De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

Εἰ δέ τις ὁμόσε τῷ λόγῳ ἰέναι τολμῶν ἀποκρίνοιτο ὡς ἄρα διδάσκει ὁ ἀπόστολος ὡς οὐ μόνον ἐν τῷ λογίζεσθαι τὸ κακὸν ὃ μισοῦμεν καὶ ὃ οὐ θέλομεν πράσσομεν, ἀλλὰ καὶ ἐν τῷ ποιεῖν καὶ κατεργάζεσθαι, διὰ τό »οὐ γὰρ ὅ θέλω ποιῶ« λελέχθαι »ἀγαθόν, ἀλλ’ ὅ οὐ θέλω κακόν, τοῦτο πράσσω«, ἀξιώσομέν που, εἰ ἀληθῆ γέγει ὁ ταῦτα λέγων, διασαφῆσαι τί ἦν τὸ κακὸν ὅ ἐμίσει ὁ ἀπόστολος καὶ ὃ οὐκ ἐβούλετο μὲν ποιεῖν, ἐποίει δέ, καὶ τὸ ἀγαθὸν ὅ μὲν ποιεῖν, οὐκ ἐποίει δέ, ἀλλ’ ἀντιστρόφως, ὁσάκις μὲν ἤθελε ποιῆσαι τὸ ἀγαθόν, τοσαυτάκις, οὐ τὸ ἀγΜὸν ὅ ἤθελεν, ἀλλὰ τὸ πονηρὸν ὅ μὴ ἤθελεν ἐποίει.

ἦρά γε οὐ θέλων εἰδωλολατρεῖν, ἀλλὰ θεολα- τρεῖν, ὅ μὲν ἤθελε θεολατρεῖν οὐκ ἠδύνατο, ὅ δὲ μὴ ἤθελεν εἰδωλο- [*](3 Psal. 19, 13. 14 — 6 II Kor. 10, 4. 5; vgl. S. 338, 14 — 9. 13 Plato Pol. 610 C — 12 Rom. 7, 19) [*](1 οὐ θέλω ἐνν. < S | θέλων Ph | ἐνν. οσα] ἐννοούμενος ἃ Ph | μὴ ἤθελεν S | ἐπισκέψασθε Ph Ausgg. 2 δεῖ + S | διὰ ταῦτα αὐτὰ] »von « S | αὐτὰ < V | καὶ . . ἐνετ. τ. θεῷ < S 2f δυσχαιραίνων U 3 τὸ λογίζ. V | καὶ αὐτὸν < S | ἅ μὴ θέλων ἅ μὴ ἤθελεν S (wahrsch. die Verdoppelung bei der Übers.) 4 ἐὰν — ἔσομαι καὶ Ζ. 5] »und bald « S 6 ὁ αὐτὸς δὲ S | ἐν ἑτέρῳ] ἑτέρους δὲ S 7 καθαιρ. S 104: φησί + S | καὶ πᾶν — θεοῦ Ζ. 8] »und bald « S 9 ὁμόσαι V: < Pha | ὁμόσε τ. λ. ἰέναι < S | τῷ λόγῳ] U 152v | τολμᾶ ἀποκρίνεσθαι εἰπεῖν?) S 10 διδάσκοι V Ph: »redet« S | ὡς — ἀξιώσομεν Ζ. 13] »nicht nur von Gedanken, sondern vom (o am Rd. in Sa: na »auf« S) Tun habe dies der Apostel « S 10f ὁ < Ph) μιδ.] νομιοῦμεν V 11 πράττομεν Phb: U | ποιεῖν Ph 11 f αὐτὸ nach κατ. Ph 12 καὶ V Ph τὸ Ph: τοῦ U: τοῦτο V ἀγ. λελέχθαι Ph 13 ἀλλὰ U | ἀξιώσωμεν U Ph b : V | εἰ] γὰρ übersetzt S 14 μὲν schon nach ἐμίσει Ph: < S 15 o vor οὐχ < U Ph | ἠβούλετο VU | ἐποίει δέ] καὶ τοῦτο ἐποίει S | καὶ τὸ — ἐποίει δὲ Ζ. 16 < Pha S | τὸ < U 16 ἀλλὰ U 17 f ἤθελεν ἐποίει, ἀλλὰ Ph | 18 ἆρά γε — κορυφαιότατον S. 336, 14 < Ph | ἆρά γε Jh: ἄρα γὰρ VU: ἆρα γοῦν? S 18f ἀλλὰ θεολατρεῖν < V 19 ἐδύνατο, ἢ V)

336
λατρεῖν ἠδύνατο, ἢ σωφρονεῖν μὲν ὅ ἤθελεν οὐκ ἐποίει, ἀκολασταίνειν δὲ ὅ ἤχθετο ἐποίει; καὶ συλλήβδην κραιπαλᾶν, ἀσωτεύεσθαι καὶ θυμοῦσθαι, ἀθικεῖν καὶ τὰ ἄλλα ὅσα πονηρίας ἔργα, ἅ μὴ ἤθελε μὲν ἐποίει, ἄ δὲ ἤθελε, δικαιοσύνην καὶ ὁσιότητα, οὐκ ἐποίει;

καὶ μὴν αὐτὸς ἐν ταῖς ἐκκλησίαις προτροπάδην ἐξεγείρων πάντας εἰς τὸ μὴ ἀνομεῖν οὐ μόνον τοὺς ποιοῦντας καὶ ἐπιτηδεύοντας τὰ ἄτοπα ὀλέθρῳ τηρεῖσθαι καὶ ὀργῇ παρεγγυᾷ, ἀλλὰ καὶ τοὺς συνευδοκοῦντας αὐτοῖς εἰς ταῦτα, ἀμιγὲς ἁμαρτίας ἐν ἡμῖν τὸ δίκαιον ἀσκεῖσθαι διαμιλλώμενος. Πᾶν γὰρ ἁμάρτημα καὶ ἐπιτήδευμα τὸ συμπέρασμα κτᾶται διὰ τῆς σαρκός.

πολλάκις γοῦν ἐν ταῖς ἐπιστολαῖς άναφανδὸν αὐτὰ δὴ ταῦτα διδάσκων ἡμᾶς ὑπεκτρέπεσθαι καὶ μισεῖν »μὴ πλανᾶσθε· οὔτε πόρνοι« βοᾷ »οὔτε εἰδωλολάτραι οὔτε μοιχοὶ οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται οὔτε κλέπται οὔτε πλεονέκται οὔτε μέθυσοι, οὐ λοίδοροι, οὐχ ἄρπαγες βασιλείαν θεοῦ κληρονομήσουσι«. καὶ τὸ κορυφαιότατον, εἰς τὸ παν- τάπασιν ἡμᾶς ἐκ παντὸς ἀποδρᾶναι καὶ ἀποτινάξασθαι τὸ ἁμαρτάνειν προτρέπων »μιμηταί μου« ἀποφαίνεται »γίνεσθε καθάπερ κἀγὼ Χριστοῦ«.

οὕτως οὐ τῷ ποιεῖν ἅ μὴ ἤθελε καὶ πράττειν ὑπέθετο τὰ προειρημένα, ἀλλὰ τῷ μόνον λογίζεσθαι· ἐπεὶ πῶς ἂν ἦν μιμητὴς άκριβὴς τοῦ Χριστοῦ; | νυνὶ δὲ ἐπειδήπερ ἐπιπίπτουσι θηριώδεις [*](7 Röm. 1, 32 — 11 I Kor. 6, 9. 10 — 16 I Kor. 11, 1) [*](1 θέλων σωφρονεῖν S | ἐποίει . . ἐποίει Z. 2] ἠδύνατο beidemale S | ἆκολασταίνειν < S 2 καὶ συλλ. — οὐκ ἐποίει Ζ. 4] »so auch bei dem übrigen« S | καὶ κραιπαλᾶν V | ἀλλὰ ἀσωτεύεσθαι U | καὶ2 < V 3 ὄσα] τῆς U 3f ἤθελεν ἐπ. μὲν U 4 καὶ μὴν — διαμιλλώμενος Ζ. 8] »Aber treibt nicht er selbst alle Gemeinden an (viell. »antreibend«) zum Guten, die Bösen der Plage und dem Zorn übergebend, nicht nur die Sühdigenden, sondern verwirft auch, die mit daran Gefallen haben?« S 8 ταῦτα] αὐτὰς U | ἀμιγαῖς ἁμαρτίαις V | ἀμιγγὲς U | διαμιλλώμενον V 9 πᾶν S 104v | καὶ ἐπιτήδευμα U 153 < S 10 γοῦν] οὖν V | ἀναφανδὸν < S | ταῦτα < V 11 ἡμᾶς < S | κ. μισεῖν < S | μισεῖν φησὶν U 12 βοᾷ < U: »sprach er« S | οὔτε μοιχοὶ — ἅρπαγες Z. 13] »noch alle Übeltäter« S 13 οὐκ ἄρπ. V 14 βασιλ. θ. οὐ κληρ.] »werden des Reiches Christi würdig sein« S | οὐ κληρ. V; vgl. S. 324, 14 | τὸ κορυφαιότατον < S | εἰς — παντὸς Z. 15] πῶς δὲ καὶ ἡμᾶς εἰς τὸ παντάπασιν Ph 15 f ἀποδρ. . . τὸ ἁμαρτ. προτρ.: »reinigend von der Sünde« S 15 ἀποδρ. καὶ < Ph | κ. ἀποτεινάξασθαι V: < S 16 προτρεπόμενος Ph | γίνεσθαι V | καθάπερ] καθὼς Ph 17 οὕτως] οὖ Phb | οὐ τὸ U Bo1 | κ. πράττειν < Fh S 18 προ|ειρ. V 378bv | ἀλλὰ τὸ Bo1 Phb | ἦ U 18f μιμ. Χριστοῦ ἀκριβής Ph 19 νυνὶ — ψυχῆς αὐτοῦ S. 338, 1 < Ph | νυνὶ — νεύοντας S. 337, 6 < S | ἐμπίπτουσι U)

337
πολλάκις λογισμοί, ἐπιθυμίας ἡμᾶς ἄλλοτε ἄλλως ἐμπιπλάντες καὶ περιεργίας ἀλόγου,
  • ἠύτε μυιάων ἀδινάων ἔθνεα πολλά,
  • ἔφη »τὸ γὰρ ὅ οὐ θέλω. τοῦτο ποιῶ«.

    ἅ χρὴ τῆς ψυχῆς εὐθαρσῶς ἀποσοβεῖν, μηδὲν ὄλως εἰς τὸ ποιῆσαι τὰ ὑπ᾿ αὐτῶν ὑπηχούμενα νεύοντας. ἵνα γὰρ ἐγκριθῶμεν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἐν πάσαις ἡδοναῖς καὶ λύπαις δοκιμασθέντες εἰ μὴ μεταβαλλοίμεθα, ἀλλὰ πανταχοῦ καθάπερ ἀκήρατος χρυσὸς διὰ πυρὸς βασανιζόμενος οὐκ ἐξιστάμεθα τῆς οἰκείας ἀρετῆς, συμβαίνει <τὸ> διοχλεῖσθαι τὸν ὑπὸ πολλῶν.

    ὅθεν δὴ γενναίως ὥσπερ στρατιώτας ἀρίστους ἀντιπαρατάσσεσθαι δεῖ, οἵ ἐπειδὰν ὑπὸ τῶν ἐχθρῶν αἴσθωνται πολιορκούμενοι, τοξείας οὐδὲν φροντίσαντες καὶ τῶν ἄλλων αὐτῶν ἀκοντισμάτων, ὑπὲρ τοῦ σῶσαι τὴν πόλιν προθύμως ἐπ᾿ αὐτοὺς ἵενται, μηδὲν ἐλλείποντες σπουδῆς, ἔστ᾿ ἂν τὸ στῖφος αὐτῶν εἰς φυγὴν ἀνατρέψαντες ἀπώσωνται τῶν ὅρων ἔξω.

    ὁρᾷς γὰρ ὡς οἱ λογισμοὶ διὰ τὴν ἐνοικοῦσαν ἁμαρτίαν ἐν ἡμῖν ἐξωθεν ἐπισυνίστανται, καθαπερεὶ κύνες λυσσῶντες ἢ ἄγριοι καὶ θρασεῖς λῃσταὶ καθ᾿ ἡμῶν ἀεὶ παρορμώμενοι ὑπὸ τοῦ τυράννου καὶ ἄρχοντος τῆς ἀδικίας, δοκιμάζοντος ἠμᾶς εἰ ἀνθίστασθαι αὐτοῖς ἀρκοῦμεν καὶ ἀντιπαρατάσσεσθαι.