De Libero Arbitrio

Methodius

Methodius, De Libero Arbitrio, Bonwetsch, Hinrichs, 1917

ἀλλ’ ὁ μὲν περὶ τούτου λόγος ὧδε ἐχέτω. καὶ γὰρ παρ’ ἡμῖν ὁρῶμεν ἀνθρώπους ἐξ οὐκ ὄντων ποιοῦντάς τινα, εἰ καὶ τὰ μάλιστα δοκοῦσιν οὑτοι ποιεῖν ἴν τινι. οἶον ἐπὶ τῶν ἀρχιτεκτόνων τὸ παράδειγμα λάβωμεν· καὶ γὰρ καὶ] οὗτοι ποιοῦσιν πόλεις οὐκ ἐκ πόλεων καὶ ναοὺς ὁμοίως οὐκ ἐκ ναῶν.

εἰ δ’, ὅτι τούτοις οὐσίαι ὑπόκεινται, οἴει ἐξ ὄντων αὐτοὺς ταῦτα ποιεῖν, σφάλλῃ τῷ λόγῳ. οὐδὲ γὰρ ἡ οὐσία ἐστὶν ἡ ποιοῦσα τὴν πόλιν ἢ αὖ πάλιν τοὺς ναούς, ἀλλ' ἡ περὶ τὴν οὐσίαν τέχνη· ἡ δὲ τέχνη οὐκ ἐξ ὑποκειμένης τινὸς ἐν ταῖς οὐσάις τέχνης [*](14 Tgl. De autex. 11, 6 S. 174, 9f) [*](F (bis Z. 16) E C D (bis Ζ. 11) Ph Ezn (von Ζ. 12 an)) [*](1 τι γίνεσθαι D Ι γενέσθαι C Ι τὴν 1 < F Ι ἐρώτ.] ἀπόκρισιν D D r) Ι ἀπόκρινε Ph Ι τὴν ἐμήν < Ph 2 δοκεῖς μοι Ε 1 Ι π. τοῦ κ. 2f γεγ. ποιοτ. Ph 4 F wie S. 162, 8 Ι δοκεῖν Ε 1 5 Γε τι < D 6 OF οὕτως ἔχει] ἔτερόν <τι> παρὰ τὰς οὐσίας λέγω D 7 οὐκοῦν εἰ μήτε: εἰ τι Ε 10) οὖν μὴ E, οὐκοῦν εἰ μη C 8 ὑπάρχουσιν < E Ι τῷ] τὸ C 9 μηδὲ] D Ι τοῦ < FDPh | γέγονεν Ph 10 εἰπεῖν ἀναγκαῖον Ε Ι ὅθεν — εἶναι] περιττὸν ἄρα τὸ Pb Ι περιττῶς . . λέγειν] vgl. 10, 2 ; Plat. Legg. I, 645 C περιττὸν εἰρημένον Ι ἐδόκεις μοι] δοκεῖς 11 ἐξ — τι] ὡς οὐδὲν ἐξ οὐκ ὄντων γίνεται Ph Ι γεγόνετε D Ι πρὸς πρὸ Ε 1i Ι ἀλλ’ ὁ μὲν] es endet D S. 152, 16 ff Ι περὶ C 143 v 12 καὶ γὰρ etc. wieder Ezn Ι ἡμῖν: »den « Ezn Ι ὁρῶ ὁρῶμεν] θεωροῦμεν E 13 εἰ καὶ — τινι Ζ. 14 < Ph E10 Ezn | τὰ] ὅτι E 14 ἐπὶ — οὖτοι Ζ. 15 Baumeister; Ezn Ι ἀρχιτεκτονικῶν Ph Ι τὸ < C Ι παράδ. λάβ.] unten 11 Ι λαμβάνομεν C 14 κ. γὰρ] εἰ γὰρ Ph 15 καὶ + F Ι αὐτοὶ für οὗτοι C ὁμοίως < PhEzn 16 ναῶν] es endet F am SchluB der Handschrift Ι εἰ — λόγῳ Ζ. 17 anders Ezn Ι οίη C Ι οὐκ ὄντων Ph a 17 αὐτὰς Ph, < E 10 Ι τῷ λόγῳ σφάλλῃ Ph 18 αὖ πάλιν < Ph, πάλιν < Ε 10 Ι 19 δὲ τέχνη < Ph Ι οὐκ < Ε 1i Ι τέχνης vor ἐν in Ph, τέχνη C)

164
γίνεται, ἀλλ' ἐξ οὐκ οῦσης ἐν αὐταῖς γίνεται.

ἀπαντήσειν δέ μοι δοκεῖς οὕτω τῷ λόγῳ, ὅτι ὁ τεχνίτης ἐξ ἡς ἔχει τέχνης τὴν ἐν τῇ οὐσίᾳ τέχνην ποιεῖ. πρὸς δὲ τοῦτο λέγεσθαι τοῦτ’ εὐ ἔχειν μοι δοκεῖ, ὅτι οὐδὲ ἐν τῷ ἀνθρώπῳ ἕκ τινος ὑποκειμένης τέχνης προσγίνεται. οὐδὲ γὰρ ἔνεστιν αὐτὴν ἐφ’ ἐαυτῆς οὖσαν δοῦναι τὴν τὴν τῶν γὰρ συμβεβκότων ἐστὶ καὶ τῶν τότε τὸ εῖναι λαγχανόντων, ὁπόταν ἐν ούσίᾳ τινὶ γένηται.

ὁ μὲν γὰρ ἄνθρωπος κοὶ χωρὶς τῆς άρχιτεκτονικῆς ἔσται. ἡ δ’ οὐκ ἔσται, ἐὰν μὴ πρότερον ἄνθρωπος ᾖ. ὅθεν τὰς τέχνας ἐξ οὐκ ὄντων εἰς ἀνθρώπους πεφυκέναι γίνεσθαι λέγειν ἀναγκαῖον.

εἰ τοίνυν τοῦτο οὕτως ἔχον ἐπ’ ἀνθρώπων ἐδείξαμεν, πῶς ούχὶ προσῆκε τὸν θεὸν μὴ μόνον ποιότητας ἐξ οὐκ ὄντων φάναι δύνασθαι ποιεῖν άλλὰ καὶ οὐσίας; τῷ γὰρ δυνατὸν φανῆναι γίνεσθαί τι ἐξ οὐκ ὄντων τὸ καὶ τὰς οὐσίας οὕτως ἔχειν δείκνυται.