ, κἂν ᾖς ἐπὶ θαλάσσης πάτει τὰ κύματα, ἐπίδος σου τὴν χεῖρα τῇ σοφίᾳ, καὶ ποιήσει σε περιπατεῖν ἐπάνω τῶν κυμάτων.
Hiob 29, 3. Τουτέστιν ὑπὲρ σωτηρίας τῆς »κεφαλῆς μου«, ἤτοι τοῦ νοῦ· ὡς γὰρ ἡ κεφαλὴ τὸ κυριώτατον μέρος ἐστὶν ἐν τῷ σώματι, οὕτω τῆς φυχῆς ὴμῶν τὸ κυριώτατόν ἐστιν ὁ νοῦς.
Hiob 29, 5. Ὅτε εἶχον ἐγώ, δίκαιος ὤν, φησίν, τὴν χρήσιμον ἐμοὶ ὕλην, πεποίηκα ἀρετήν. πᾶσι γὰρ καλῶς ἐχρώμην.
Hiob 38, 1. Ὁ κύριος ἀρχῆθεν ἀνθρώποις οὐ λαλεῖ· ἀλλ' ἐπὰν παρασκευάσηται ψυχὴ διὰ πλειόνων, καὶ ὠφεληθῇ διά τε ἀνθρώπων καὶ διὰ τῆς ἰδίας προσευχῆς καὶ ἐπιμελείας, καὶ ἐκγυμνάσηται, καὶ ἀναβῇ εἰς ὕφος καθ’ ὅσον δυνατὸν ἀνθρωπίνῃ φύσει, τότε ὁ κύριος λαλεῖ, καὶ τοὺς ἑαυτοῦ λόγους ἀποκαλύπτει τοῖς εἰς τοσοῦ- [*](3 Weish. Sal. 12, 1 — 6 Sir. 24, 5 — 9 vgl. De res. II, 25, 5 S. 381, 5 ff — 10 Mt. 14, 28–31 — 11 vgl. De sanguis. 4, 5 S. 482, 5) [*](1 ἡμῖν Μ Ι ἔχωμεν CE 2 ἑαυτῆ BE 3 σαλομὼν CM Z-wiscHen den mit dem Lemma Μεθοδίου versehenen Fragmenten 9. 11 enthält C ohne Lemma das Fragment Ἐπιστήμη ἡ περιοχὴ τῶν ὡσαύτως ἐχόντων θεωρία σύνεσις δὲ ἡ διάκρισις. Ebenso E Bl. 303, aber mit dem Lemma Ὠριγένους. Dasselbe in F 144 5 A 164. C 114 v. D 112 rb. E 303. F. M 50 v. T 161 v. Lemma Μεθοδίου Ἰησοῦς < A 9 οὖν < | θέλεις E 10 ἡ σ. ᾐ] ἢ σ. D Ι πάτη D 13 Pitra nach B D. Μ 51 v. Lemma Μεθοδίου Ι ὑπὸ Pitra 14 ἤτοι] τουτέστιν M ἡ + Μ 16 Pitra nach D. F 146. M 51 v 17 ὕλην] μοῖραν F Ι ἐχρώμην] ὕλην εἶχον ἀρετῆς, τὴν εὐπαιδίαν καὶ τὸν πλοῦτον, τοὺς μὲν παῖδας καλῶς ἐκτρέφων, τοῦ δὲ πλούτου κοινωνῶν τοῖς δεσμίοις + Pitra nach D 18 Pitra nach AB CDS. 179. Μ 69 v. Nik. 538. Lemma Μεθοδίου Ι ὁ < F Nik. 20 ἰδίας: οἰκείας S Ι προσοχὴς Μ 20 f ἐγγυμνάσηται Μ 21 ὕψος unleserl. M Ι τῇ ἀνθρ. F 22 ὁ κύριος < Nik. Ι τοῖς < Nik.) εἰς unleserl. M)
Ζητήσωμεν δὲ καὶ τό Διὰ λαίλαπος καὶ νεφῶν‘. οὐ γὰρ φαίνεταί ποτέ τινι τῶν πρότερον διὰ λαίλαπος λελαληκὼς ὁ θεός. ἡ οὖν λαιλαψ χειμῶνός ἐστι ποιητική· τῷ δὲ Ἰὼβ μέγιστος χειμὼν ἐληλύθει, ὅλος ὁ διάβολος ἐνέσκηψεν αὐτῷ, τοῦτο αἰτήσας ἀπὸ θεοῦ. χειμὼν ἦν τῷ Ἰὼβ καὶ ὁ λόγος τῶν φίλων. ἐν τῷ τοιούτῳ χειμῶνι ὑπέστη κοὶ ἐκαρτέρησεν· ὡς δὲ νοήμων, κυβέρνησιν κτησάμενος, »περὶ τὴν πίστιν« οὐκ ἐναυάγησεν. διὰ τοῦτο ὁ χρηματίζων αὐτῷ πρὸς σύμβολον τοῦ καταλαβόντος αὐτὸν χειμῶνος, ἐν ᾡ καὶ διέλαμψεν, διὰ λαίλαπος χρηματίζει, καὶ εἰ μὲν ἔμεινε τὰ τοῦ Ἰὼβ ἐν τῇ περιστάσει ταύτῃ , ὥστε αὐτὸν καταλειφθῆναι ταῦτα πάσχοντα καὶ ἐξελθεῖν τὸν βίον, ἐλάλησεν ἂν αὐτῷ ὁ κύριος διὰ λαίλαπος μόνον. νῦν δὲ ἐπειδὴ μεταβάλλει αὐτῷ τὰ πράγματα ἀπὸ χειμῶνος εἰς εὐδίαν, καὶ ἐπειδὴ ἀπείληφε τὴν ὑγείαν τοῦ σώματος, διὰ τοῦτο ὁ χρηματίζων αὐτῷ οὐ μόνον διὰ λαίλαπος, ἀλλὰ καὶ διὰ νεφῶν λαλεῖ.
Hiob 38, 2. Ἐπειδὴ νενίκηται ὁ πειράζων μεγαλοφρονεῖ ὁ ἀγωνοθέτης ἐπὶ τῷ ἰδίῳ ἀθλητῇ καὶ φησὶν ὡς πρὸς τὸν ωενικημένον· »Τίς οὗτος ὁ κρύπτων;« τίνι γὰρ ἐφαρμόζει λέγεσθαι τοῦτο; ὁ Ἰὼβ οὐκ ἔκρυπτεν, εὐσεβὴς ὑπάρχων καὶ ὅσιος. οὑτος δέ ᾧ ἐπιπλήσσει, κρύπτειν ἐθέλει καὶ ὑπολαμβάνει τὴν »βουλὴν« αὐτοῦκρυπτομένην ἀπὸ τοῦ θεοῦ. πλὴν αὐτὸς ταῦτα ποιεῖ ὡς κρύπτων. καὶ γὰρ ὁ Ἀδὰμ ὅτε ἥμαρτεν ᾤετο κρύπτεσθαι ἀπὸ προσώπου κυρίου.
Hiob 38, 3. Ὡς πρὸς τὸν διάβολον· Γενναῖος εἶ, »ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου, καὶ ἐρωτήσω σε«. οὐ πιστεύ- [*](3 Hiob 38, 1 — 6 Hiob 1, 11. 2, 5 — 9 Tim. 1, 19 — 23 Gen. 3, S — 24 Hiob 38,3) [*](1 οὕτω —ἡ οὖν Ζ. 5 < F Nik. 3 T 196 v 4 κποτέ <M | προτέρων Pitra 5 ἡ οὖν] ἐπειδὴ δὲ Nik. Ι δὲ < M Ι τῷ δὲ — κτησάμενος Ζ. 8] ἐν δὲ χειμῶνι περιστάσεων ὁ Ἰὼβ Nik. 6 ἐνσκήψας S 9 ἐναυαγ.] ἀλλὰ καὶ διέλαμψε + Nik. αὐτῶν M Ι καταλαμβάνοντος Pitia 10 f ἐν ᾧ — χρηματιζει < T, ἐν — διέλ. <> Nik. 11 καὶ εἰ—μόνον Ζ. 13 f < Nik. 12 καταληφθῆναι Μ 13 f μόνης MS, μόνω Τ 14 νῦν — αὐτῷ] διὰ δὲ τὸ μεταβαλεῖν αὐτοῦ Nik. | αὐτοῦ τὰ MT 15 καὶ — αὐτῷ Ζ. 16 < Nik. 16 νεφελῶν Pitra, Ι ἐλάλει Μ 17 Pitia nach AB C S. F 180. M 69 v Lemma Μεθοδίου 17 f μέγα φρονεῖ Μ 20 ὅσιος] δίκαιος S 21 κρύπτην M Ι τὸν θεὸν τὰς (τὸν Μ) βουλὰς αὐτοῦ μὴ κρυπτομένος (κρυπτόμενος M) FM, κρυπτόμενος τὸν θεὸν τὴν βουλὴν αἰτοῦ ἀγνοεῖν S 22 ταύτην Pitra 23 γὰρ < M Ι ὅτε ἥμαρτεν ἀδὰμ F 24 Pitra nach ABC DES. M 69 v. F 180 . T 24 f ζῶσε Τ 25 ὡς ἀ. M)
Hiob 38, 4. Ἐμοὶ φιλονεικεῖς; καὶ πρὸς ἐμὲ ἵστασαι; καὶ τοῖς ἐμοῖς ἀθληταῖς ἀνταγωνίζῃ; »ποῦ« δὲ »ἦς«, ὅτε ἐγὼ »τὴν γῆν« εἰργαζόμν; τίς ἠς τότε; ἤδη, φησίν, ἐπεπτώκεις. καὶ γὰρ ἐν τῇ ἀρχῇ τῆς κοσμοποιίας σκότος ἠν«, φησίν, ἐπάνω τῆς ἀβύσσου«. σκότος τοῦςο, τοῦτο, οὐ κτισθὲν σκότος, ἀλλὰ προαιρετικῶς ἀρξάμενον εἶναι σκότος τῇ τοῦ φωτὸς στερήσει.
Hiob 38, 5, Οὐχὶ τὸ μέτρον, ἀλλὰ »τὰ μέτρα«, ἵνα τὰς διαφορὰς τῆς γῆς παραστήσῃ τῆς τόδε τι τυχὸν φερούσης καὶ τῆς ἕτερόν τι. καὶ ἄλλης ἄλλο.
Hiob 38, 6. Μέχρι τούτου ἐλθὼν ὁ μακάριος πατὴρ οὺτος, καὶ καταπαύει τὸ ὑπόμνημα, ὥστε γοῦν εὑρεῖν »λίθον γωνιαῖον«. τοῦτο δύναται καὶ εἰς τὸν μονογενῆ τοῦ θεοῦ υἱόν, δι ὴμᾶς σαρκωθέντα νοεῖσθαι, κατὰ τὸ ἐν ψαλμοῖς· »λίθον ὅν άπεδοκίμασαν οἱ οἰκοδομοῦντες‘, οἱ τῶν Ἰουδαῖων διδάσκαλοι, » οὑτος ἐγενήθη εἰς κεφαλὴν γωνίας«. εὐδοκίᾳ γὰρ τοῦ πατρὸς ἐλθὼν ἐπὶ γῆς συνῆψεν ἐν ἑαυτῷ τοὺς δύο λαοὺς τῶν Ἰουδαίων τε καὶ ἐθνῶν, ὥσπερ ἀμέλει καὶ ὁ γωνιαῖος λίθος ἀμφοτέρους συνδεῖ τοὺς τοίχους.
[*](2 Jes. 11, 12 — 4 Hiob 38, 3 — 6 Röm. 11, 34 — 9 Hiob 38, 4 — 11 Gen. 1, 2 — 14 Hiob 38, 5–18 Hiob 38, 6 — 19 Job. 1, 18 — 20 Psal. 117, 22 — 23 vgl. Epb. 2, 14)[*](1 οἴη Pitra 4: οὐ ζ. δὲ < F 7 γέγωνε M 8 Pitra nach Ä. B C D E. Μ 70. Τ 197. Lemma Μεθοδίου (ohne Lemma Τ) 14 Pitra nach AB CD ES. Μ 70. Lemma Μεθοδίου, Μεθόδιος M. VgL Orig. Pitra H, 383 f (bis παραστ.) 17 Pitra nach BS. Μ 70. Von τοῦτο Ζ. 19 an auch Τ 197 v. Ohne Lemma in M (u. Τ), vorher Ἰωάννης Ι τούτων M 18 καὶ < M Ι τοῦ ὑπομνήματος S ὤστε] ὡς ἐμὲ Μ Ι εὑρῆν M 19 τοῦτο — τοίχους Orig. Pitra H, 383 f 21 οἱ — οὑτος < Orig. 23 τῆς γῆς T Ι συνῆφεν Pitra Ι ἐν Pitra Orig.: < MT τῶν] τὸν M, τὸν ἐξ T 23 f κ. ἐξ ἐθνῶν T)Hiob 38, 7. Φωνὴ δὲ μεγάλη, ἡ μεγαλεῖα φθεγγομένη, ὡς τὸ ἀποστολικόν· »ἴδετε πηλίκοις ὑμῖν γράμμασι ἔγραψα« τοῖς τὰ τηλικαῦτα δηλονότι σημαίνουσιν.