De Resurrectione

Methodius

Methodius, De Resurrectione, Bonwetsch, Hinrichs, 1917

Μὴ πρόσκοπτε τοίνυν, εἰ τὸ πρῶτον ὑποκείμενόν [ἄν] τις λέγοι μὴ ἔσεσθαι ταὐτὸν τότε, ὅπου ὁ λόγος τοῖς ἐφιστάναι δυναμένοις δείκνυσιν, ὅτι οὐδὲ νῦν δύναται δύο ἡμερῶν ταὐτὸν εἶναι τὸ πρῶτον ὑποκείμενον.

ἄξιον δὲ ἐπιστῆσαι καὶ τὸ ἑτεροῖον μὲν σπείρεσθαι, ἑτεροῖον δὲ ἀνίστασθαι. »σπείρεται γὰρ σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν.« καὶ ἐπιφέρει πάλιν ὁ ἀπόστολος, σχεδὸν τὴν γηΐνην ποιότητα διδάσκων ἀποτίθεσθαι μέλλειν ἡμᾶς. τοῦ εἴδους [*](5 vgl. Porphyrius(?) bei Makar. Magn. IV, 2 S. 72, 15 ff — 10 Mt. 17, 2. 3 (Mark. 9, 3. 4) — 16 I Kor. 15, 44 1 δοκοῦσι w. e. sch. S | οὕτως δὲ hier u. III, 4, 4 w. e. sch. S | καὶ < V| τὸ < US 1f ἐπὶ τοῦ παρόντος] »darüber« S, »an diesem Ort« III, 4,4 2 ἐν τῷ S, τῷ ΙΙΙ, 4,4 | πλείστης — μεταβολῆς Ζ.3] »viel besser als die erste« hier S 3 τὸ < U 4 τόποις] τρόποις U | σωματ.] telěshěch: těsněch S 5 Makar. ἡ γὰρ δημιουργὸς ἄνωθεν φύσις τόπους ἁρμόζοντας τοῖς γενομένοις συναπεκλήρωσε καὶ κατάλληλον ἐνεμοθέτησεν ἔχειν ἐναύλισμα, ἐνύδροις θάλασσαν, χερσαίοις ἤπειρον, πτηνοῖς ἀέρα | ἐνύδρους γενομένους (»geschaffen« S) < III, 4,5 | ἡμᾶς δεῖ V: ἐδει US | βράγχια: παραπλησίαν U | ἰχθύων: »der Wassertiere« S | κατάστ.] »Glieder« hier S, κατάστ. ΙΙΙ, 4,5 7f διαφέρουσιν: διαφόροις V, »besseren« S 9 τὸ] τοῦ V 10 μωσέως U 11 οὐχ ἕτερον .. παρ᾿ ὃ ἦν < ΙΙΙ, 4,5 12 ὑποκείμενον] »Alter« vŭzdrastu (ἡλικίαν?) S | ἂν tilgt Md 13 λέγει V | ταὐτὸν: τοιοῦτον? takomuže S | ἐπιστάναι V: ἐφιστάνειν U 14 δύο ἡμερῶν] δυοῖν μερῶν S | ταὐτὸν < U 15 ὑποκείμενον gibt S hier wieder durch »Leib«, also stets dem Sinn nach | καὶ τοῦτο S u. scheint + οἷον (od. ὥστε) ὅτι (»gleichwie, daß«) 17 πάλιν: πᾶσιν U | σχεδὸν < S 18 ein ἡμᾶς auch vor διδάσκων U; πᾶσαν + Holl | πάλιν ἀποτίθεσθαι S)

247
σῳζομένου κατὰ τὴν ἀνάστασιν· »τοῦτο δέ φημι, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύναται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν«.

σῶμα μὲν γὰρ ἔσται περὶ τὸν ἅγιον διακρατούμενον ὑπὸ τοῦ εἰδοποιοῦντός ποτε τὴν σάρκα· σὰρξ δὲ οὐκέτι· ἀλλ᾿ ὅπερ ποτὲ ἐχαρακτηρίζετο ἐν τῇ σαρκί, τοῦτο χαρακτηρισθήσεται ἐν τῷ πνευματικῷ σώματι.

Καὶ πρὸς τὰ ῥήματα δὲ τῶν γραφῶν, ἃ παρατίθενται οἱ ἀδελφοὶ ἡμῶν, ταῦτα ἔστιν εἰπεῖν. καὶ πρῶτόν γε τὰ ἐν τῷ Ἰεζεκιήλ, [ἐπὶ τὸ ὅσον] ἐφ᾿ ὅσον βούλονται οἱ ἁπλούστεροι, κατὰ τὰς λέξεις ταύτας οὐδὲ ἀνάστασις σαρκῶν ἔσται, ἀλλὰ ὀστέων μόνον καὶ δερμάτων καὶ νεύρων.

ἅμα δὲ καὶ ὑποδεικτέον αὐτοῖς ὅτι συναρπάζονται, ὡς μὴ νενοηκότες τὸ γεγραμμένον. οὐ γἀρ εἰ ὀστᾶ ὀνομάζεται, πάντως τὰ ὀστᾶ ταῦτα νοητέον· ὥσπερ οὐδὲ ἐν τῷ »ἐσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν Ἅιδην« καί »ἐσκορπίσθη πάντα τὰ ὀστᾶ μοῦ« καί »ἴασαί με, ὅτι ἐταράχθη τὰ ὀστᾶ μοῦ«, φανεροῦ ὄντος τοῦ μὴ λέγεσθαι τὰ ὀστᾶ κατὰ τὴν κοινὴν ἐκδοχήν.