De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

διὸ καὶ οὐ λέξει δικαιοσύνης δόγμασιν ἀπαραλλάκτοις κρίνοντι τῷ θεῷ· »τί με ἐποίησας οὕτως« κατακριθέντα εἰς τὸ ἀλγύνεσθαι;

πρόσσχες γὰρ ὅπως ὥσπερ ἀκοντιστὴς ὁ ἀπόστολος δεινὸς συνεστραμμένα ῥήματα τῶν λόγων εἰς μέσον ἐμβαλὼν ἀσαφῆ μὲν καὶ ἐπικεκαλυμμένην μένην ποιεῖται εἰς βάθος τῶν ἀναγνωσμάτων τὴν ἐξεργασίαν, ἀληθεστάτην δὲ καὶ ὀρθόδοξον καὶ μηδὲν ἔχουσαν ἀπημελημένον ἢ δύσφημον.

τοῖς μὲν μὴ μετὰ σπουδῆς ἀλλὰ ἀγεννῶς ἐγκύπτουσι τοῖς [*](6 Plato Epin. 979 B — 8 Röm. 9,20 — 13 Plato Prot. 343 E — vgl. Symp. 3, 2 S. 28, 18 ff 1 ἡ δὲ — βλαστὸν] »ihr nicht zu wachsen gestatten« (μὴ πρὸς ἔκτασιν od. αὔξησιν αὐτὴν ἐᾶσαι φῦναι) S | βλαστὸν] καρπὸν ἢ βλαστὸν C καὶ [<S 2 τὸν ἐκθρέψ.—μέγεθος] »wer sie wachsen läßt« S | μὴ] μὴ ὅτι U, μήτι Jh 3 τὸ<Jh, nach ὅσον C | κ. συμπιλ. <S | συμπιπλώσαντα V, συμπειλήσαντα U, συνπηλήσαντα C 4 εἵλατο—τιμῆσαι Z. 5] »noch es unfruchtbar zu machen« S | εἵλετο C 5 πρὸ<U | προτιμῆσαι U 6 αὐτοαιτῆς C | ὢν V 363 6f Pl οὐ τὴν θείαν..αἰτιᾶσθαι δεῖ φύσιν, οὐκ ἐν δίκῃ διανέμουσαν 7 τὴν θ. φύσιν] »die heilige Gottheit« S | ἐν δίκῃ] δικάζουσαν od. κρίνουσαν οὐδὲ w.e.sch, (»nicht gerecht richtend noch«)+S | ἑκάστῳ <S | κακίας—ἀμοιβαῖα Z.8: »entsprechend dem Bösen u. Guten« S 8 καὶ] ἢ VC | ἀμοιβαῖα] es endet C 9 πλάσαντι V S: ποιήσαντι U 10 ἢ οὕτως <US | εἵλατο] »wir…erwählen« izvolim S (viell. aber »er… erwählt hat« izvoli) 11 διὸ <V | οὐ λέξει] σὺ λέξη V | δικαιοσύνῃ καὶ δείγμασιν S 12 κατακρ.—ὅπως Z.13<U | κατακριθὲν V | πρόσχες V 13 δεινὸς<S | τῶν (U 126) ἀναγνωσμ. τ. ἐξεργ: τὰ ἀναγνώσματα τούτων τῶν ἐξεργασιῶν od. ἐξηγήσεων w.e.sch. S 16 καὶ ὀρθόδοξον <S | ἀπημελημ. ἢ<S 17 ἀγεννῶς: »nur mit Unachtsamkeit« S | ἐγκύπτουσι VS vgl. S. 295, 8: ἐκπίπτουσι U 17f τ. λόγοις S 85)

295
λόγοις ἀσυνάρτητα ἔσθ᾿ ὅτε δοκεῖ καὶ ἀσύμφωνα λέγειν, τοῖς δ᾿ αὖ σπουδαίως καὶ λογισμῷ νήφοντι ὁπόσης τάξεως ἔμπλεα καὶ ἀληθείας.

Δι᾿ ἀκριβείας μὲν οὖν περὶ τούτων διεξιέναι τὰ νῦν ἱκανὸν ἂν γένοιτο αὐτὸ καθ᾿ ἑαυτὸ μόνον ἔργον. καὶ γὰρ γελοῖον καταλείψαντάς σου τὴν σκέψιν, ἧς ἕνεκα ταύτην ἐστειλάμεθα, εἰς ἄλλα μετιέναι. ταῦτα γὰρ ἡμῖν εἴρηται διὰ τὴν τῶν ἐθελοκακούντων τιμωρὸν δίκην.

ἀποδειχθέντος τοίνυν ἐνδηλότατα, τὸν θάνατον τῷ ἀνθρώπῳ μεμηχανῆσθαι μὴ ἐπὶ κακῷ τινι, ἀλλὰ <ἐπ᾿ ἀγαθῷ> , χρὴ λοιπὸν τὸν μὴ φαύλως τούτοις ἐγκύπτοντα περὶ τῆς ἀναστάσεως νοεῖν τοῦ σώματος. πῶς γὰρ οὐκ ὠφέλιμος ὁ θάνατος, διαφθείρων ἡμῶν τὰ ληΐζοντα τὴν φύσιν, εἰ καὶ παρὰ τὸν καιρὸν ἐπαχθής, καθ᾿ ὃν προσφέρεσθαι δοκεῖ καθάπερ αὐστηρότατον τῷ νοσοῦντι φάρμακον; καὶ ἵνα μὴ πολλάκις τὰ αὐτὰ περὶ τῶν αὐτῶν διαλεγώμεθα, φέρε καὶ ἀπὸ τῆς ᾠδῆς ἔτι τοῦ Δευτερονομίου βεβαιώσαντες τὸν λόγον ἴωμεν τὰ ἑξῆς διαληψόμενοι.

Τὸ γάρ »ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου« λεγόμενον ὑπὸ τοῦ θεοῦ τί ἄλλο διδάσκειν βούλεται ἢ ὅτι διὰ τοῦτο τὸ σῶμα πρῶτον ἀποκτέννυται καὶ θνῄσκει, ἵνα αὖθις ἀνασταθῇ καὶ ζήσῃ; [*](3 Plato Tim. 89 D — 6 Plato Epin. 988 E — 12 Plato Gorg. 490E — 15 Deut. 32,39 1 ἀσύμφωνα...καὶ ἀσυνάρτητα S | αὖ] »ο« S 2 σπουδαίοις S | κ. λογισμῷ νήφ. <S | ἀληθείας ἔμπλεα καὶ νοήσεως S 3 Δι᾿ ἀκριβείας —ἔργον z.4 auch Pl | ἀκρίβειαν S | οὖν<S | διεξ. τὰ νῦν] διεξελθεῖν Pl 3 f ἂν γέν.—ἔργον Z. 4 <S 4 καὶ γὰρ γελοῖον; »den es ist nicht gut« S | γέλοιον V | καταλείψαντάς—ἐστειλάμεθα z. 5] »von Einem« S 5 σου] οὖ V, που Jh | ἦς<V | ταῦτα—δίκην Z.6<S 6 τὴν<U 7 ἐνδηλώτατα U | μεμ.: »daß..ist« S 8 μὴ<V | ἀλλὰ<S | ἐπ᾿ ἀγαθῷ +Holl | τὸν—ἐγκύπτ. <S 9 περὶ] τῆς ὕλης καὶ + S | νοεῖν] »zu reden« S | τοῦ σώματος <S | ὠφέλιμον V 10 καὶ φθείρων (od. ἢ διαφθείρων) las viell. S, (ἢ ili S, wohl aus »und« mit Fragepartikel i li) | τὰ ληΐζοντα <S 11 παρὰ] πρὸς w.e.sch.S | προσφέρ. δοκεῖ] προσφέρεται S 12 αὐστηρώτατα V: <S | τῶ V 363v: <U | μὴ πολλάκις] καὶ πάλιν od. αὖθις S | τὰ αὐτὰ <S | Pl ταὐτὰ...καὶ περὶ τ. αὐτῶν 12f τῶν αὐτῶν] τούτων viell. S 13 καὶ<S | τῆς ᾠδῆς ἔτι <S, ἔτι <U 14 βεβαιώσαντες —διαληψόμενοι] »beginnen wir die Verhandlung zu machen« S 14 βεβαιώσαντες ἰάσομαι <S 17 διδάσκειν βούλεται] »lehrt« S | ὅτι] τὸ V | διὰ τοῦτο <S 18 καὶ θνῄσκει <S | αὖθις <S | ἀνασταθῇ etc.] »kann auferstehen etc.« S)

296
πατάσσεται πρῶτον καὶ θραύεται, ἵνα σῶον αὖθις πλασθῇ καὶ ὑγιές.

καὶ οὐδὲν ἐξελέσθαι ὅλως τὸ σύνολον τῆς μεγάλης καὶ κραταιᾶς αὐτοῦ χειρὸς πρὸς ἀπώλειαν καὶ ὄλεθρον σθένει, οὐ πῦρ, οὐ θάνατος, οὐ σκότος, οὐ χάος, οὐ φθορά. »τίς γὰρ ἡμᾶς« φησίν »χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ;« —ὃς ἑρμηνεύεται χεὶρ τοῦ πατρὸς καὶ λόγος —» θλίψις; ἢ στενοχωρία; ἢ διωγμός; ἢ λιμός; ἢ γυμνότης; ἢ κίνδυνος; ἢ μάχαιρα; καθὼς γέγραπται ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. ἀλλ᾿ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς«, ἀληθέστατα, ἵνα πληρωθῇ, καθὼς ἔφην, τό »ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω καὶ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται« »ἡμᾶς« »ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ« πρὸς ἀπώλειαν. διὸ καὶ »ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς«, ἵνα ἀποθανόντες »τῇ ἁμαρτίᾳ« ζήσωμεν »τῷ θεῷ«.

—καὶ ταῦτα μὲν μέχρι τοσούτου διεσκέφθω· τὰ δὲ συνεχῆ τούτοις ὧδε πάλιν προχειριστέον.