De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

καὶἵνα μὴ εἴπῃς ὅτι Οὐ μανθάνω (σκοτεινῶς ἐκεῖνος γὰρ τοῦτο διέλαβεν), ἐγὼ δή σοι σαφέστερον ὧδε τὸν νοῦν τούτων ἐξηγήσομαι. ἤδη γὰρ πάντως ἑώρακας δέρμα ζῴου ἢ ἄλλο τι τοιοῦτο γεμισθὲν ὕδατος, ὅπως, ἐὰν πρὸς ὀλίγον κενούμενον πρὸς ὀλίγον πληροῖτο, ἀεὶ τὸ εἶδος τὸ αὐτὸ δείκνυσιν. οἷον γὰρ ἂν ᾖ τὸ περιέχον, ἀνάγκη πρὸς αὐτὸ καὶ τὸ ἐντὸς σχηματίζεσθαι. φέρε γάρ, ὑπεκρέοντος τοῦ ὕδατος εἴ τις [*](8 De res. III. 3,5 — 12 Plato Phaed. 93 A. 100 A — 14 vgl. De res. III, 3. 6. De res. I, 16. 1 S. 239, 6f 1 φραστέον] πλαστέον] V | ταύτας U 2 τ. δέοντος] »das Verständnis« S | ἀκριβῶς viell. < S 4 ἅτε U S: ἀπ᾿ V 5 ὁ vor αὐτὸς < U καὶ νῦν las wohl auch S (i nyne): iziti A B | ἐν τούτῳ S 66v 6 ἕκαστος] ἔκδετος V 7 ὠριγένη V | ἐκεῖνος onŭ: »jenes« ono S 8 τὴν ἀναστ. V 349 ῥευστοῦ — σῴζεσθαι Ζ. 12 vgl. III, 3,5 aus Ph | ὄντος] ὑπάρχοντος ΙΙΙ, 3, 5 | τοῦ ὑλικοῦ τούτου τοῦ σώματος S; τοῦ ὑλικοῦ σώματος ΙΙΙ, 3, 5 9 κἂν τὸ βραχύ < ΙΙΙ<; 3,5 | τὸ] τῷ V 9f ἀπογινομένου κ. ἐπιγινομένου ΙΙΙ, 3,5 10 χαρακτηριάζον U | τ. ἄνθρ.] τὴν μορφὴν ΙΙΙ, 3,5 11 nach ἀνάγκη eine Umstellung in U 133 ed. Petav. 540 B—560 D ἀνοικείως ἐκτιθεμένῳ; verbessert aus V (Bl. 349 2, Z. 8 ἀνάγκην φησὶ) u. S | φησί U 133: δὴ ΙΙΙ, 3, 5 12 τοῦ < ΙΙΙ, 3, 5 | σῴζεσθαι < S; ἔσεσθαι ΙΙΙ, 3, 5 u. endet | δεῖν < S, wie c. 49, 1 V: δεῖ U (in Correctur) 12f Οὐ μανθ. Bo Holl vgl. S. 260, 23: οὐ καταμανθάνω Jh; Pl 93 A οὐ μανθάνω ἔφη u. 100 A βούλομαι δέ σοι σαφέστερον εἰπεῖν ἃ λέγω· οἶμαι γάρ σε νῦν οὐ μανθάνειν: καὶ λανθάνεις V, οὐκ ἀεὶ μανθάνει U: < S: καὶ λανθάνει Oehler Dd 13 σκοτεινῶς] σκοπεῖν ὡς V; tjmně: tomně S | γὰρ < S | διέλαβεν] δὲ ἔλαθεν V | δή Kl: δὲ VU; < S 14 ὧδε < S | τοῦτον U | ἤδη] ἰδὲ S, vgl. III, 3, 6 |παντὸς S | 15 ἄλλο ino: nina S | τι < V | τοιοῦτον U: < S | ὅπως ἐὰν < S)

252
προσβάλλοι τοσοῦτον ὅσον ἐκχεῖται, μὴ ἐῶν τὸν ἀσκὸν ἀθρόως κενωθῆναι τοῦ ὅδατος, εἰ μὴ ἀνάγκη τοιοῦτο φαίνεσθαι τὸ προστιθέμενον οἷον καὶ τὸ πρῶτον, διὰ τὸ εἶναι καὶ τὸ περιέχον τὸ αὐτό, περὶ ὃ εἰσρεῖ καὶ ἀπορρεῖ τὸ ὕδωρ.

καὶ δὴ καὶ τὸ σῶμα τούτοις ὁ ἐθέλων ἀπει- κάζειν οὐκ αἰδεσθήσεται. ὡσαύτως τγὰρ καὶ τὰ ἀπὸ τῆς τροφῆς ἀντεισαγόμενα ἀντὶ τῶν ὑπεξωσθεισῶν σαρκῶν εἰς τὸ σχῆμα τοῦ περιέχοντος εἴδους μεταβαλοῦνται· καὶ ὁπόσον μὲν ἂν κατὰ τοὺς ὀφθαλμοὺς διαχυθῇ, τοῖς ὀφθαλμοῖς ἔοικεν, ὁπόσον δὲ κατὰ τὸ πρόσωπον, τῷ προσώπῳ, ὁπόσον δὲ κατὰ τὰ ἕτερα, τούτοις. ὥστε τὸν αὐτὸν ἕκαστον φαίνεσθαι, οὐκ οὐσῶν τῶν σαρκῶν ἐν ταὐτῷ τῶν πρώτων ὑποκειμένων, ἀλλὰ τοῦ εἴδους, καθ᾿ ὃ εἰδοποιοῦνται τὰ προσγιγνόμενα.