Symposium Sive Convivium Decem Virginum

Methodius

Methodius, Symposium Sive Convivium Decem Virginum, Bonwetsch, Hinrichs, 1917

Λέγωμεν οὐν πάλιν ἐξ ἀρχῆς ἐπαναπολήσασαι, μέχριπερ ἂν καθεξῆς πρὸς τὸ τέλος ἔλθωμεν ἐξηγούμεναι τὰ εἰρημένα. σκόπει οὐν, ἐάν πως καὶ σοὶ δοκῇ πρὸς εὐδοξίαν ὁ λόγος πληροῦσθαι. ἐγὼ γὰρ τὸν ἄρσενα ταύτῃ γεννᾶν εἰρῆσθαι νομίζω τὴν ἐκκλησίαν, ἔπειδὴ τοὺς χαρακτῆρας καὶ τὴν ἐκτύπωσιν καὶ τὴν ἀρρενωπίαν εἰλικρινῶς τοῦ Χριστοῦ προσλαμβάνουσιν οἱ φωτιζόμενοι, τῆς καθ' ὁμοίωσιν μορφῆς έν αὐτοῖς ἐκτυπουμένης τοῦ λόγου καὶ ἐν αὐτοῖς γεννωμένης κατὰ τὴν ἀκριβῆ γνῶσιν καὶ πίστιν, ὥστε ἐν ἑκάστῳ γεννᾶσθαι τὸν Χριστὸν νοητῶς. καὶ διὰ τοῦτο ἡ ἐκκλησία σπαργᾷ καὶ ὠδίνει, μέχριπερ ἂν ὁ Χριστὸς‘ ἐν ἡμῖν μορφωθῇ‘ γεννηθείς, ὄπως ἕκαστος τῶν ἁγίων τῷ μετέχειν Χριστοῦ Χριστὸς γεννηθῇ· καθ’ ὃν λόγον καὶ ἔν τινι γραφῇ φέρεται τὸ μὴ ἅψησθε τῶν Χριστῶν μου, καὶ ἐν τοῖς παοφήταις μου μὴ πονηρεύησθε«, οἱονεὶ Χριστῶν γεγονότων τῶν κατὰ μετουσίαν τοῦ πνεύματος εἰς Χριστὸν βεβαπτισμένων, συμβαλλούσης ἐνταῦθα τὴν ἐν τῷ λόγῳ τράνωσιν αὐτῶν καὶ μεταμόρφωσιν τῆς ἐκκλησίας. βεβαιοῖ δὲ τοῦτο καὶ Παῦλος φανερῶς διδάσκων, ἔνθα φησί τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν θεὸν καὶ πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς χρηστότητος αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἴσω ἄνθρω- [*](4 Plato Legg. IV, 723 D — 13 Gal. 4, 19 — 15 Psal. 104, 15 — 20 Ephes. 3, 4—17) [*](11–14, Andi-eas PG 106, 320 C (Cramer Cat. 8, 535, –22, Arethas, ebenda 353, Sff)) [*](2 ἄρρενα Audr | τῆς ἐκλύσ)εως — καταντ. Ζ. imleserl. ücke in M) 3 τῇ — ἐπ(αναπ.) Ζ. 4 unleserl. Ο σπουθῇ — ἀρχῆς ücke in M) 4 PI πάλιν οὐν . . ἐξ ἀρχῆς . . ἐπαναπολήσωμεν | ἐπαναπ. mit PI Jh : ἐπαναποδίσασαι HSS ( . . αναποδίσασαι 0) | μέχρ. Ο 69 5 προσειρημένα P nach Berendts, προειρημένα VB 6 εὐδο|ξίαν P 202 7 ταύτην Ο 8 εἰλικρινῶς < Gb Jh. 9 Χρ.] Ἰησοῦ Ο 10 ἐκτυπ. — αὐτοῖς < P 10 f γεννωμένοις Ο 11 ὥστε — γεννηθῇ Z. 14 Andr (Aieth) 12 σπαργανοῖ Andr 13 μέχριπερ] ἄχρις Andr | μορφ. ἐν ἡμῖν Andr 14 τοῖν ἁγίων < Andr | γένηται viell. richtig (Kl) Andr 15 τὸ + Ο 16 πονηρεύεσθε HSS 17 πνευμ.] πατρὸς B 18 συμβ.] συλλαμβανούσης Ο 19 τοῦτο καὶ Ο: καὶ ταῦτα P Jh 21 ἔν οὐρανοῖς Ο 22 χρηστ.] δόξης Ο 23 δύναμιν Ο, viell. Ο überall richtig)

91
πον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν‘. εἰς γὰρ τὰς ἀναγεννωμένων ψυχὰς ἀναγκαῖον ἐξομοργνύμενον ἐκτυποῦσθαι τὸν λόγον τῆς ἀληθείας.

Ἔοικε δὲ τοῖς εἰρημένοις καὶ τοῦτο μάλιστα προσεοικέναι καὶ συμφωνεῖν τὸ χρησμῳδούμενον ἄνωθεν ἐξ αὐτοῦ τοῦ πατρὸς τῷ Χριστῷ ἐπὶ τὸν ἁγνισμὸν ἥκοντι τοῦ ὕδατος ἐν τῷ Ἰορδάνῃ μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά δε«. παρατηρητέον γὰρ ὅτι τὸ μὲν υἱὸν αὐτοῦ εἶναι ἀορίστως ἀπεφήνατο καὶ ἀχρόνως· »εἶ« γὰρ υἱός‘ αὐτῷ ἔφη, καὶ οὐ »γέγονας«, ἐμφαίνων μήτε πρόσφατον αὐτὸν τετυχηκέναι τῆς υἱοθεσίας, μήτε αὐ προϋπάρξαντα μετὰ ταῦτα ἐσχηκέναι, ἀλλὰ προγεννηθέντα καὶ ἔσεσθαι καὶ εἶναι τὸν αὐτόν. τὸ δέ »ἐγὼ σήμερον γεγέννηκά δε« ὅτι προόντα ἤδη πρὸ τῶν αἰώνων, λέγει, ἐν τοῖς οὐρανοῖς ἐβουλήθην καὶ τῷ κόσμῳ γεννῆσαι, ὃ δή ἐστι πρόσθεν ἀγνοούμενον γνωρίσαι. ἀμέλει τοῖς μηδέπω τῶν ἀνθρώπων συνῃσθημένοις τὴν πολυποίκιλον σοφίαν »τοῦ θεοῦ« ὁ Χριστὸς γεγέννηται, ὅπερ ἐστὶν οὐδέπω ἐγνώσθη, οὐδέπω πεφανέρωται, οὐδέπω ἐφάνη. εἰ δὲ αἴσθοιντο καὶ οὗτοι τῆς χάριτος τὸ μυστήριον, τότε δὴ καὶ αὐτοῖς, ὁπότε ἐπέστρεψαν καὶ ἐπίστευσαν, κατὰ τὴν γνῶσιν καὶ τὴν σύνεσιν γεννᾶται. διὰ καὶ προσηκόντως ἐντεῦθεν ἡ ἐκκλησία τὸν ἄρσενα λόγον ἐν τοῖς ἁγνιζομένοις ἀεὶ μορφοῦν λέγεται καὶ γεννᾶν. — καὶ τὰ μὲν δὴ περὶ τῶν ὠδίνων αὐτῆς εἰς δύναμιν εἴρηται· τὰ δὲ περὶ τοῦ δράκοντος καὶ τῶν ἄλλων τῇδε μεταληπτέον. οὐκοῦν πειρώμεθα πάλιν ἀμωσγέπως δληλοῦν, ὦ παρθένοι, μηθὲν [*](2 Plato Legg. VI, 775 D — 6 Luk. 3, 22 — 15 Ephes. 3, 10 — 21 Symp. S. 25, 3. 38, 17 ff 42, Iff. De res. I, 25, 1. 39, 5. Plato Symp. 196 BD — 23 vgl. De lepra 18, 2) [*](4–16 Phot. Bibl. 237 S. 311 A, 41) [*](2 Εἰς Ρ 202 ν | εἰς—ἐκτυπ. Ρl 4 Ἔοικε — πεξανέρωται Ζ. προσεοικ. καὶ < Ph 5 χρησμ. unleserl. 6 ἐπὶ — ὕδατος < Ph | ἥκοντι — έν imleserl. Ο: κατὰ τ. ὕδ. ἐν MAI 7 σή)μερον — γὰρ imleserl. Ο (παρατ. in M) 7 f τὸν μὲν B 8 εἶναι] εἶναι αὐτὸν Phb | (ἀορ)ίστως — αὐτῷ Ζ. 9 unleserl. Ο : ἀρο. ἀπεφ. ἅτε ἀχρ. συνόντα αὐτῶ in ücke in M AI 9 καὶ οὐ Ο ν | κ. οὐ γέγ. < Ph a ücke) 10 παοῦπάρξαντα OPh: ὑπάρξαντα P | μετὰ ταῦτα < Ph 11 προγ. κ. ἔσ. καὶ < Ph | καὶ ἔσεσθαι < Ο | εἰναι ἀεὶ Ph | τὸν < P 12 προόντα — ἐν τοῖς Ζ. 13 < Ρ 13 λέγει — ἀμέλει < Ph a | λέγει < Ο Phb | οὐρ.] χρόνοις Ρ | ἐβουλήθη Ρ 15 συνειθισμένοις P | τοῦ θεοῦ σοφίαν Ph 16 πεφαν.] es endet Ph 19 διὸ P 203 | καὶ vor προσηκ. + Ο 21 εἰς unleserl. Ο 22 μεταληπτέον Jh: μεταβλητέον Ο P, βεταβλητέον B 23 ἀλλώσ γέ πως Ο,ἄλλως γέπως P, ἁμωσγέπως Jh)

92
ἀποδειλιᾶσαι πρὸς τὸ μέγεθος τῶν αἰνιγμάτων τῆς γραφῆς· εἰ δέ τι δύσκολον ἐμπίπτοι τοῖς λόγοις, ἐγὼ πάλιν ὑμᾶς ὥσπερ ποταμὸν διαβιβάσω.

Ὁ »δράκων« ὁ »μέγας«, ὁ »πυρρός«, ὁ πολύτροπος, ὁ πολυσχιδής, ὁ ἑπτακέφαλος, ὁ κερασφόρος, ὁ σύρων τὸ τρίτον τῶν ἀστέρων«, ὃς »ἕστηκεν« ἐφεδρεύων, ἴνα τὸ τέκνον‘ τῆς ὠδινούσης γυναικὸς »καταφάγῃ«, ὁ διάβολος οὗτός ἐστιν ὁ ἐνεδρεύων, ὁ λοχῶν λυμήνασθαι τῶν φωτισθέντων τὸν χριστόληπτον νοῦν καὶ τὴν ἐκτύπωσιν καὶ τράνωσιν τὴν ἐν αὐτοῖς ἀποτεχθεῖσαν τοῦ λόγου. ἀλλ ἀστοχεῖ καὶ σφάλλεται τῆς ἄγρας, ἄνω πρὸς ὕφος ἁρπαζομένων τῶν ἀναγεννωμένων πρὸς τὸν θρόνον τοῦ θεοῦ«· ὃ δή ἐστιν, ἄνω περὶ τὴν θείαν ἕδραν καὶ τὴν ἀσκανδάλιστον ὑπόβασιν τῆς ἀληθείας αἴρεται τὸ φρόνημα τῶν ἀνακαινισθέντων, τὰ ἐχεῖ βλέπειν καὶ τὰ ἐκεῖ φαντάζεσθαι παιδαγωγούμενον, ἴνα μὴ ἀπατηθῇ πρὸς τοῦ δράκοντος βρίθοντος κάτω· οὐ γὰρ αὐτῷ θέμις τοὺς ἄνω νεύοντας καὶ τοὺς ἄνω βλέποντας ἀφανίσαι. οἱ δὲ ἀστέρες εἰσίν, οὓς τῷ τῆς οὐ οὐρᾶς ἄκρῳ κατὰ κορυφῆς ἐφαπτόμενος εἰς τὴν γῆν κατασπᾷ, τῶν αἱρέσεων αἱ συστροφαί· ἀστέρας γὰρ σκοτεινούς, ἀμυδροὺς καὶ ταπεινοστρεφεῖς τὰς ἐπισυνόδους εἶναι τῶν ἑτεροδόξων φραστέον, ἐπειδὴ τῶν οὐρανίων ἐπιστήμονες εἶναι δὴ βούλονται καὶ αὐτοὶ καὶ εἰς Χριστὸν πεπιστευκέναι καὶ τὴν ἕδραν ἔχειν τῆς ψυχῆς ἐν τοῖς οὐρανοῖς καὶ πλησιάζειν τοῖς ἄστροις ὡς φωτὸς τέκνα«. ἀλλὰ κατασύρονται τοῦ δράκοντος ἐκσεισθέντες ταῖς πλοκαῖς, ὅτι μὴ τῶν τριγώνων εἴσω τῆς εὐσεβείας ἔστησαν σχημάτων, πταίσαντες αὐτῆς περὶ τὴν ὀρθό- [*](1 Plato Legg. Χ, 900 C — 4 Apok. Joh. 12, 3. 4 — 10 Apok. Joh. 12, 5 — 13 Plato Phaedr. 250 A — 15 Sj-mp. S. 49, 16. 68, 18. 83, 6. So, 7 — 18 vgl. Jud. y. 12 f — 20 De lepra 11, –22 Ephes. 5, 8 — 23 Symp. 8, 11; vgl. Plato Tim. 53 C) [*](4–7, 9–11 Andi-eas PG 106, 321 C (Aretfaas, 23 Antonius Melissa I, 13) [*](1 ἀποδ. Wd, vgl. 96, 22: ἀποδειλιῶσαι Ο P Jh | εἰ — διαβ. Ζ. 3 aus PI | εἰ P: ἐὰν Jh: ἂν PI 2 ἐμπίπτοι P: ἐμπίπτει B, ἐμπίπτῃ Jh mit PI 2 f διαβιβῶ τ. ποτ. PI 4 ὁ δράκων — ἐστιν Ζ. 7 Andreas περὶ δὲ τούτων καὶ ὁ μακάριος Μεθόδιός φησιν οὕτως ἐπὶ λέξεως· ὁ δρ. etc.) 4 f ὁ πολύτρ. ὁ πολυσχ. u. ὁ κερασφ. < Andr 6 f γυναικὸς < Andr 7 καταφάγῃ undeutl. Ο | οὖτος < Andr | ἐστιν] καὶ τὰ ἑξῆς + Andr | ὁ ἐνεδρεύων < Ο 9 (κ)αὶ τράν(ωσιν) unleserl. Ο τ. ἄλωσιν M) | ἀλλ’ — ἀναγεννωμένων Z. 11 wieder Andr 10 καὶ σφ(άλλεται) unleserl. 11 θρόνον — ἐστιν unleserl. Ο 12 θείαν — ὑπόβασιν ßer ἀσκ unleserl. Ο 12 f αἴρεται 70 13 PI εἶδον τότε τἀκεῖ | ἐκεῖ P ν 14 παιδαγωγουμένων P 15 f τοὺς ἄνω vor βλέποντας < P 18 σκοτεινούς < Ο 18 f ταπεινοστεφεῖς P, ταπινοστεφεῖς B 19 τῶν ἑτεροδ. εἶναι P Jh 20 δὴ < Ο)

93
δοξον θρησκείαν, ὅθεν καὶ τρίτον τῶν ἀστέρων ἐκλήθησαν μέρος οἷον περὶ ἕνα τῶν ἀριθμῶν τῆς τριάδος διεσφαλμένοι, ὁτὲ μὲν τὸν τοῦ πατρός, ὡς Σαβέλλιος, αὐτὸν τὸν παντοκράτορα λέξας πεπονθέναι, ὁτὲ δὲ τὸν τοῦ υἱοῦ, ὡς Ἀρτεμᾶς καὶ οἱ δοκήσει αὐτὸν ἀποφηνάμενοι πεφηνέναι, ὁτὲ δὲ περὶ τὸν τοῦ πνεύματος, ὡς Ἐβιωναῖοι, ἐξ ἰδίας κινήσεως τοὺς προφήτας φιλονεικοῦντες λελαληκέναι· Μαρκίωνος γὰρ καὶ Οὐαλεντίνου καὶ τῶν περὶ τὸν Ἐλχασαῖον καὶ τοὺς ἄλλους καλὸν μηδὲ μνημονεῦσαι.

Ἡ δὲ γεννήσασα καὶ γεννῶσα τὸν ἀρρενωπὸν ἐν καρδίαις τῶν πιστευόντων λόγον, καὶ ἄχραντος καὶ ἀβλαβὴς ἀπὸ τοῦ θηρὸς τῆς ὀργῆς εἰς τὴν ἔρημον παραγεγενημένη, ἡ μήτηρ ἡμῶν ἐστιν, ὡς ἀποδεδώκαμεν, ἡ ἐκκλησία. ἡ δὲ ἔρημος εἰς ἣν ἐλθοῦσα τρέφεται τὰς χιλίας καὶ διακοσίας ἡμέρας καὶ ἑξήκοντα, ἡ κακῶν ἔρημος ἀληθῶς καὶ ἄγονος καὶ στείρα φρορᾶς καὶ δυσπρόσιτος καὶ δύσβατος τοῖς πολλοῖς, εὐκαρπος δὲ καὶ εὔβοτος καὶ εὐθαλὴς καὶ εὐεπίβατος ἁγίοις καὶ πλήθουσα σοφίας καὶ βλαστάνουσα ζωήν ἐστὶ τοῦτο αὐτὸ δὴ τῆς Ἀρετῆς τὸ κάλλιστον καὶ καλλίδενδρον καὶ καλλίπνουν χωρίον, ἔνθα »ἐξηγέρθη ὁ νότος καὶ διέπνευσεν ὁ βορρᾶς, καὶ ῥέουσι τὰ ἀρώματα« καὶ πάντα τῶν ἀμβροσίων πεπλήρωται δρόσων, ἀθα- [*](1 De lepra 11,4 — 12 Symp. S. 86 f — 15 Plato Kritias 111 A — 18 Hohel. 4, 16) [*](1f. –14 Andreas PG 106, 321 C (Arethas, Cramer 8, 355, 31 ff)) [*](1 καὶ 003C; P | τρίτον — διεσφαλμένοι Ζ. 2 Andr 1 f τρίτον δὲ τ. ἀστ. ἐκλήθη μέρος οἱ Andr 2 τῶν ἀριθμῶν Ρ: τὸν ἀριθμὸν Ο: τοῦ ἀριθμοῦ Andr | τ. τρ. διεσφ. auch Andr vgl. Areth 3 ror < Ο b πεφηνέναι Ο: Ρ: πεφυκέναι AI Jh | δὲ < B | vor περὶ in etw. getilgt, darunter Punkte | Ἐμβιωναῖοι Ρ 6 τοὺς P 204 | Ο γεννῶσα κ. γεννήσασα Ρ Jh 9f καρ(δ)ίαις τ)ῶν unleserl. O 10 τὸν π. MAI | πιστευσάντων P AI, πιστεύοντα Μ | ἀπὸ] ἀπὸ] AlJh | τοῦ < AI w. e. seh. auch 0, nicht? M) | θ(η)ρὸς unleserl. 11 παραγεγενημένη PJh: παραγενομένη Ο 12 ἡ δὲ ἔρ. — φθορᾶς Ζ. 14 auch Andr | ἡ ἔρ. δὲ Andr 12 f ἣν (ἐ)λθ. τρε(φ). τὰ(ς) unleserl. 12 ἐλθ. τρ.] ἐλθὼν 2. Hd. MAI 13 τὰς — ἑξήκ.] ἡ ἐκκλησία Andr | ἡμέρας unleserl. O | ἔρημος . . κ. ἄγονος — δυσ(πρόσιτος) Ζ. 14 unleserl. Ο | ἔρημος] πλήρης MAI 13 f ἀλ. κ. ἄγ. < Andr κ. στ. φθ. 2. Hd. in ücke M | καὶ δύσβατος Ο ν 15 εὔβοτος Po Cb Jh: εὔβατος Ρ, üb. α übergeschr. o. O: PI εὔκαρπον . . καὶ τοῖς ζῴοις πᾶσιν εὔβοτον 16 πληθύνουσα Ο 16 f ἔστι τοῦτο αὐτὸ δὴ Ο: αὐτὸ δὴ τοῦτο . . ἐστιν P (ἐστι B) B Jh 18 ἐνθάδ' Ρ 19 καὶ πάντα < P | πεπλήρωνται Ο)

94
νάτου ζωῆς βλάσταις ἀμαράντοις κατεστεμμένα, εἰς ὅ ἐσμεν ἡμεῖς ἀνθολογοῦσαι νῦν καὶ πλέκουσαι τῇ βασιλίσσῃ τὸν ἀλουργῆ στέφανον καὶ ἔκλαμπρον τῆς παρθενίας ἀθίκτοις δακτύλοις· Ἀρετῆς γὰρ κοσμεῖται καρποῖς ἡ νύμφη τοῦ λόγου. αἱ δὲ χίλιαι καὶ διακόσιαι ἡμέραι καὶ ἑξήκοντα, ἃς ἐνθάδε ἐσμὲν εἰς ἐπιδημίαν, ἡ περὶ τοῦ πατρός ἐστιν, ὠ παρθένοι, καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος κατ' εὐθεῖαν ἀκριβὴς καὶ ἀρίστη σύνεσις, ᾗ γέγηθεν ἡμῶν ἡ μήτηρ αὐξανομένῃ καἰ ἀγάλλεται τουτονὶ τὸν χρόνον, μέχριπερ ἂν τῆς ἀποκαταστάσεως τῶν καινῶν αἰώνων εἰς τὴν ἄγυριν ἐλθοῦσα κατὰ τοὺς οὐρανοὺς μηκέτι δι' ἐπιστήμης κατασκέψηται τὸ ὄν, ἀλλὰ τρανῶς ἐποπτεύσῃ Χριστῷ συνεισβᾶσα. τὰ γὰρ χίλια ἐν ἑκατοντάσι δεκαπλασιασθέντα τέλειον ἀριθμὸν καὶ πλήρη περιέχει, ὃ δή ἐστι σύμβολον αὐτοῦ τοῦ πατρὸς τοῦ ἀφ' ἑαυτοῦ δημιουργήσαντος καὶ ἐν ἑαυτῷ συγκρατοῦντος τὸ πᾶν, τὰ δὲ διακόσια τὸν ἐκ δύο τελείων ἀριθμῶν συνεζευγμένον, ὃ δή ἐστι σύμβολον τοῦ ἁγίου πνεύματος, καθὸ τῆς γνώσεώς ἐστι τοῦ υἱοῦ τοῦτο καὶ τοῦ πατρὸς παρεκτικόν. τὰ δὲ ἑξήκοντα τὸν ἐξ ἀριθμὸν ἐν δεκάσιν ἔχει, ὃ δή ἐστι σύμβολον τοῦ Χριστοῦ, ἐπειδήπερ ὁ τῶν ἓξ ἀπὸ μονάδος προϊὼν ἀριθμὸς ἐκ τῶν ἰδίων συντίθεται μερῶν, ὥστε μήτε λείπειν ἐν αὐτῷ τι μήτε πλεονάζειν· εἰς τὰ ἑαυτοῦ γὰρ μέρη ἀναλυόμενος συμπληροῦται, οἷον τῶν ἓξ εἰς ἔσα μέρη ἐξ ἴσων τεμνομένων μερῶν ἀνάγκη τὴν αὐτὴν ἐκ τῶν διαμερισθέντων τμημάτων πάλιν ποσότητα πληροῦσθαι. πρῶτον γὰρ μέρος κατὰ μέσον [*](1 Symp. 6, 5 ob. S. 70, 8 — De sanguis. 1. Eurip. Hipp. 73 — 8 vgl. Act. 3, 21 — 9 Symp. 8, 2 S. 88, 5 f — 10 vgl. I Kor. 13, 12 — De res. I, 30, 5) [*](II f Andreas PG 106, 321 D — – S. 96, 10 vgl. Theophan. Keram. hom. 18. PGr 132, 405 AB; vgl. ders. hom. 53 zu S. 95, 15) [*](1 βλαστοῖς 4 αἱ δὲ P ν 5 περὶ + 9 κατὰ τ. οὐρ. < Ο κατὰ Po Jh, vgl. S. 83, 5 f: καὶ Ρ 10 κατασκέπτηται P 11 γὰρ] δὲ Audr | τὸν ἐν ἑκ. πολλαπλ. Andr 14 ἀριθμὸν P | (συνεζευγ)μένον ὃ undeutl. 15 f τοῦτο τοῦ vi . . Ο 16 τοῦ vor πατρ. < P | περιεκτικόν CbJh: ον unleserl. Ο 17 ἐπειδήπερ — συγκείμενος S. 96, 10 auszugsweise bei Theoph. | ἐπειδὴ γὰρ Theoph. 17 f ὁ ἀπὸ τῶν μονάδων τῶν ἓξ Theoph. 18 ἐκ unleserl. Ο | ἰδίων συντίθεται undeutl. Ο | μερῶν συντιθέμενος ὡς Theopli. 19 (μή)τε . . ἐν — (μή)τε (πλε)ονά(ζ)ειν unleserl. Ο | Theoph. | ἑαυτῷ Theoph. Cb Jh | τι < Theoph. | εἰς γὰρ ἑ. Theoph. | γὰρ nach μέρη 20 (ἀνα)λυόμενος unleserl. Ο | συμπλ.. — ἑαυτὸν S. 95, 3 < | συμπληροῦται οἷον Ο | τῶν . . εἰς unleserl. Ο | τῶν Jh: τὰ P: τὸν Al Po Cb | καὶ εἰς Μ AI | ἴσον μέρος P | μέρ)η unleserl. ἐξ ἴσων 71 22 πρῶτον P 205)
95
διαιρούμενος ποιεῖ τὸν τρία, εἶτα εἰς τρία διαιρούμενος μέρη ποιεῖ τὸν δύο, εἶτα εἰς ἓξ μερισθεὶς ποιεῖ τὸν ἕναι κοὶ συμπληροῦται πάλιν εἰς ἑ αυτόν· εἰς γὰρ δὶς τρία καὶ τρὶς δύο καὶ ἑξάκις ὲν διαιρούμενος, συντιθεμένων τῶν τριῶν καὶ τῶν δύο καὶ τοῦ ἑνός, πάλιν ἀναπληροῖ τὸν ἕξ. τέλειον δὲ πᾶν ἐξ ἀνάγκης ἐστὶ τὸ μήτε προσδεόμενον εἰς συμπλήρωσιν ἑτέρου μήτε πλεονάζον ἑαυτοῦ πώποτε. τῶν δὲ ἄλλων ἀριθμῶν οἱ μὲν ὑπερτέλειοί εἰσιν, ὡς ὁ δώδεκα (τὸ γὰρ ἴσον αὐτοῦ μέρος τὰ ἕξ, καὶ τὸ τρίτον τὰ τέσσαρα, καὶ τὸ τέταρτον τὰ τρία, καὶ τὸ ἔκτον τὰ δύο, καὶ τὸ δωδέκατον τὸ ἕν, εἰς ἃ δύναται μερίζεσθαι, συντεθέντα ὑπερβάλλουσι τὸν δώδεκα, οὐ τηρήσαντος ἑαυτὸν ἴσον τοῖς ἑαυτοῦ μέρεσιν , ὡς ὁ ἕξ), οἱ δὲ ὑποτέλειοι, ὡς ὁ ὀκτώ. τὸ γὰρ ἥμισυ αὐτοῦ τὰ τέσσαρα, καὶ τὸ τέταρτον τὰ δύο, καὶ τὸ ὄγδοον τὸ ἴν, εἰς ἃ τέμνεται μέρη, συντεθέντα ποιεὶ τὸν ἑπτά, καὶ προσδεῖται μονάδος εἰς τὴν ἑαυτοῦ συμπλήρωσιν , οὐχ ὡς ὁ ἓξ παντοίως ἑαυτῷ σύμφωνος ὤν. διὸ καὶ τὴν ἀναφορὰν εἰς τὸν υἱὸν ἀνείληφε τοῦ θεοῦ, ἀπὸ τοῦ πληρώματος »τῆς θεότητος« εἰς τὸν βίον ἐληυθότος· κενωθεὶς γὰρ καὶ τὴν »μορφὴν« τοῦ »δούλου« προσλαβὼν εἰς τὴν ἑαυτοῦ τελειότητα πόλιν ἀνεποληρώθη κοὶ τὴν [*](16 Kol. 2, 9 — 17 rhil. 2, 7) [*](15–S. 96, 4 Theophan. Keram. hora. 53 PGr 132 S. 982 f) [*](1 εἶτα τὸν 2 εἶτα τὸν Ρ 3 εἰς — διαιρούμενος] φημὶ γε εἰς τρὶς δύο, καὶ δὶς τρεῖς, καὶ ἑξάκις ἓν ἐ·ξ αὐτῶν πάλιν συνίσταται Theoph. 4 τῶν τριῶν Ο, ab. üb. δύο καὶ steht καὶ τριῶν τ. δύο καὶ τριῶν MAI) | τοῖν δυοῖν Theoph. | πάλιν — ἴξ Z. 5] τέλειός ἐστι Theoph. 5 δὲ] γὰρ Theoph. 5 f μήτε πλεον. ἑ. π. vor μήτε — συμπλ. ἑ. Theoph. | τινὸς ἑτέρου προσδ. εἰς συμπλ. Theoph. 7 εἰσιν ὑπερτ. Theoph. | ὁ δωδέκατος Theoph. | τὸ γὰρ — ὁ ἕξ Ζ. 11] ου τὰ μέρη συντιθέμενα ὑπερεκπίπτει τὰ δώδεκα Theopli. 8 τὸ vor τέταρτον < P 11 αὐτοῦ μέρ. Cb Jh | οἱ Γε εἰσιν ἀτέλειοι Theoph. | ὁ 2 < Theoph. 12 τὸ γὰρ — ἑπτά, καὶ Ζ. 14] or τὰ μέρη συντιθέντα Theoph. 14 τὸν ἑ. συμπλ.] τὸ γενέσθαι ὄκτω Theoph. | οὐχ ὡς –ποιητική S. 96, 8 anders Theoph. hom. 18 (doch s. S. 96, 4) 15 ff διὸ καὶ etc. vgl. Theoph. hom. 53 φασὶ δὲ καὶ τὸν ἕκτον ἀριθμὸν τέλειον ὄντα, ὡς ἐκ τῶν ἰδίων μερῶν τὴν ἀναφορὰν ἔχειν εἰς τὸν υἱὸν τοῦ θεοῦ, θεὸν τέλειον ὄντα καὶ τέλειον ἄνθρωπον. καὶ ὥσπερ οὖτος ὁ ἀριθμὸς εἰς τὰ ἴδια μέρη ἀναλυόμενος, συντεθέντων αὖθις τῶν μερῶν εἰς ἑαυτὸν πάλιν ἀποκαθίσταται, οὕτως ὁ τοῦ θεοῦ μονογενὴς υἱός, κενωθεὶς καὶ δούλου μοφὴν λαβὼν καὶ οἱονεὶ σμικρυνθείς, εἰς τὴν ἑαυτοῦ τελειότητα καὶ ἀξίαν πάλιν ἀνεπληρώθη, οὐδέποτε τοῦ τέλειος εἶναι ζημιωθείς 16 εἴληφε Jh | (θεό)_τη(τος) undeutl. 18 (προσ)λαβὼν εἰς unleserl. O | προσλα|βῶν P205v)
96
ἀξιαν. αὐτὸς γὰρ ἐν ἑαυτῷ σμικρυνθείς, καὶ ἐν τοῖς ἑαυτοῦ μέρεσιν ἀναλυθείς, ἐκ τῆς ἑαυτοῦ σμικρότητος καὶ τῶν ἑαυτοῦ μερῶν εἰς τὴν συμπλήρωσιν πάλιν τὴν ἑαυτοῦ καὶ τὸ μέγεθος κατέστη, οὐδέποτε τοῦ τέλειος εἶναι μειωθείς. ἀλλὰ καὶ ἡ τοῦ κόσμου κτίσις ἐκ τούτου φαίνεται πᾶσα συγκειμένη τοῦ ἀριθοῦ καὶ τῆς ἁρμονίας, ἐν ἓξ ἡμέραις‘ ποιήσαντος τοῦ θεοῦ τόν τε οὐρανὸν καὶ τὴν γῆς καὶ τὰ ἐν αὐτοῖς«, τῆς ποιητικῆς δυνάμεως τοῦ λόγου τὸν ἕξ ἐμπεριέχοντος ἀριθμόν, καθ' ὃν ἡ τριὰς σωμάτων ἐστὶ ποιητική· μῆκος γὰρ καὶ πλάτος καὶ βάθος σῶμα ἐργάζεται, ὁ δὲ ἓς ἐκ τῶν τριγώνων ἐστὶ συγκείμενος. — καὶ περὶ μὲν τούτων οὐκ ἔστι καιρὸς πρέπων ἐν τῷ παρόντι δι᾿ ἀκριβείας διεξελθεῖν, ἵνα μὴ τὸ προκείμενον ἐάσαντες τὸ πάρεργον σκοπῶμεν.

Οὐκοῦν δεῦρο εἰς τὴν ἔρημον ἐλθοῦσα ταύτην καὶ ἄγονον κακῶν, καθὼς καὶ πρόσθεν εἰρήκαμεν, ἡ ἐκκλησία τρέφεται, πτερουμένη τοῖς οὐρανοπόροις τῆς παρθενίας πτεροῖς, ἃς ἀετοῦ μεγάλου πτέρυγας ὁ λόγος ἔφη, νικήσασα τὸν ὄφιν καὶ τῆς πληροσελήνου τῆς ἑαυτῆς τὰς νεφέλας τὰς δυσχειμέρους ἀπωσαμένη. τούτων γὰρ χάριν οἱ μεταξὺ πάντες οὗτοι παρηνέχθησαν λόγοι, διδάσκοντες ὑμᾶς ὠ καλλιπάρθενοι, κατὰ κράτος μιμεῖσθαι τὴν μητέρα, μὴ ἐπιθολοῦσθαι δὲ ταῖς ἀχθηδόσι καὶ τροπαῖς καὶ θλίψεσι τοῦ βίου, ἵνα συνεισέλθητε γαῦροι μετ᾿ αὐτῆς εἰς τὸν νυμφῶνα, παραφαίνουσαι τἀς λαμπάδας. μὴ οὖν ἀποδειλιάσητε πρὸς τὰς μεθοδείας« καὶ διαβολὰς τοῦ θηρός, ἀλλὰ καρτερῶς ἐνσκευάσασθε πρὸς τὴν μάχην, τὴν κόρυν [*](5 Exod. 20, 11 — 8 Plato Legg. X, 896 D — 14 Symp. S. 93, 9ff — 15 Symp. S. 82, 1. 83, 7 — Ezech. 17, 3 — 16 vgl. Symp. S. 85. 12ff — 21 Mt. 25, 10 — 22 Ephes. 6, 11. 17. 19) [*](4ff. 8ff Theophan. Keram. hom. 18 PGr 132 S. 405 B) [*](1 γὰρ ἐν ἑαυτῷ σμικρ)υνθείς, καὶ unleserl. Ο | ἐ(ν) — ἑαυτοῦ) σμι(κρότητος) Ζ. 2 unleserl. Ο 3 τὴν ἑαυτοῦ unleserl. Ο 4 μειωθείς unleserl. Ο | ἀλλὰ — αὐτοῖς Z. 7] ὅθεν καὶ ἡ τοῦ κόσμου κτίσις τὴν τῆς ἑξάδος ἁρμονίαν οὐκ ἔφευγεν. ἐν γὰρ ἓξ ἡμέραις ὁ δημ. πᾶν τὸ φαινόμ. ἐτεκτήνατο Theoph. S. 405 B | καὶ ἡ τοῦ κ)όσμου unleserl. Ο 5 (σ)υγκ(ειμ). τ. ἀριθμοῦ unleserl. Ο | συνεστεικέναι MAI 6 ποιήσαντος Ο 71v | τε < P Jh 7 περιέχοντος P 8 ἡ τριὰς < P | ἐστι σωμ. P 8f PI μήκους σωμάτων κ. πλάτους κ. βάθους 8 μῆκος — συγκ. Z. 10] μῆκος κ. βάθος κ. πλάτος, ὡς ἐκ τριγ. συγκείμενος· ἐκ τούτων δὲ πάντων τὸ σῶμα Theoph. hom. 18 S. 405 B 11 διεξ. δι᾿ ἀκριβείας B 11f τὰ πάρεργα P 13 ἐλθοῦσαν P 14 καθὼς — εἰρήκαμεν < Po Cb Jh 15 ἃς] αἳ B 16 προσελήνου Ο, üb. π e. Punkt 17 ἀπεωσαμένη HSS 18 οἱ < Ο Jh | πάντες P 206 | ἡμᾶς Ο 23 f (κό)ρυν τοῦ unleserl. O)

97
»τοῦ σωτηρίου« καὶ »τὸν θώρακα« καὶ τὰς κνημῖδας ἐξωπλισμέναι. μυρίαν γὰρ αὐτῷ κατάπληξιν παρέξετε μετὰ πολλοῦ λήμματος καὶ εὐψυχίας προσβάλλουσαι, οὐδὲ στήσεται πάντως ἐκ τοῦ κρείττονος ὁρῶν τὰς ἀντιπάλους παρατεταγμένας, ἀλλ᾿ αὐτόθεν ἄρασθαι τῶν ἑπτὰ παλαισμάτων ὑμᾶς συγχωρήσει τὰ ἀριστεῖα ὁ πολυκέφαλος κοὶ πολυπρόσωπος θήρ,

  • πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ Χίμαιρα.
  • δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο·
  • καὶ τὴν μὲν κατέπεφνε πατρὸς τεράεσσι πιθήσας
  • Χριστὸς ἄναξ· πολλοὺς γὰρ ἀπώλεσεν, οὐδέ τις ἔτλη
  • λοίγιον ἐκ γενύων ἀφρὸν ἐρευγομέναν,
  • εἰ μὴ πρότερον ἐκλύσας αὐτὴν κατειργάσατο καὶ ἀσθενῆ καὶ εὐκαταφρόνητον ἡμῖν παντελῶς ἐποίησε Χριστός.