De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

καὶ τοίνυν εἰ μή ἐσμεν οἱ αὐτοὶ κἂν ἐπ᾿ ὀλίγας ἡμέρας τῷ σώματι, ἀλλὰ τῷ εἴδει τῷ ἐν τῷ σώματι (τοῦτο γὰρ μόνον ἕστηκεν ἀπὸ γενέσεως), πολλῷ μᾶλλον οὐδὲ τότε οἱ αὐτοὶ κατὰ τὴν αὐτὴν σάρκα ἐσόμεθα, ἀλλὰ κατὰ τὸ εἶδος τὸ καὶ νῦν ἀεὶ διασῳζόμενον ἐν ἡμῖν καὶ μένον, ὃ γὰρ ἐκεῖ τὸ δέρμα, τοῦτο τὸ εἶδος ἐνθάδε· ὅ δὲ ἐκεῖ τὸ ὕδωρ ἐπὶ τῆς εἰκόνος, τοῦτο ἐνταῦθα τὸ προσγιγνόμενον καὶ ἀπογιγνόμενον.

ὥσπερ οὖν νῦν τοῦ σώματος οὐκ ὄντος τοῦ αὐτοῦ, ὅμως ὁ χαρακτὴρ ὁ κατὰ τὴν αὐτὴν μορφὴν ὁ αὐτὸς σῴζεται, οὑτωσὶ καὶ τότε, οὐκ ὄντος τοῦ σώματος τοῦ αὐτοῦ, εἰς τὸ ἐνδοξότερον τὸ εἶδος αὐξηθὲν οὐκέτι ἐν φθαρτῷ, ἀλλ᾿ ἐν ἀπαθεῖ καὶ πνευματικῷ δειχθήσεται σώματι, ὥσπερ οἷον <τὸ> τοῦ Ἰησοῦ [*](4 vgl. De res. III, 3, 6 1f κενωθ. S 67 2 τῶν ὑδάτων las schwerl. S | εἰ μὴ ἀνάγκη ne nuždali: neimjždam S | τοιοῦτο ἀνάγκη V | αὐτὸ τὸ προστιθέμενον las schwerlich S 3 πρότερον Holl, πρῶτον S, πᾶν VU | τὸ εἶναι καὶ < S |τὸ αὐτό < S | περιθεὶς ῥεῖ U: εἰς ὁ εἰσρεῖ S 4 καὶ δὴ ΙΙΙ, 3, 6 |καὶ τὸ]τοῦτο τὸ übersetzt S 5 ἐδεσθήσεται V 6 ὑπεξωθεισῶν V: ὑπεξεωθεισῶν U 7 εἴδους: σώματος schwerl. eichtig S | μὲν οὖν ἂν V 9 κατὰ τὰ ἕτερα: »einem anderen Glied« S | τούτοις] τοσοῦτον S 10 τῶν σαρκῶν ἐν ταὐτῷ (ἐν αὐτῶ V): »dasselbe Fleish« S 10f τ. πρ. ὑποκ. < S 12 προσγινόμενα U | καὶ U 133v | εἰ μή ἐσμεν] »nicht« S | οἱ αὐτοὶ] ἐν αὐτοῖς V: τὸ αὐτὸ viell. S, doch ist wohl für. tože zu lesen tiže »dieselben« 13 τὸ εἶδος, τὸ las schwerl. S, obrazǔ wohl aus obrazom | τῷ2 < U 14 πολλῶ οὖν U | τότε < S 15 κατὰ < V | τὸ κ. V 349v | <καὶ> ἀεὶ Holl: ἀεὶ < S 16 καὶ μένον < S 17 ἐνθάδε] »schien« + S, ἐφάνη? | ἐκεῖ S 67v 17f προσγιν. κ. ἀπογιν. U 18 κ. ἀπογιγνόμενον < V | ὥσπερ οὖν] καὶ ὥσπερ S 19 ὁ1 < V 20 οὑτωσὶ Jh, so od. οὕτως S: οὕτως εἰ VU | τότε, οὐκ < U 21 ἀλλὰ U 22 ἀπαθεῖ] »unverweslichem« S | ὥσπερ οἷον: »wie« S | τὸ + Md | τοῦ: τῶ U)

253
κατὰ τὴν μεταμόρφωσιν ἦν, ὅτε εἰς τὸ ὄρος ἀνέβη μετὰ Πέτρου. καὶ τοῦ Μωυσέως καὶ τοῦ Ἠλίου τῶν ὀφθέντων αὐτῷ.