De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

Ἀλλ᾿ ἴσως μὲν ἐπιστήσαντες ἑαυτοὺς πρὸς τὰ λεχθέντα νῦν, ὦ Ἀγλαοφῶν, λέξετε, Καὶ πῶς, εἰ ἀθάνατον ἦν ἐκ γενέσεως καθ᾿ ὑμᾶς τὸ ζῷον, γεγένηται θνητόν, ὁπότε τὸ ἀθάνατον ἀμεταστρόφως τοῦτο ὅ ἐστιν εἶναι χρή, μὴ μεταπῖπτον ἢ ἐξιστανόμενον εἰς τὴν αἰσχίονα καὶ θνητὴν φύσιν; | ἀμήχανον γάρ, ἐπεὶ οὐκέτι ἔσται ἀθάνατον.

Ἐπειδή, λέξω, γενόμενον αὐτεξούσιον πρὸς τὴν αἵρεσιν [*](4 vgl. De res. I, 9, 5. II, 21. Symp. S. 23, 5.11—9 Gen. 1, 26) [*](1 ἦν] ἐποιήθη las schwerl. S, »war es gemacht« se tvorisja: »macht er sie« ja tvorit´s 2 ἀμφὶ τοὺς] »an beide« (πρὸς ἀμφοτέρους?) S 2f ἔμπρ. τ. ἀγάλματος<S 3 φυλάσσειν U |καὶ τοίνυν εἰ: »wenn aber nun« S 4 χειροτμήτων V | ὁ θεὸς U: πόσῳ μᾶλλον θεὸς S 5 ἐξ οὐκ ὄντων τὰ ὄντα S, wohl nach Röm. 4,17 | τὸ ἄγαλμα—ἄνθρωπον Z.6] »den nach seinem Bild geschaffenen Menschen« S | εἶναι—ἀνάγκης Z. 7<S 7 ἐμηχ.] »ist mächtig zu machen« S | οὕτως ἀτιμ. υόμενον] αὐτὸν S | ἀτιμώτατα U 8 παρ.] »zu übergeben« predati: »übergeben werde« sja predati S | καὶ φθορᾷ<S | ὃ] ὃν S | διαφερόντως] »vielmehr« S 9 μορφωπ. U 10 ὃ καὶ ὁ] οὖ U | ὃ] ὃν S 11 ἔστιν V 357 | ἀπῄει γὰρ etc.] »denn der Unvernünftigkeit ist dieser Gedanke Voll« S | ἀπείη vermutet Jh | φρονῆσαι U 119 13 μὲν Jh] μὴ VU: <S | ἐπιστήσαντες—νῦν Z. 14 <S 14 νῦν<U | λέξετε recete: λέγειν resti S 14f καθ᾿ ὑμᾶς] καὶ θαυμάσιον S 15 γεγ. θν.] »ward es sterblich« smrtno bys: »denn es ist unsterblich« besmrtno bo S | ἀμεταστρόφως —ἀθάνατον Z. 18] »nicht sterblich (»unsterblich« S 76v) wird; denn es ist nicht mehr möglich dem Unsterblichen zum Tod überzugehen«; vor »denn« + »Wider die, welche sagen: Wenn der Mensch unsterblich war,—wie ward er dem Tode unterworfen? und vom freien Willen« S 16 ἐξιστανόμενον V Holl: ἐξανιστάμενον U 17 οὐκέτ᾿ ἔσται Md u. Bo: οὐκ ἔστιν VU: nach οὐκ ἔστι etwa <τῷ> ἀθανάτῳ <δυνατὸν ἥκειν εἰς θάνατον> nach S Holl 18 Ἐπειδή, λέξω <S: davor etwa <Δυνατὸν δέ, φημί> Holl | γεν. οὖν S)

276
τοῦ καλοῦ, καὶ τοῦτον τὸν θεσμὸν εἰληφός, ὁ μισόκαλος ἐπιστὰς ἐβάσκανε φθονῶν. »ὁ« γὰρ »θεὸς ἔκτισε τὸν ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ καὶ εἰκόνα τῆς ἰδίας αϊδιότητος ἐποίησεν αὐτόν«. καὶ »ὁ θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ᾿ ἀπωλείᾳ ζώντων«· »φθόνῶ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον«, καθάπερ καὶ ἡ σοφία διὰ Σολομῶνος μαρτυρεῖ.

πόθεν οὖν ὁ θάνατος πάλιν δὴ λέγεσθαι ἀνάγκη, εἰ μὴ θάνατον ἐποίησεν ὁ θεός. εἰ ἀπὸ τοῦ φθόνου, καὶ πῶς ὁ φθόνος τῆς βουλήσεως μᾶλλον ἴσχυσε τοῦ θεοῦ; ἀλλὰ τοῦτο δύσφημον λέξομεν. Πόθεν οὖν ὁ φθόνος; ὁ ἀντιλέγων ἐρεῖ, εἰ γὰρ ἀπὸ τοῦ διαβόλου, καὶ διὰ τί διάβολος ἐγένετο, εἰ ἐγένετο, καὶ ὁ ποιήσας αὐτόν ἐστιν αἴτιος τοῦ εἶναι κακόν; ἀλλὰ ἀναίτιος παντάπασι κακῶν πᾶσιν ὁ θεός.

ἀγένητος ἄρα ὁ διάβολος, καὶ εἰ ἀγένητος, καὶ ἀπαθὴς καὶ ἀνώλεθρος καὶ ἀνενδεής. τῷ γὰρ ἀγενήτῳ ἐξ ἀνάγκης ἁπάσης ταῦτα ὑπάρχειν δεῖ. ὁ δὲ διάβολος καταργεῖται καὶ κολάζεται· τὸ δὲ κολαζόμενον ἀλλοιοῦται καὶ πάσχει, ἀπαθὲς δὲ τὸ ἀγένητον. οὐκ ἄρα ἀγένητος, ἀλλὰ γενητὸς ὁ διάβολος.