Adversus Porphyrium (Fragmenta)

Methodius

Methodius, Adversus Porphyrium (Fragmenta), Bonwetsch, Hinrichs, 1917

Ἐπεδήμησεν ὁ υἱὸς τοῦ θεοῦ Χριστὸς ταγαῖς τοῦ πατρὸς τῇ ὁρατῇ κτίσει, ἵνα δὴ τὰ κράτη τῶν τυραννούντων ἀνατρέψας δαιμόνων ἐξέληται τῆς πικρᾶς τἀς ψυχὰς δουλείας, ἀνθ᾿ ὧν φύσις ταῖς προποσίαις τῆς ἀδικίας γεγοητευμένη θορύβου τε καὶ ἀταξίας ἐπεπλήρωτο, οὐκ ἔτι τῶν συμφερόντων εἰς ἀνάμνησιν ἀναδραμεῖν οὐδαμῶς δυναμένη.

διόπερ καὶ πρὸς τὰ εἴδωλα ῥᾳδίως εἵλκετο, ἅτε ἐπικλύσαντος πάντα τοῦ κακοῦ καὶ πάσας ἐπινενεμημένου τὰς γενεάς, κατὰ τὴν ἀλλοίωσιν τὴν ἐκ τῆς παρακοῆς προσηεγενημένην ταῖς ἐνσάρκοις ἡμῶν σκηναῖς, ἕως ὁ κύριος Χριστὸς δι’ ἧς ἐπεφάνη κὸς τῷ βίῳ ἀμυδρώσας τῶν ἡδονῶν τὰς ἐπιβολάς, αἷς αἱ κάτω δυνάμεις καθ’ ἡμῶν ὡπλίζοντο καταδουλῶσαι τὸ διανοητικόν, ἐλεύθερον πάντων τὸν ἄνθρωπον διέδειξε κακῶν.

τούτου γὰρ ἕνεκα καὶ σάρκα ἐφόρεσεν ὁ κύριος Ἰησοῦς, καὶ ἄνθρωπος ἐγέν·ετο καὶ προσηλώθη τῷ σταυρῶ̣ οἰκονομούμενος, ὅπως δι' ἡς σαρκὸς οἱ δαίμονες ἀναδεῖξαι θεοὺς ἠλαζονεύσαντο, πρὸς θάνατον τὰς ψυχὰς μεθόδοις ἀπάτης ἀγκιστρευσάμενοι, διὰ ταύτης ἀνατραπέντες κατοπτευθῶσιν οὐκ ὄντες θεοί.

κωλύων γὰρ ἐπὶ πλέον άρθῆναι τὴν μεγαλάύχησιν αὐτῶν ἄνθρωπος ἐγένετο, ἵνα δὴ δι᾿ οὗ σώματος τὸ λογικὸν γένος τῆς ὄντος ἀπαλλοτριώσαντες θεοῦ θρησκείας ἐλυμήναντο, διὰ τούτου ἀρρήτοις τέχναις σοφίας τὸν λόγον χωρήσαντος ὀλετῆρες ἐλεγχθῶσιν, ἀλλ’ οὐκ εὐεργέται τῶν ψυχῶν.

[*](10 vgl. De res. II, 15, 3. 7. 21, 4. III, 21, 12 S. 361, 9ff 363, 3 ff. 376, 4f. 420, 2ff)[*](2 vgl. Athan. De incarn. 25)[*](2 M Bl. Sl. D Bl. 714. Überschrift Μεθοδίου ἐπισκόπου πρὸς τοὺς »τί ὠφέλησεν ἡμᾶς ὁ υἱὸς τοῦ θεοῦ σαρκωθεὶς ἐπὶ γῆς καὶ γενόμενος ἄνθρωπος; καὶ διὰ τί τῷ τοῦ σταυροῦ σχήματι ἠνέσχετο παθεῖν καὶ οὐκ ἄλλῃ τινὶ τιμωρίᾳ; καὶ τί τὸ χρήσιμον τοῦ σταυροῦ; | ἐπιταγαῖς Ausgg. 9 προγεγ. M 11 βίῳ] κυρίῳ D, wohl durch Verlesen von βῖ in M 21 σοφίας D 714v)
504