Adversus Porphyrium (Fragmenta)

Methodius

Methodius, Adversus Porphyrium (Fragmenta), Bonwetsch, Hinrichs, 1917

Οὐκ ἠν μὲν οὐν οὐδὲν θαυμαστὸν τῷ Χριστῷ τοῦ θεοῦ καταπλήξει > δυνάμεως ἀτρέπτου μεγέθει τὰς ἀντιστατικὰς φύσεις τῶν δαιμόνων. ἀλλ᾿ ἐπειδὴ ἄχος αὐτοῖς δὴ καὶ τοῦτο προσέφερεν νικηθῆναι γὰρ ὑπὸ τοῦ κρείττονος μᾶλλον ἂν εἵλοντο), διὰ τοῦτο δἰ ἀνθρώπου τὴν ἐπὶ σωτηρίᾳ πάντων ᾠκονομήσατο ἔκβασιν, ὅπως οἱ μέν, τῆς ζωῆς αὑτοῖς αὐτῆς σωματικῶς καὶ τῆς ἀληθείας ἐνσκηψάσης, οἱ ἄνθρωποι πρὸς τὴν μόρφωσιν ἀναδραμεῖν καὶ τὸν φωτισμὸν ἐπέσχωσιν τοῦ λόγου, τὰ τῆς ἁμαρτίας θέλγητρα, οἱ δὲ πρὸς τοῦ ἀσθενεστέρου νικηθέντες καὶ καταπεφρονημένοι οἱ δαίμονες λήξωσι τοῦ θράσους, τῆς κατὰ τὸν Τυφῶνα δεθέντες φλεγμονῆς.

διὰ τοῦτο γὰρ μάλιστα εἰσήχθη καὶ ὁ σταυρός, τρόπαιον κατὰ τῆς ἀδικίας καὶ ἔκπληγμα τεθείς, ὥστε μηκέτι τῇ ὀργῇ ὑπεύθυνον εἶναι ἀπεντεῦθεν τὸν ἄνθρωπον, ἀναπαλαίσαντα μὲν τὸ κατὰ τὴν παρακοὴν ἥττημα, νικήσαντα δὲ τὰς κάτω δυνάμεις ἐννόμως καὶ ἐλεύθερον ὀφλήματος παντὸς δωρεαῖς ἀναδειχθέντα θεοῦ, ἐπειδὴ οὕτω γε ὁ πρωτόγονος λόγος τοῦ θεοῦ δικαιοσύνης φράξας τὸν ἄνθρωπον ὅπλοις , ἐν ᾧ ἐσκήνωσεν, τὰς δουλωσαμένας ἡμᾶς δυνάμεις κατηγωνίσατο διὰ τοῦ σταυροειδοῦς, ὡς εἴρηται, σχήματος. τὸν τῇ φθορᾷ δεδυναστευμένον ἄνθρωπον δείξας ἐλεύθερον χερσὶν ἡπλωμέναις.

Ἔστι γὰρ τοῦτο, εἰ χρὴ ὁριστικῶς εἰπεῖν, τὸ σχῆμα νίκης κραταίωμα, θεοῦ κάθοδος ἐπ’ ἄνθρωπον , τρόπαιον κατὰ τῶν ὑλικῶν πνευμάτων, ἀπαλλαγὴ θανάτου, ὑπόθεσις ἀνόδου πρὸς ἀληθινὴν ἡμέραν καὶ διαβάθρα τῶν ἐπειγομένων ἀπολαῦσαι τοῦ ἐκεῖ φωτός, μηχανὴ δἰ ἡς οἱ εἰς τὴν οἰκοδομὴν εὐθετοῦντες τῆς ἐκκλησίας κάτωθεν, λίθου τετραγώνου δίκην, ἀνέλκονται ἐναρμοσθησόμενοι τῷ θείῳ λόγῳ.

ἐντεῦθεν οἱ τῇδε βασιλεῖς, πάσης πονηρᾶς ἕξεως ἐπὶ σκεδασμῷ τὸ σταυροειδὲς παραλαμβάνεσθαι αἰσθόμενοι σχῆμα, τὰ καλούμενα τῇ Ρωμαïkῇ διαλέκτῳ βήξιλλα ἐμηχανήσαντο. ἔνθεν εἴκουσα τούτῳ ἡ θάλασσα τῷ σχήματι πλωτὴν ἑαυτὴν ἀνθρώποις παρέχει. ὅλη γάρ, ὡς εἰπεῖν, τούτω ἡ κτίσις πρὸς ἐλευθερίαν ἐνδέδυται τῷ σημείῳ· τά τε γὰρ ὄρνεα ὑψιπετοῦντα τὸ σταυροειδὲς κατὰ τὴν ἔκτασιν [*](3 vgl. Symp. S. 33, 9ff. De autex. 20, 2 S. 200, 6ff — 12 vgl. Symp. S. 33, 13 — 26 De res. II, 3, 5 S. 334, 21 — 28 Justin, I Apol. 55. Tert. Apol. 16. Ad nat. I, 12. Minuc. Octav. 29, 7. 8 — 31 Tert. De orat. 29) [*](11 Athan. De incarn. 25) [*](2 καὶ < Μ 3 αὐχος Μ | αὐτοῖς Md: αὐτῶν M | σφαδἱσμον 5 εἵλαντο Μ (in εἵλοντο corr. D) | σωτηρία M 10 λή|ξουσι M ν 11 δεθέντες] etwa μνησθέντες vermutet Md 21 ὀριστικῶς D 715 26 in λίθων τετραγόνων corr. D)

505
πτερύγων σχῆμα αἰνίσσονται, αὐτός τε ὁ ἄνθρωπος τὰς χεῖρας πετάσας οὐδὲν ἄλλο ὑπάρχων φαίνεται ἢ τοῦτο.

ὅθεν αὐτῷ δὴ τούτῳ, ᾧπερ ἐκ κατασκευῆς κεκόσμητο, σχηματισάμενος αὐτὸν ὁ κύριος θεότητι ἐκέρασεν, ἵνα ὄργανον ἠ λοιπὸν τοῦ θεοῦ ἱερόν, πάσης ἀσυμφωνίας τε καὶ ἀρρυθμίας ἀπηλλαγμένον.