De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

ΜΕΘ. Τί δέ; καὶ καλῶς σοι τοῦτο καὶ ὀρθῶς, ἔφην, ἥγησαι λελέχθαι;

ἈΓΛ. Καὶ τί σοι, ἔφη, τοῦτο διαφέρει, ἀλλὰ οὐκ ἐξελέγχεις τὸν λόγον;

ΜΕΘ. Οὐδέν, ἦν δὲ ἐγώ, ἀλλὰ δι᾿ ἅ εἴρηκας, ὅπως ἐξετάζηται ὁ λόγος.

ἈΓΛ. Καλῶς καὶ ὀρθῶς, ἔφη.

ΜΕΘ. Καλῶς δέ σοι δοκεῖ τίθεσθαι καὶ ὀρθῶς ὁ ἑαυτῷ τἀναντία λέγων καὶ ἀσύμφωνα;

ἈΓΛ. Οὐδ᾿ ὁπωστιοῦν.

ΜΕΘ. Ἀμούσως γὰρ οὗτος σοι φαίνεται τὴν ἀλήθειαν ὑποκρί- νεσθαι;

ἈΓΛ. Πάντων μάλιστα, ἔφη.

ΜΕΘ. Οὐκ ἄρα ἀποδέχῃ τὸν ἁρμονίας ἐντείνοντα πρὸς τὸ ψευδὲς μέλος τῶν λόγων;

ἈΓΛ. Οὐδ᾿ ὁπωστιοῦν.

ΜΕΘ. Οὐκιοῦν οὐδὲ σεαυτοῦ λέγοντος ἀμούσως οὐδ᾿ ὁτιοῦν ἀποδέξῃ. δοὺς γὰρ ἀσωμάτως ἡμαρτηκέναι τὰς ψυχάς, ἀποσφαλείσας [*](1 Plato Phaed. 81 A — 2 Plato Krat. 403 B — 11 Plato Pol. I, 349 A 26 Dial. Adam. V, 21 S. 216, 10ff 1 σέσοιτο V 1f Pl μετὰ θεῶν διάγουσα 2f Pl ἡ ψυχὴ γυμνὴ τοῦ σώματος 3 ἵνα ἐπειδήπερ V 4 γίνεται U 8 Ἀλλ᾿ <U 9 σοι V 352 11 διαφέρει Pl Pet: διαφέρειν VU | ἐλέγξεις U 13 Οὐδὲν ἦν] οὐδὲ ψυχὴν U 16 ὁ] ὅς U | τὰ ἐνάντια U 18. 24 οὐδ᾿ ὅπως. τί οὖν VU: Dd vergleicht Thesaur. V, 2129 19 οὕτως U Jh (ἀμούσως οὕτως = »sic inconcinne«), schon Pet übers. »ille« 22 ἁρμονίας] ἁμαρτίας Jh 24 Οὐδ᾿] οὐχ V 25f ἀποδέξει Jh: Pl Phaed. 92 A οὐ γάρ που ἀποδέξῃ σαυτοῦ λέγοντος 26ff D Ἔφης, διὰ τὸ ἡμαρτηκέναι τὴν ψυχὴν ἐνδεθῆναι ἐν τῷ σώματι· εἶτα μετ᾿ ὀλίγον ὑποβὰς αἴτιον πάντων τῶν κακῶν λέγεις τὸ σῶμα, τῆς ψυχῆς καὶ πρὶν ἤ ἐνδεθῆναι ἐν τῷ σώματι ἁμαρτησάσης. εἰ οὖν δυνατὸν τῇ ψυχῇ χωρὶς σώματος ἁμαρτάνειν, τί αἴτιον τὸ σῶμα τῆς ψυχῆς ἁμαρτανούσης 26 ἀποσφαλίσας U 137)

260
τῆς ἐντολῆς, καὶ φράσας διὰ τὴν ἀνομίαν χιτῶνας αὐταῖς ὕστερον τοὺς δερματίνους δεδωκέναι τὸν θεόν, ἵνα δίκην νεκροφοροῦσαι παράσχωσι, χιτῶνας τὰ σώματφράσας, προϊόντος τοῦ λόγου ἐπιλαθόμενος ἅ τὸ πρῶτον ὑπέθου, μὴ δύνασθαι καθ᾿ ἑαυτὴν τὴν ψυχὴν ἀλλὰ

ἀλλὰ παραίτιον αὐτῇ παντοίων κακῶν τὸ σῶμα γεγονέναι· ὅθεν πρὸς τὸ μὴ παρορμηθῆναι πρὸς ἀδικίαν αὐτὴν ξαὖθις, καθάπερ συνέβη καὶ πρόσθεν ὑπὸ τοῦ σώματος, οὕτως εἰς τοὺς αἰῶνας αὐτὴν ἔσεσθαι χωρὶς αὐτοῦ), καίτοι πρῶτον εἰπὼν ἐν τῷ παραδείσῳ πρὸ τοῦ σώματος τὴν ψυχήν, ὁπότε ἔτι μακαρία καὶ ἀναλγὴς ἦν, ἡμαρτηκέναι· παραβάσῃ γὰρ τὴν ἐντολήν, κεκρατυμμένης ἤδη διὰ τὴν πρὸς τὸν ὄφιν πειθὼ τῆς ἁμαρτίας, δεδμὸν αὐτῇ τὸ σῶμα δεδόσθαι τιμωρόν.