De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

καὶ τοίνυν εἰ τὰ σώματα ἡμῶν ἐν ὰγιασμῷ διακρατούμενα »ναός ἐστι τοῦ ἐν ἠμῖν« οἰκοῦντος πνεύματος«, καὶ »ὸ κύριος ἐν τῷ σώματι«, καὶ τὰ μέλη τοῦ σώματος »μέλη Χριστοῦ, ὑποτάσσεται« ἄρα τὸ σῶμα »τῷ νόμῳ« τῷ θείῳ »κληρονομῆσαι« δύναται »τὴν βασιλείαν τοῦ θεοῦ..

ὁ γὰρ »ἐγείρας Χριστὸν ἐκ νεκρῶν ζῳοποιήσει« φησί »καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ πνεύματος ἐν ὑμῖν«, ἵνα »τὸ θνητὸν τοῦτο« ἐνθύσηται τὴν »ἀθανασίαν καὶ τὸ φθαρτὸν τὴν »εἰς νῖκός τε καταποθῇ ὁ δάνατος.« οὐ γὰρ περὶ ἄλλου διελάβανεν καθ’ ἡμᾶς ἐνταῦθα σώματος ὁ ἀπόστολος, ἀλλὰ περὶ τούτου τοῦ ἀποθνῄσκοντος καὶ ωεκρουμένου, δι᾿ οὗ κοὶ πορνεῦσαι καὶ ἀσελγῆσαι δυνατόν.

Ἐὰν δὲ διαφορὰν εἶναι σώματος πρὸς σάρκα ὑποτοπάζωσιν (ἵνα δὴ καὶ ταῦτα αὐτοῖς ἐπιτρέψωμεν λογικεύεσθαι), καὶ σῶμα [*](3 I Kor. 6, 18 — 5 vgl. Syrnp. 8, 2. 13. De lepra 5. 6 — 10 I Kor. 6. 19 — 11 IKor. 6, 13. 15 — 12 Röm. 8, 7 — 13 I Kor. 15, 50 — Röm. 8, 11 15 IKor. 15, 53. 54 — 21 vgl. De res. I, 25) [*](1 ζεῦξιν τ. μελ. κ. U: < S | μελῶν] μελλόντων V | μίαν U μίασμα V: ἓν σῶμα ὂν S: viell. μία καὶ ἕν σῶμα, vgl. I Kor. 6, 16 ἕν σῶμά ἐστιν; . . siq σάρκα μίαν | γιγνόμενον U 2 παρὰ — ἔξω < S | πάντα ταῦτα U | < S | πληροῦνται V 3 κ. ἔκλυσιν V wie Symp. S. 90, 2: < S | ἀμαρτημάτων V: ὁρμήματα w. e. seh. S 4 ὁ ἄνθρωπος DdJh | ὁ δὲ S 99v 5 ἁμαρτάνει] »indem er Schmutziges und Unreines « + S 6 πορνία V wie oft | καὶ οἰστρός < S 8 σῶμα < U | σωφροσ . . δόγμασιν] σωφροσύνῃ S | δόγμ. (S. 294, 11): διδάγμασιν V | διολισθήσωσι U, σιολίσθωσαν V 9 ὑμῶν V 11 ἐν < S | τοῦ σώματος] πάντα S 12 ἄρα οὖν las schwerl. S | τῷ θείῳ καὶ] θείω V 13 κληρονομήσετε V | κληρ. δύν.] »ist ürdig « S | τοῦ θεοῦ] τοῦ χριστοῦ S 14 φησί < S | ὑμῶν] ἡμῶν S 15 τὸ ἐνοικοῦν . . πνεῦνα wie 21, 3 S. 244, 11 S θνητὸν V 374v 16 τὸ φθαρτὸν τ. ἀφθαρσίαν < S 18 καθ᾿ ἡμᾶς KlHoll: καθ’ ὑμᾶς V: < US | ἐνταῦθα < S 18f τοῦ καὶ U 19 καὶ — δι᾿ οὖ < S | δι᾿ οὖ] δικαίου V 21 εἶναι U 148v | ὑποτοπ.: »sie sagen« S 22 αὐτοὺς V | λογικ.: »zu « S | μὲν] αὐτοῖς S 100)

327
ἄλλο νομίζοιεν, οἶον αὐτῆς τῆς ψυχῆς, ὅ μὴ βλέπεται, σάρκα δὲ τοῦτο τὸ ἔξω τὸ βλεπόμενον, λεκτέον ὡς οὐ μόνον ὁ Παῦλος καὶ οἱ προφῆται σῶμα γιγνώσκουσι τὴν σάρκα ὀνομάζεσθαι ταύτην, άλλὰ καὶ ἄλλοι φιλόσοφοι, παρ’ οἶς δὴ μάλιστα καὶ ἡ τῶν ὀνομάτων ἀκρίβεια παρατετήρηται.

σὰρξ γὰρ ὅλως, εἰ βούλονται καὶ περὶ τούτων ἐπιστη- μόνως ἐπισκέψασθαι, πᾶς ὁ ὄγκος οὗτος τοῦ σκηνώματος ἡμῶν κυρίως οὐ λέγεται, ἀλλά τι μέρος τοῦ ὅλου καθάπερ ἢ ὀστᾶ ἤ νεῦρα ἤ φλέβες· σῶμα δὲ τὸ ὅλον. ὅθεν καὶ ἰατροί, οἳ δὴ καὶ περὶ φύσεως σωμάτων ἀκριβῶς διειλήφασι, σῶμα γινώσκουσι τοῦτο τὸ βλεπόμενον. ἀλλὰ καὶ ὁ Πλάτων καὶ αὐτὸ τοῦτο σὼμα καὶ αὐτὸς ἐπίσταται.

ἐν γοῦν τῷ Φαίδωνι ὁ Σωκράτης »ἆρα μὴ ἄλλο τι τὸν θάνατον ἡγούμεθα εἶναι« ἴφη »ἤ <τὴν> τῆς ψυχῆς ἀπὸ τοῦ σώματος ἀπαλλαγήν; καὶ εἶναι τοῦτο <τὸ> τεθνάναι, χωρὶς μὲν <ἀπὸ> τῆς ψυχῆς ἀπαλλαγὲν αὐτὸ καθ’ ἑαυτὸ τὸ σῶμα γεγονέναι, χωρὶς δὲ τὴν ψυχὴν <ἀπὸ> τοῦ σώματος;« ὁ γάρ τοι Μωυσῆς ὁ μακάριος (ἥκομεν γὰρ καὶ ἐπὶ <αὐτὰς>

τὰς κυριακὰς ἤδη γραφάς) οὐ σῶμα τοῦτο ὀνομάζεσθαι ἐπίσταται, ὅ βλέπομεν, »καὶ πλυνεῖ τὰ ἱμάτια« λέγων ἐν τοῖς καθαρισμοῖς ὁ ἐπιψαύσας τοῦ ἀκαθάρτου, καὶ λούσεται« τὸ σῶμα αὐτοῦ »ὕδατι«, »καὶ ἀκάσαρτος ἔσται ἕως ἑσπέρας«; τί δὲ καὶ ὁ Ἰώβ; οὐ σῶμα ἐπίσταται καὶ αὐτὸς τοῦτο τὸ νεκρούμενον καλεῖν, »φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων‘ γέγων;