Symposium Sive Convivium Decem Virginum

Methodius

Methodius, Symposium Sive Convivium Decem Virginum, Bonwetsch, Hinrichs, 1917

Οἱ γὰρ πτερορρυήσαντες καὶ πεσόντες εἰς τὰς ἡδονὰς οὐ πρότερον λήγουσι λύπης καὶ πόνων, ἔστ' ἂν τῇ τοῦ πάθους ἐπιθυμίᾳ τὴν ἀνάγκην ἐκπληροῦντες τῆς ἀκρασίας ἀμύητοι καὶ ἀτελεῖς τοῦ τῆς ἀληθείας ἀπομείνωσι δράματος, ἀντὶ τῆς μετ’ αἰδοῦς καὶ σωφροσύνης παιδοποιήσεως ἀγρίαις ἐρώτων λυττήσαντες ἡδοναῖς αἱ δὲ εὔπτεροι καὶ κοῦφαι εἰς τὸν ὑπερκόσμιον τόπον ὑπερκύψσαι τοῦ βίου καὶ ἰδοῦσαι μακρόθεν ἃ μὴ ἕτερος ἀνθρώπων ἐθεάσατο, τοὺς λειμῶνας αὐτοὺς τῆς ἀφθαρσίας, ἀμήχανα κάλλη καὶ ἄνθη φέροντας καὶ πεπληρωμένους, ἀεὶ πρὸς αὐτούς εἰσιν , ἀναπολοῦσαι τὰ ἐκεῖ θεάματα, καὶ διὰ τοῦτο μικρὰ ἡγοῦνται τὰ ἐνταῦθα νομιζόμενα καλά, πλούτους καὶ δόξας καὶ γένη καὶ γάμους, καὶ οὐδὲν ἔτι ἐκείνων [*](2 vgl. zu S. 81 7 f — 3 Plato Kiatyl. 41 5 D. Phaeclr. 240 D — 5 Symp. 9, 1. De res. I, 27, 1 — 7 Plato Tim. 42 C — 9 Plato Phaed. 69 G. Phaedr. 248 B — 12 Plato Phaedr. 247 C. 249 C — 13 Plato Axioch. 371 C — Symp. S. 6, bf. Apok. Petr. 15 — 16 Plato Theaet. 173 E — 17 vgl. Plato Gorg. 523 C) [*](3 f Phot. Bibl. 237 S. 311 a, 26) [*](3 ὦ Ἀρ. — ἐπωνυμ. Ζ. 4 Ph 311 a, 24 ff | ὦ Ἀρ. εἴτε] ἡ ἀρετὴ ἤτοι Ph | ὅτι nach εἴτε u. αἱρετὴ nach ἑαυτὴν + Po Cb Jh nach PI, διὰ τὸ ehai αἱρετὴν + Kl 3 PI Phaedr. ἄνω μετεωρίζουσα | τὰς ψυχὰς < P | ἔσχηκε Ph 7 PI οὐ πρότερον πόνων λήξοι 9 f PI Phaed. ἀμὑητος καὶ ἀτέλεστος. Phaedr. 248 ἀτελεῖς τῆς τοῦ ὄντος θέας ἀπέρχονται 10 δράματος] ὁράματος Jh, aber vgl. S. 81, 11 | μετὰ B 11 PI Phaed. 81 A ἀγρίων ἐρώτων. Legg. IX, 586 ἔρωτας λυττώντας | λυοσήσαντες Ο 12 κοῦφοι P | PI 247 τὸν δὲ ὑπερουράνιον τόπον 13 μακρόθεν] πόρρωθεν viell. richtig P Jh 13 f PI εἰς τὸν τῶν εὐσεβῶν χῶρον οἰκίζονται, ἔνθα . . παντοῖοι . . λειμῶνες ἄνθεσι ποικίλοις ἐαριζόμενοι 14 λειμῶνας P 197 | αὐτοὺς undeutl. 15 καὶ vor πεπλ. < P | αὐτ)ούς sehr undeutl. 0, αὐταῖς Po Cb, αὐτοῖς MAlJh | ἀναπωλοῦσααι P, ἀναπλοῦσαι B 16 μικρὰ ἡγοῦνται undeutl. 0; μὴ ῥέπουσαι πρὸς 2. Hd. in ücke M AI | PI ταῦτα πάντα ἡγησαμένη σμικρὰ καὶ οὐδέν 17 Pl γένη καὶ πολύτους | πλού)τους undeutl. | πλοῦτον κ. δόξαν M AI | κ. γένη — γάμους unleserl. Ο (2. Hd. in ücke M) | καὶ vor οὐδὲν < M AI | οὐδε. Ο | ἕτι P: τι AlJh, auch wohl O wie Al)

83
περὶ πλείονος ποιοῦνται. ἀλλὰ καὶ εἴ τις αὐτῶν θηρίοις ἢ πυρὶ τὰ σώματα βούλοιτο παραδιδόναι καὶ τιμωρεῖσθαι, ἑτοίμως ἔχουσι τῶν ἀλγηδόνων ἀφροντιστεῖν διὰ τὸν ἐκείνων πόθον καὶ τὴν ἐκείνων ἔκπληξιν, ὥστε δοκεῖν αὐτὰς καὶ ἐν κόσμῳ οὔσας μὴ εἶναι ἐν κόσμῳ, ἀλλὰ τῷ φρονήματι καὶ τῇ ὁρμῇ τῆς ἐπιθυμίας εἰς τὴν ἄγυριν ἤδη τῶν ἐν τοῖς οὐρανοῖς τυγχάνειν. οὐ γὰρ θέμις ἐπὶ γῆς βρίθειν κατὰ τὴν ἑαυτοῦ φύσιν τῷ τῆς παρθενίας πτερῷ, ἀλλ ἄνω φέρειν εἰς καθαρὸν αἰθέρα καὶ τὸν τῶν ἀγγέλων γείτονα βίον. ὅθεν καὶ πρῶται τῶν ἄλλων μετὰ τὴν ἀνάκλησιν καὶ τὴν ἐντεῦθεν ἐκδημίαν αἱ ὀρθῶς καὶ πιστῶς παρθενεύσασαι τῷ Χριστῷ τὰ νικητήρια φέρονται τῶν ἄθλων, τοῖς τῆς ἀφθαρσίας ἄνθεσι στεφθεῖσαι πρὸς αὐτοῦ· ἅμα γὰρ τῷ καταλεῖψαι τὸν κόσμον τὰς ψυχὰς λόγος ταῖς παρθένοις ὑπαντῶντας ἀγγέλους μετὰ πολλῆς εὐφημίας εἰς τοὺς προειρημένους παραπέμπειν λειμῶνας αὐτάς, εἰς οὓς καὶ πρόσθεν ἐλθεῖν ἐγλίχοντο, μακρόθεν αὐτοὺς φαντασιωθεῖσαι τότε, ὁπότε ἔτι ἐπενδημοῦσαι τοῖς σώυμασιν ἰνδάλλοντο τὰ θεῖα.

Ἐνταῦθα οὖν δὴ ἐλθούσας θαυμαστά τινα θεάσασθαι καὶ ἔκλαμπρα καὶ μακάρια κάλλη καὶ ὁποῖα ἐξειπεῖν εἰς ἀνθρώπους δυσχερές. εἶναι γὰρ αὐτὴν δικαιοσύνην καὶ αὐτὴν σωφροσύνην, ἀγάπην αὐτὴν ἐκεῖ καὶ ἀλήθειαν καὶ φρόνησιν καὶ τὰ ἄλλα ὡσαύτως ἐπιφανῆ τῆς σοφίας ἄνθη καὶ φυτά, ὧν ἡμεῖς ἐνθάδε σκιὰς μόνας φασματώδεις ὀνειρώσσοντες ἀπὸ τῶν πράξεων ἡγούμεα τῶν ἀνθρω- [*](1 I Kor. 13, 3 ? — 4 vgl. Plato Symp. 211 D — Ep. ad Diognet. 5 — 6 Symp. S. 49, 16. 68. 18. 85, 7. 92, 15; vgl. Tatian 13 — 9 vgl. Apok. Job. 14, 4. I Thess. 4,16 — 10 II Kor. 5, 9 — 13 Apok. Petr. ? — 15 Plato Pbaedr. 248 A — 16 Kor. 5, 6 — 17 Plato Phaedr. 250 B — 18 vgl. Plato Tim. 28 C — 19 Plato Phaedr. 247 DE — 21 Symp. S. 114, 5. Plato Pol. VH, 532 C) [*](1 πλέονος P | ποιοῦνται ἀλλ)ὰ καὶ εἴ unleserl. Ο | ἀλλὰ] ὥστε Μ AI | αὐ . . . Ο: αὐτοῖς MAI | θηρ)ίοις ἢ undentl. Ο 1 f βούλ. τὰ σώμ. P Jh | 2 βούλοιτο Ο 66 3 πόθων P (nicht V) 4 καὶ vor ἐν < Cb Jh | οὕσαι B 6 τῶν ἄστρων ἐν P 7 τὸ . . πτερὸν P | ἀλλὰ P 8 φέρ.] εἰς οὐρανόν + P Jh 10 παρθενεύουσαι B 12 πρ. αὐτ. auch παρ’ ἑαυτοῦ MAI) 13 λόγος] ἔχει P 14 παραπέμ|πειν P ν 15 PI γλιχόμεναι . . τοῦ ἄνω 16 ἐπενδημοῦσαι Ο: ἐνδημοῦσαι P Jh: ἐκδημοῦσαι Po 17 οὖν + O | θεάσ. θαυμ. τινα Ο 17 f κάλλος δὲ τότ' ἦν ἰδεῖν λαμπρόν, ὅτε . . μακαρίαν ὄψιν τε καὶ θέαν . . εἶδον 18 ἐκλάμποντα Ο 19 f PI καθορᾷ μὲν αὐτὴν δικαιοσύνην, καθορᾷ δὲ σωφροσύνην, καθορᾷ δὲ ἐπιστήμην . · καὶ τἆλλα ὡσαύτως τὰ ὄντα ὄντως θεασαμένη | αὐτὴν vor σωφρ. < Cb Jh | φρόνησιν . . σωφροσύνην P 21 f PI φαντάσματα θεῖα κ. σκιάς)

84
πίνων συνίστασθαι, ὅτι μὴ ἔστιν αὐτῶν δεῦρο μηδὲν εἴδωλον καταφανές, ἀλλ' ἀπεικονίσματα μόνον ἀειδῆ, ἃ δὴ καὶ αὐτὰ σκοτεινῶς πολλάκις ἀπεικάζοντες αἰσθανόμεθα. οὐ γὰρ ἂν πώποτε δικαιοσύνης αὐτῆς ἢ συνέσεως ἢ εἰρήνης ὀφθαλμοῖς ἐθεάσατο τις μέγεθος ἢ σχῆμα ἢ κάλλος· ἐκεῖ δὲ ἐν τῷ ὄντι, ὡς εἰσίν , ὁλοτελῆ βλέπονται καὶ σαφῆ. εἶναι γὰρ δένδρον τι σωφροσύνης αὐτῆς, εἶναι ἀγάπης, εἶναι συνέσεως, ὥπερ καὶ τῶν ἐνθάδε τὰ φυτὰ καρπῶν. οἶον σταφυλῆς ἢ ῥόας ἢ μήλων. οὕτω δὴ κἀκείνων βλέπεσθαι μὲν καὶ ἐσθίεσθαι τοὺς καρπούς, οὐ μὴν ἀπόλλυσθαι καὶ φθίνειν, ἀλλ’ εἰς ἀθανασίαν αὔξειν καὶ θειότητα καὶ τοὺς δρεπομένους· καθὼς κἀκεῖνος, ἐξ οὑ πάντες ἐσμέν, πρὸ τοῦ παραπεσεῖν καὶ πηρωθῆναι τὰς ὅψεις ἐν τῷ παραδείσῳ τυγχάνων ἀπεκαρπεύετο, τοῦ θεοῦ θεμιστεύοντος τὸν ἄνθρωπον τῶν τῆς σοφίας ἐργάτην τεθῆναι καὶ φύλακα φυτῶν. τοιούτους γὰρ ἠν καρποὺς πεπιστευμένος γεωργεῖν καὶ ὁ πρῶτος Ἀδάμ. καὶ ὁ Ἱερεμίας δὲ ταῦτα τυγχάνειν ἰδικῶς ἴν τινι τόπῳ καὶ ἀφεστῶτι μεγάλην ἀπόστασιν τῆς καθ’ ἡμᾶς οἰκουμένης οἶδεν, ἔνθα τοὺς ἐξολισθήσαντας τῶν αἰωνίων ἀγαθῶν κατοικτίζων λέγει »μέθετε ποῦ ἐστι φρόνησις, ποῦ ἐστιν ἰσχύς, ποῦ ἐστιν ἡ σύνεσις τοῦ γνῶναι, ἅμα ποῦ ἐστι μακροβίωσις καὶ ζωή, ποῦ ἐστι φῶς ὀφθαλμῶν καὶ εἰρήνη. τίς εὑρε τὸν τόπον αὐτῆς, ἢ τίς εἰσῆλθεν εἰς τοὺς αὐτῶν;‘ τούτων οὐν διελθούσας εἰς τοὺς θησαυροὺς ἀποκαρπεύεσθαι λόγος τῶν ἀρετῶν τὰς παρθένους, εὐτάκτοις φωσὶ καὶ πολλοῖς καταρδομένας, ἃ δίκην πηγῆς αὐταῖς ὁ θεὸς ἀνερεύγεται, καταλάμπων ἐκεῖνον τὸν αἰῶνα φωσὶν ἀδότοις. αἱ δὲ χορεύουσιν ἐμμελῶς γεραίρουσαι τὸν θεόν· περικέχυται τὰρ αὐταῖς ἀὴρ καθαρὸς καὶ μὴ καθιππευομενος ἡλίῳ.

[*](1 vgl. Plato Phaedi-. Β — 8 f vgl. Apok. Joh. 2, 7 — 13 Gen. 2, 15 — 17 Baruch 3, 14. 15)[*](1 συνεστᾶναι Ρ (-στάναι B) 2 μόνον — ἃ undeutl. | ἀειδῆ M Al Po Jh, w. e. seh. auch O καὶ εἴδη P | ἃ δὴ ο003C; P 3 αἰσθ)ανόμεθα unleserl. O 4 ὀφθαλμ)οῖς undeutl. | μέγεθος < 5 (ὁλο) τελῆ unleserl. Ο βλέποντες MAI 6 ἀ)γάπης unleserl. 7 συνέσεως — τ(ῶν) unleserl. O anders auch MAI | τὰ Ο ν 8 ἢ vor ῥόας < B Jh | ῥοιᾶς Ρ Ι ἢ] καὶ (a. Rand ἢ) B Jh | μὲν P 198 8 f ἐσθίεσθαι PJh: ἔδεσθαι 10 καὶ vor τοὺς + 12 ἐπεκαρπεύετο 0, aber vgl. Ζ. 21 f | θεμιστεύσαντος Viell. richtig PJh 13 τῶν über d. Lin. in P: τὸν 15 ἐνδικῶς 16 οἰκούμενος B 18 ποῦ ἐστιν ἡ] ἢ | ἡ < Jh 20 τὸν < BY (ob auch P?) | τόπον durchstrichen B | τοὺς 003C; P 21 αὐτῶν PJh: αὐτῆς Ο 22 λόγους Ρ αὐτὸς P 24 αἱ Ο: ἀεὶ PJh)
85

Νῦν οὐν, ὡ παρθενοι, σωφροσύνης ἀχράντου θυγατέρες, ὑπὲρ ζωῆς ἡμῖν ἀφθόνου καὶ βασιλείας οὐρανῶν ἡ σπουδή. εἰς τὴν αὐτὴν δόζαν τῆς ἁγνείας καὶ ὑπεῖς προθύμως ταῖς πρὸ ὑμῶν συμφρονήσατε, ὀλίγα φροντίσασαι <τοῦ> βίου· οὐ γὰρ μικρὸν εἰς ἀφθαρσίας ἁγνεία, ἀνωφερῆ τὴν σάρκα πρὸς ὕψος αἴρουσα καὶ τὸ κάθυγρον αὐτῆς ἀναξηραίνουσα καὶ πηλῶδες βάρος ὁλκῇ μείζονι. Με βριθέτω τῆς ἀκοῆς ὁ ῥύπος ῥέπων εἰς τὴν γῆν, μηδὲ μετα κασμείτω λύπη τὴν χαράν, ἐκτήκουσα τὰς ἐπὶ τοῖς κρείττοσιν ἐλπίδας· ἀλλὰ ἀτρύχως αποσείεσθε τὰς ἐπισυμβαινούσας ὑμῖν συμφοράς, μὴ θολοῦσαι γόοις τὸν λογισμόν. νικάτω γὰρ ἡ πίστις πάντη, καὶ ἀπωθείσθω τὸ φῶς ἀυτῆς τὰ φερόμενα τοῦ πονηροῦ περὶ τὴν καρφίαν φάσματα. ὥσπερ γὰρ ὁπόταν ἡ σελήνη τὸν οὐρανὸν αἴγλης ἐκλάμψασα πληρώσῃ καὶ πᾶς ὁ ἀὴρ αἴθριος γτενηθῇ, ἄφνω δὲ νεφέλαι ποθὲν ἐκ δυσμῶν ὑποδραμοῦσαι βάσκανοι πρὸς ὀλίγον τὸ φῶς αὐτῆς ἐπισκιάζουσιν, οὐ μὴν ἀφαιμροῦνται, ἅτε εὐθέως τῇ ῥύμῃ τοῦ πενύματος ἐξωθόυμεναι· οὕτω δὴ καὶ ὑμεῖς ἐν τῷ κόσμῳ λάμπουσαι τὴν ἁγνείαν, ὑπὸ θλίψεων ὀχληθεῖσαι καὶ πόνων, ὦ παρθένοι, μὴ ὀκλάσητε πρὸς τὰς ἐλπίδας. ἐξωθοῦνται γὰρ τῷ πνεύματι τὰ ἐκ τοῦ πονηροῦ νέφη, ἐὰν ὥσπερ ἡ μήτηρ ὑμῶν καὶ ὑμεῖς, ἡ γεννῶσα τὸν ἄρσενα παρθένος ἐν τῷ οὐρανῷ, μὴ δειλιάσητε λοχῶντα καὶ ἐφεδρεύοντα τὸν ὄφιν· περὶ ἧς ἐγὼ πρὸς ὑμᾶς ἀμηγέπη διεξελεύσομαι δηλοῦσα· καιρὸς γὰρ τὰ νῦν. — καὶ ὤφθη μέγα σημεῖον ἐν τῷ οὐρανῷ « τὴν Ἀποκάλυψιν ὁ Ἰωάννης ἐξηγούμενος λέγει γυνὴ περιβεβλημένη τὸν ἥλιον· καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς· καὶ [*](4 Plato Legg. III, 684 D — 7 Plato Phaecir. 247 B. Vgl. zu S. 83, 6 — 13 Tgl. 96, 16 f — 16 Mt. 5, 16 — 22 Apok. Job. 12, 1–6) [*](1 Νῦν P ν | w < P 2 ὑμῖν Sh. | οὐρανῶν undeutl. 3 συμφρονήσα . . . Ο 4 τοῦ + Ausgg. | τοῦ β(ίου) unleserl. (in ücke in Μ) | PI οὐ σμικρὸν εἰς ῥᾳστώνην 5 ἀφθαρσία καὶ | ἀνωφερῆ τὴν σάρκα P, w. e. seh. auch Ο: ἄνω φέρουσα καὶ ßer ἄνω φερ. in ücke Μ) AlJh 6 κάθ)6γρον καθαρὸν M) . . αὐ . . ῆς ἀν . ξηυραίν) unleserl. Ο | αὐτῆς P: αὐτῇ Μ: < AI Cb Jb | ἀναξυραίνουσα B 7 μηδὲ — ῥέπων unleserl. (μηδὲ — ῥύπος ücke in M) | ῥύπος auf Rasur P 7 f μετακοσμεῖτο — ἐκτήκουσα unleserl. O ücke in M) 8 κρείττοσιν Ο 67 9 ἐπισείεσθε Ρ 10 παντὶ P 11 τὸ nach φῶς Ο | φερ.] φαινόμενα 12 ὅταν P Jh 13 αἴθρηος B 14 f τὸ φῶς αὐτῆς vor πρ. ὀλίγον P Jh 16 δὴ < 17 ὀχληθεῖσαι P 199 18 ὀκλά O 19 καὶ ὑμεῖς vor μὴ Ζ. 20 mit Recht Kl 20 παρθένον (παρ 0) AlPoCb, Jb 21 ἁμηγέηῃ Jh wie PI Pol. V, 474 C ἁΜ γέ πῃ)

86
ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δεκαδύο· καὶ ἐν γαστρὶ ἔχουσα κροάζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν. καὶ ῶφθη ἄλλο σημεῖον έν τῷ οὐρανῷ· καὶ ἰδοὺ δράκων πυρρὸς μέγας, ἔχων χεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἐπτὰ διαδήματα· καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον μέρος τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν· καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης ἐκτεκεῖν, ἵνα ὄταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ. καὶ ἔτεκεν υἱὸν ἄρσενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν Μιν καὶ πρὸς τὸν θρόνον αὐτοῦ· καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ὑπὸ τοῦ θεοῦ, ἴνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας « καὶ τὰ μὲν οὖν περὶ τῆς γυναικὸς ἱστορούμενα καὶ τοῦ δράκοντος ὡς ἐν ἐπιτομῇ τέλος ἔχει· περὶ δὲ τοῦ τὴν ἐπίλυσιν αὐτῶν ἀνεύρασθαι καὶ εἰπεῖν μεῖζον ἢ καθ’ ἡμᾶς. ὅμως τολμητέον, πιστεύσασαν τῷ κελεύσαντι «τὰς γραφὰς« ἐρευνᾶν. εἰ οὖν καὶ σφῷν τὰ λεγόμενα συνδοκεῖ, χαλεπὸν οὐδὲν ἤδη τερίλασθαι· πάντως γὰρ συγγνώσεσθε, πρὸς τὴν ἀκρίβειαν τῆς γραφῆς ἐὰν μὴ δυνηθῶ διαρκέσαι.

Ἡ ὀφθεῖσα περιβεβλημένη τὸν ἥλιον ἐν τῷ οὐρανῷ γυνὴ καὶ στέφανον ἐξ ἀστέρων περικειμένη δώδεκα, ἧς τὴν ἕδραν εἶχε ἡ σελήμνη πρὸς τοῖς ποσί, καὶ ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν, αὔτη κυρίως ἐστὶ κατὰ τὸν ἀκριβῆ λόγον ἡ μήτηρ ἡμῶν, ὧ παρθένοι. [*](12 S. 25, 3. 33, 19. 42, 3. Plato Tim. 40 D — 15 Joh. 5, 39 — 22 vgl. Symp. S. 37, 1 ff) [*](19 ff Phot. Bibl. 237 S. 311 a, 42—b, 4 — Andi-eas PG 106, 320 B Cat. 8, 535, 13)) [*](1 καιφαλῆς, a. Rd. κε, B | δώδεκα P Jh, δόδεκα B 4 διαδ. ματα Ο 5 τῶν ἀστέρων < (viell. etw. a. Rd., μέρ. . . τ. οὐρ. < MAI) 6 καὶ ἔ(βαλ)εν αὐτοὺς unleserl. 7 (μελλού)σης ἐκτεκεῖν unleserl. (μελλ. 8 καταπίη Ρ | ἔτεκεν υἱὸν undeutl. | ἄρσενα — ποιμαί(νειν) unleserl. Ο ποιμένειν B 9 ἐν < Ρ | σ . . ηρᾶ 0, σιδηροῦ P | καὶ — τέκνον unleserl. | ἡρπάγη Po Cb Jh 10 θρόνον P ν | αὐτοῦ — ἔρημον unleserl. 11 ἐκεῖ < | τόπον ν 12 καὶ vor τὰ + 12 ff PI ταῦτα . . τὰ περὶ . . εἰρημένα . . ἐχέτω τέλος . περὶ δὲ τῶν . . μεῖζον ἢ καθ’ ἡμᾶς 14 ἀνευρᾶσθαι P 15 τολμητέον: vgl. auch PI Phaedr. 247 C | πιστεύσαντας P, πιστεύσαντες B 19 Ἡ ὀφθεῖσα etc. c. 5 — 8] Ph kurz zusammenfassend ὅτι τὰ πλεῖστα τῆς τοῦ Ἰωάννου Ἀποκαλύψεως ῥητὰ εἰς τὴν ἐκκλησίαν κ. τὰς παρθενευ ούσας ψυχὰς ἀνάγει. ἀλλὰ σχεδὸν καὶ ὅσα ἂν ῥητὰ καὶ ἄλλοθεν ἔλαβεν, ἀλληγορικῶς αὐτὰ καὶ οὐ κατὰ τὸ γράμμα διηγεῖται ἐν τῷδε τῷ διαλόγῳ | s. Andr zu S. 89, 7 ff 20 ἐξ] ἐκ τῶν Cb Jh 22 κυρίως < | ἡ < P | ὑμῶν P | ὁ παρθέν οι B)

87
δύναμίς τις οὖσα καθ’ ἑαυτῆν ἑτέρα τῶν τέκνων, ἣν ὁτὲ μὲν Ἱερουσαλὴμ οἱ προφῆται κατὰ τὴν σύνοψιν τῶν ἐπιφερομένων, ὁτὲ δὲ νύμφην, ὁτὲ δὲ Σιὼν ὄρος, ὁτὲ δὲ ναὸν καὶ σκηνὴν τοῦ θεοῦ κεκλήκασιν. ἡ γὰρ παρορμωμένη φωτίζεσθαι δύναμις ἐν τῷ Προφήτῃ, φωτίζου, φωτίζου« κεκραγότος αὐτῇ τοῦ πνεύματος »Ἱερουσαλήμ ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ δὲ ἀνατέταλκεν. ἰδοὺ καλύψει σκότος καὶ γνόφος γῆν, καλύψει ἐπ' ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται κύριος, καὶ ἡ δόξα κυρίου ἐπὶ δὲ ὀφθήσεται. καὶ πορεύσονται βασιλεῖς ἐν τῷ φωτί σου καὶ ἔθνη ἐν τῇ λαμπρότητί σου. ἀνάβλεψον κύκλῳ τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου. ἥκασι πάντες οἱ υἱοί σου μαΚρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται« ἔστιν ἡ ἐκκλησία, ἧς τὰ τέκνα πασσυδὶ ἐν τῷ βαπτίσματι μετὰ τὴν ἀνάστασιν πάντοθεν πρὸς αὐτὴν ἥξει καταθέοντα αὐτῇ, δεχομένη τε τὸ φῶς τὸ ἀνέσπερον, τὴν λαμπρότητα στολῆς σχήματι περιβεβλημένη τοῦ λόγου, ἥδεται. ποίῳ γὰρ ἄλλῳ τιμαλφεστέρῳ κόσμῳ ἢ τιμιωτέρῳ τὴν βασίλισσαν ἔπρεπε κοσμηθεῖσαν νυμφαγωγηθῆναι τῷ κυρίῳ, φῶς ὡς ἱμάτιον‘ λαβοῦσαν, δι' ὃ καὶ αὐτὴν ὑπὸ τοῦ πνεύματος ἀνακληθῆναι; ἴτε γὰρ ἀναβᾶσαι τῷ λόγῳ θεάσασθε ὥσπερ τὰς πρὸς γάμον παρθένους γυναῖκα μεγάλην, καθαρὸν καὶ ἄχραντον ὅλον καὶ μόνιμον κάλλος καὶ οὐδὲν ἐλαττούμενον τῆς λαμπρότητος τῶν φώτων ἀθοστίλβουσαν, καὶ ἀντὶ μὲν στολῆς αὐτὸ φῶς ἠμφιεσμένην, ἀντὶ δὲ λίθωι· τιμίων ἀστράσι φαιδροῖς τὴν κεραλὴν κεκοσμημένην. ὃ γὰρ ἡμῖν ἐσθής, τοῦτο ἐκείνῃ φῶς· ὃ δὲ [*](1. 3 Hebr. 12, 22 (8, 2). I Kor. 3, 16 f. 11 Kor. 6, 1(3. Ephcs. 2, 21 — 5 Jes. 60, –4 — 15 Psal. 44, 9 — 17 Psal. 103, 2) [*](12. — S. 88, 3 Andi-eas PG 106, 320 B (Gramer Cat. S, 535, 13 ff)) [*](3 τοῦ < P Jh 4 παρορμμένη : παρωρμημένη P Jh 5 (1. 2. φωτίζου < Po Cb Jh | κεκραγότι VJh: P 200, dann Rasur | αὐτῇ — πνεύματος < PJh 7 ἐπὶ ἔθνη Ο 8 κυρίου Ο: αὐτοῦ Ρ 9 ἐν + | ἐν + Ο 10 τοὺς ὀφθαλμοὺς w. e. seh. Ο (M) 11 οἱ w. e. seh. < | καὶ — ἐπ' unleserl. O 12 ἦς τὰ uudeutl. Ο | τέκνα πασσυδὶ unleserl. (a. d, Seite e. Bemerkung): ἥξει hier AI 12 f ἐν τῷ βαπτίσματι + Ο, viell. vor πασσυδὶ zu lesen 13 πάντ. πρ. αὐτὴν sehr undeutl. Ο | ἥξει < Ο | καταθεὸν 14 αὐτὴ verbindend mit dem Folgenden Jh: < Ο Ι . . . ομένη Ο | τε < | ἀνέσπερ)ον — λαμπρό)τητα — περι(βεβλημένη) Ζ. 15 unleserl. Ο (st. τὴν λ. στολῆς ücke in Μ) 15 ἥδε)ται — τιμιωτέρῳ Ζ. 16 unleserl. (nur κόσμῳ u. ücke in Μ) 16 ἢ τιμιωτέρῳ < AI | βασίλειαν Ο | ἔπρεπε Ο 68 17 διὸ Λ·αὶ δὴ Ο 18 πν. Bo, vgl. Ζ. 5: πατρὸς Ι ἀναβληθῆναι Ο | ἴθε, ab. a. Rd. corr. ἴτε, B 19 f ψαθαρὸν P (nicht B) 21 ἀντὶ P ν 22 τιμίων λίθων Ο 23 ὁ γὰρ ὁ δὲ Andr) — εὐφεγγεστέρα S. 88,3 auch Andr | τοῦτ’ ἐκείνης P)
88
ὴμῖν χρυσὸς ἢ διαφανεὶς λέθοι, τοῦτο ἐκείνῃ τὰ ἄστρα, ἄστρα δὲ οὐχ ὁποῖα ταῦτα τὰ έν τῷ ὁρατῷ κείμενα τόπῳ, ἀλλά τινα κρείττω καὶ εὐφεγγέστερα, ὥστε εἰκόνας ἐκείνων μᾶλλον νομίζεσθαι ταῦτα καὶ ἀπεικονίσματα.

Βεβηκέναι τε ἐπὶ τῆς σελήνης, σελήνην, ὡς ἡγοῦμαι, τροπικῶς τὶν πίστιν τῶν ἀποκαθαιρομένων τὴν φθορὰν τῷ λουτρῷ λουτρῷ διὰ τὸ προσεοικέναι τὸ φῶς αὐτῆς μᾶλλον ὔδατι χλιαρῷ καὶ πᾶσαν ἐξ αὐτῆς ἠρτῆσθαι τὴν ὑγρὰν οὐσίαν. ἐφέστηκεν οὐν ἐπὶ τῆς πίστεως καὶ προσλήψεως ἡμῶν ἡ ἐκκλησία κατὰ τὴν τῆς σελήνης σύνοψιν, μέχριπερ ἂν »εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν‘, ὠθίνουσα καὶ ἀναγεννῶσα τοὺς ψυχικοὺς εἰς πνευματκούς, καθ’ ὃν λόγον καὶ μήτηρ ἐστίν. ὥσπερ γὰρ σπορὰν ἀνδρὸς ἀμόρφωτον ὑποδεξαμένη γυνὴ περιοδοις χρόνων ἄνθρωπον ὁλόκληρον ἀποκύει, ταύτῃ δὴ καὶ τοὺς προσφεύγοντας τῷ λόγῳ φήσειεν ἄν τις συλλαβοῦσαν ἀεὶ τὴν ἐκκλησίαν, καὶ τὴν καθ' ὁμοίωσιν ἰδέαν αὐτοὺς καὶ μόρφωσιν μορφοῦσα τοῦ Χριστοῦ, περιόδοις χρόνων πολίτας τῶν μακαρίων ἐκείνων αἰώνων ἐργάζεσθαι. ὅθεν ἐξ ἀνάγκης αὐτὴν ἐφεστάναι δεῖ τῷ λουτρῷ τοὺς λουομένους γεννῶσαν· τούτῳ γὰρ καὶ σελήνη κέκληται τῷ τρόπῳ ἡ περὶ τὸ λουτρὸν αὐτῆς ἐνέργεια, ἐπειδὴ νέον σέλας ἀνανεασθέντες οἱ ἀναγεννώμενοι λάμπουσιν , ὅ ἐστι νέον φῶς, ὅθεν κὼ νεοφώτιστοι καλοῦνται περιφραστικῶς, τὴν πνευματικὴν αὐτοῖς πανσέληνον κατα τὴν περίοδον τοῦ πάθους καὶ τὴν ἀνάμνησιν νέαν ἀεὶ παραφαινούσης, ἴστ’ ἂν ἡ αὐγὴ καὶ τὸ φῶς τὸ τέλειον ἀνατείλῃ τῆς μεγάλης ἡμέρας.

[*](3 vgl. Syinp. S. 62, 10 — 10 Rom. 11, 25 — 11 vgl. I Kor. 15 Gal. 4, 19 — 18 Plato Kratyl. 409 Β)[*](5–16 Andreas PG 106, 320 B (Gramer Cat. 8, 535, –19))[*](1 τὰ + Ο Andr 1 f οὐψ — τινα < Andr 2 ταῦτα < Ο | ὁρατῶ P, nach PI Pol. TU, 532 D ἐν τῷ . . ὁρατῷ τόπῳ auch Jh: οὐρανίω viell. richtig Ο 3 ἐμφανέστερα Andr 4 ἀπεικάσματα P Jh 5 Βεβ. — Χριστοῦ Z. 15 f Andr | ἐπιβέβηκε δὲ Andr | τε < P | τῆς < Andr 5 f δὲ τρ. ἡγ. τ. π. Andr | τὴν πίστιν τροπικῶς 6 τὴν φθορὰν < Ο | λέγων — αὐτῆς 2 Ζ. 7] τῷ ἐκ τῆς σελήνης Andr 7 hegw B, λιαρῷ Po 8 ἐφ. — ἐθνῶν Ζ. 10 < Andr 9 προσλήμεως P 11 καθ’ — ἐκκλ. Z. 14 < Andr 13 f προσφυγόντας P Jh 14 φύσειεν B 15 μορφοῦσα Andr 15 f Χριστοῦ unleserl. Ο 16 (πολ)ίτας unleserl. πολλῶν Μ) | τῶν < P 17 ὅθεν P 201 | ἀνάγκης unleserl. Ο ἐφεστάναι δεῖ unleserl. ἐφιστ. δὴ MAI) 18 γεννῶσαν· τού)τῳ — σε(λήνη κέ)κλ(ηται) unleserl. O | γὰρ < M Al καὶ < Cb Jh 19 λουτρὸν — σέ)λας ἀνανεασ(θέντες) unleserl. Ο | οἱ Ο ν 21 παραφραστικῶς Jh | αὐτ. πανσέληνον Ο: πανσ. αὐτ. Ρ Jh 23 ἡ αὐγὴ] αὐτῆ P)
89

Ἐὰν δέ τις (οὐδὲν γὰρ χαλεπὸν ἔτι διαρρήδην εἰπεῖν) ἀγανακτήσας φράσῃ πρὸς τὰ εἰρημένα, Καὶ πῶς ὑμῖν ἡ ἐξήγησις ἔτι, ὠ παρθένοι, γίνεται κατὰ νοῦν τῆς γραφῆς, ὁπότε ἡ μὲν Ἀποκάλυψις ἄρσενα τὴν ἐκκλησίαν διορίζεται γειννᾶν, ὑμεῖς δὲ ἐπὶ τῶν ἀπολουομένων παρειλήφατε τὰς τελεσφόρους ὠδῖνας αὐτῆς πληροῦσθαι λουομένας; λέξομεν, Ἀλλ', ὦ φιλαίτιε, ἀλλ’ οὐδέ σοι πάρεστιν ἀποδεῖξαι τὸν Χριστὸν αὐτὸν εἶναι τὸν γεννώμενον· πάλαι γὰρ πρὸ τῆς Ἀποκαλύψεως ἐπεπλήρωτο τὸ μυστήριον τῆς ἐνανθρωπήσεως τοῦ λόγου, ὁ δὲ Ἰωάννης περὶ παρόντων καὶ μελλόντων θεσμῳδεῖ. ὁ δὲ Χριστὸς πάλαι κυηθεὶς οὐχ ἡρπάσθη ὁπότε ἔτέχθη πρὸς τὸν θρόνον τοῦ θεοῦ, φόβῳ τοῦ μὴ λυμήνασθαι αὐτὸν τὸν ὄφιν· ἀλλὰ διὰ τοῦτο ἐγεννήθη καὶ κατῆλθεν αὐτὸς ἀπὸ τῶν θρόνων τοῦ πατρός. ἵνα τὸν δράκοντα χειρώσηται μείνας παοστρέχοντα τῇ σαρκί. ὥστε ἀνάγκη ὁμολογεῖν δὴ καὶ δὲ τὴν ἐκκλησίαν εἶναι τὴν ὠδίνουσαν καὶ γεννῶσαν τοὺς ἀπολυτρουμένους , ὥς που καὶ ἐν Ἡσαΐᾳ τὸ πνεῦμά φησι πρὶν τὴν ὠδίνουσαν τεκεῖν καὶ πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν. τίς ἤκουσε τοιοῦτο; καὶ τίς ἑώρακεν οὕτως; εἰ ὤδινεν ἡ γῆ ἐν μιᾷ ἡμέρᾳ, εἰ δὲ καὶ τέκοι ἔθνος εἰσάπαξ, ὅτι ὠδίνησε Σιὼν καὶ ἔτεκεν ἄρσενα«. τίνα ἐξέφυγεν ἢ [*](1 Plato Legg. X, 898 C — 11 vgl. Syiup. S. 32, 19 — 16 Jes. 66, 7. 8) [*](7–9 13– S. 90, 2 Andreas PG 106, 320 BC (vgl. Arethas, Gramer Cat. 8, 352 f)) [*](1 ἔτι διαρρ.] ἐπιδιαρρήδην P | οὐδὲν — εἰπεῖν PI 2 προειρημένα Ο | ἡ < P | ἔτι + Ο 4 ἄρρενα Ο | ἐπὶ Kl: ἀπὸ O P 4 f ἀπολουομένων OP: ἀπολουμένων B : ἀπολουτρουμένων Po Jh (auch Ζ. 15) 5 τελεσφορουμένας Ο (J λέξωμεν Ο 6 f ἐπιδεῖξαι Cb Jh 7 ff Andr S. 320 A ὁ δὲ μέγας Μεθόδιος εἰς τὴν ἁγίαν ἐκκλησίαν ἐξέλαβεν, ἀνάρμοστα τῇ δεσποτικῇ γεννήσει τὰ περὶ αὐτῆς ἡγησάμενος διὰ τὸ ἤδη πρὸ πολλοῦ τετέχθαι τὸν κύριον. S. 320 B C καὶ πάλιν Μιν (Meth.)· οὐ χρὴ τ. Χρ. α. ε. νομίζειν τὸν γενν. etc. — θεσμῳδεῖ Z. 9 7 πρὸ] τὸ V 8 ἐπηπλήροτο B | τὸ < P 9 f ὁ δὲ Ρ 201 ν 11 τοὺ] τῷ B 13 μινας P | τρέχοντα P: ἐπιτρέχοντα PoCbJh | ὥστε — ἄρσενα S. 92, 2 Andr (καὶ μεθ' ἕτερα· ὥστε etc.) 14 δὴ] δεῖ P Andr | κ. σὲ u. που καὶ Ζ. 15 < Andr 15 ἀπολελυτρωμένους Andr 15 f φησιν vor ἐν Andr 16 καὶ — ὠδίνων Ζ. 17 u. τίς — ἄρσενα Ζ. 19 < Andr 17 τοιοῦτ . Ο: τοιοῦτον MAI 18 ἡ γῆ Ο: γυνὴ B, in P üb. ausradiei-tem γῆ | καὶ εἰ Ρ | ἐγενήθη Ρ, ἐγέννησεν Jh; unleserl. aber wohl τεκοι wie Justin Dial. 85, 28 (Kl), τέκοι 2. Hd. MAI 19 ἄρσενα: τὰ τέκνα w. e. seh. 0, dann etwas verwischt τὰ τέκνα αὐτῆς M AI))

90
πάντως τὸν δράκοντα, ἵνα γεννήσῃ τὸν λαὸν ἡ νοητὴ Σιὼν τὸν ἄρσενα, τὸν τῶν γυναικείων παθῶν καὶ τῆς ἐκλύσεως εἰς τὴν ἑνότητα τοῦ κυρίου κατντήσαντα καὶ ἀπαρσενωθέντα τῇ σπουδῇ;

Λέγωμεν οὐν πάλιν ἐξ ἀρχῆς ἐπαναπολήσασαι, μέχριπερ ἂν καθεξῆς πρὸς τὸ τέλος ἔλθωμεν ἐξηγούμεναι τὰ εἰρημένα. σκόπει οὐν, ἐάν πως καὶ σοὶ δοκῇ πρὸς εὐδοξίαν ὁ λόγος πληροῦσθαι. ἐγὼ γὰρ τὸν ἄρσενα ταύτῃ γεννᾶν εἰρῆσθαι νομίζω τὴν ἐκκλησίαν, ἔπειδὴ τοὺς χαρακτῆρας καὶ τὴν ἐκτύπωσιν καὶ τὴν ἀρρενωπίαν εἰλικρινῶς τοῦ Χριστοῦ προσλαμβάνουσιν οἱ φωτιζόμενοι, τῆς καθ' ὁμοίωσιν μορφῆς έν αὐτοῖς ἐκτυπουμένης τοῦ λόγου καὶ ἐν αὐτοῖς γεννωμένης κατὰ τὴν ἀκριβῆ γνῶσιν καὶ πίστιν, ὥστε ἐν ἑκάστῳ γεννᾶσθαι τὸν Χριστὸν νοητῶς. καὶ διὰ τοῦτο ἡ ἐκκλησία σπαργᾷ καὶ ὠδίνει, μέχριπερ ἂν ὁ Χριστὸς‘ ἐν ἡμῖν μορφωθῇ‘ γεννηθείς, ὄπως ἕκαστος τῶν ἁγίων τῷ μετέχειν Χριστοῦ Χριστὸς γεννηθῇ· καθ’ ὃν λόγον καὶ ἔν τινι γραφῇ φέρεται τὸ μὴ ἅψησθε τῶν Χριστῶν μου, καὶ ἐν τοῖς παοφήταις μου μὴ πονηρεύησθε«, οἱονεὶ Χριστῶν γεγονότων τῶν κατὰ μετουσίαν τοῦ πνεύματος εἰς Χριστὸν βεβαπτισμένων, συμβαλλούσης ἐνταῦθα τὴν ἐν τῷ λόγῳ τράνωσιν αὐτῶν καὶ μεταμόρφωσιν τῆς ἐκκλησίας. βεβαιοῖ δὲ τοῦτο καὶ Παῦλος φανερῶς διδάσκων, ἔνθα φησί τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν θεὸν καὶ πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς χρηστότητος αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἴσω ἄνθρω- [*](4 Plato Legg. IV, 723 D — 13 Gal. 4, 19 — 15 Psal. 104, 15 — 20 Ephes. 3, 4—17) [*](11–14, Andi-eas PG 106, 320 C (Cramer Cat. 8, 535, –22, Arethas, ebenda 353, Sff)) [*](2 ἄρρενα Audr | τῆς ἐκλύσ)εως — καταντ. Ζ. imleserl. ücke in M) 3 τῇ — ἐπ(αναπ.) Ζ. 4 unleserl. Ο σπουθῇ — ἀρχῆς ücke in M) 4 PI πάλιν οὐν . . ἐξ ἀρχῆς . . ἐπαναπολήσωμεν | ἐπαναπ. mit PI Jh : ἐπαναποδίσασαι HSS ( . . αναποδίσασαι 0) | μέχρ. Ο 69 5 προσειρημένα P nach Berendts, προειρημένα VB 6 εὐδο|ξίαν P 202 7 ταύτην Ο 8 εἰλικρινῶς < Gb Jh. 9 Χρ.] Ἰησοῦ Ο 10 ἐκτυπ. — αὐτοῖς < P 10 f γεννωμένοις Ο 11 ὥστε — γεννηθῇ Z. 14 Andr (Aieth) 12 σπαργανοῖ Andr 13 μέχριπερ] ἄχρις Andr | μορφ. ἐν ἡμῖν Andr 14 τοῖν ἁγίων < Andr | γένηται viell. richtig (Kl) Andr 15 τὸ + Ο 16 πονηρεύεσθε HSS 17 πνευμ.] πατρὸς B 18 συμβ.] συλλαμβανούσης Ο 19 τοῦτο καὶ Ο: καὶ ταῦτα P Jh 21 ἔν οὐρανοῖς Ο 22 χρηστ.] δόξης Ο 23 δύναμιν Ο, viell. Ο überall richtig)

91
πον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν‘. εἰς γὰρ τὰς ἀναγεννωμένων ψυχὰς ἀναγκαῖον ἐξομοργνύμενον ἐκτυποῦσθαι τὸν λόγον τῆς ἀληθείας.

Ἔοικε δὲ τοῖς εἰρημένοις καὶ τοῦτο μάλιστα προσεοικέναι καὶ συμφωνεῖν τὸ χρησμῳδούμενον ἄνωθεν ἐξ αὐτοῦ τοῦ πατρὸς τῷ Χριστῷ ἐπὶ τὸν ἁγνισμὸν ἥκοντι τοῦ ὕδατος ἐν τῷ Ἰορδάνῃ μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά δε«. παρατηρητέον γὰρ ὅτι τὸ μὲν υἱὸν αὐτοῦ εἶναι ἀορίστως ἀπεφήνατο καὶ ἀχρόνως· »εἶ« γὰρ υἱός‘ αὐτῷ ἔφη, καὶ οὐ »γέγονας«, ἐμφαίνων μήτε πρόσφατον αὐτὸν τετυχηκέναι τῆς υἱοθεσίας, μήτε αὐ προϋπάρξαντα μετὰ ταῦτα ἐσχηκέναι, ἀλλὰ προγεννηθέντα καὶ ἔσεσθαι καὶ εἶναι τὸν αὐτόν. τὸ δέ »ἐγὼ σήμερον γεγέννηκά δε« ὅτι προόντα ἤδη πρὸ τῶν αἰώνων, λέγει, ἐν τοῖς οὐρανοῖς ἐβουλήθην καὶ τῷ κόσμῳ γεννῆσαι, ὃ δή ἐστι πρόσθεν ἀγνοούμενον γνωρίσαι. ἀμέλει τοῖς μηδέπω τῶν ἀνθρώπων συνῃσθημένοις τὴν πολυποίκιλον σοφίαν »τοῦ θεοῦ« ὁ Χριστὸς γεγέννηται, ὅπερ ἐστὶν οὐδέπω ἐγνώσθη, οὐδέπω πεφανέρωται, οὐδέπω ἐφάνη. εἰ δὲ αἴσθοιντο καὶ οὗτοι τῆς χάριτος τὸ μυστήριον, τότε δὴ καὶ αὐτοῖς, ὁπότε ἐπέστρεψαν καὶ ἐπίστευσαν, κατὰ τὴν γνῶσιν καὶ τὴν σύνεσιν γεννᾶται. διὰ καὶ προσηκόντως ἐντεῦθεν ἡ ἐκκλησία τὸν ἄρσενα λόγον ἐν τοῖς ἁγνιζομένοις ἀεὶ μορφοῦν λέγεται καὶ γεννᾶν. — καὶ τὰ μὲν δὴ περὶ τῶν ὠδίνων αὐτῆς εἰς δύναμιν εἴρηται· τὰ δὲ περὶ τοῦ δράκοντος καὶ τῶν ἄλλων τῇδε μεταληπτέον. οὐκοῦν πειρώμεθα πάλιν ἀμωσγέπως δληλοῦν, ὦ παρθένοι, μηθὲν [*](2 Plato Legg. VI, 775 D — 6 Luk. 3, 22 — 15 Ephes. 3, 10 — 21 Symp. S. 25, 3. 38, 17 ff 42, Iff. De res. I, 25, 1. 39, 5. Plato Symp. 196 BD — 23 vgl. De lepra 18, 2) [*](4–16 Phot. Bibl. 237 S. 311 A, 41) [*](2 Εἰς Ρ 202 ν | εἰς—ἐκτυπ. Ρl 4 Ἔοικε — πεξανέρωται Ζ. προσεοικ. καὶ < Ph 5 χρησμ. unleserl. 6 ἐπὶ — ὕδατος < Ph | ἥκοντι — έν imleserl. Ο: κατὰ τ. ὕδ. ἐν MAI 7 σή)μερον — γὰρ imleserl. Ο (παρατ. in M) 7 f τὸν μὲν B 8 εἶναι] εἶναι αὐτὸν Phb | (ἀορ)ίστως — αὐτῷ Ζ. 9 unleserl. Ο : ἀρο. ἀπεφ. ἅτε ἀχρ. συνόντα αὐτῶ in ücke in M AI 9 καὶ οὐ Ο ν | κ. οὐ γέγ. < Ph a ücke) 10 παοῦπάρξαντα OPh: ὑπάρξαντα P | μετὰ ταῦτα < Ph 11 προγ. κ. ἔσ. καὶ < Ph | καὶ ἔσεσθαι < Ο | εἰναι ἀεὶ Ph | τὸν < P 12 προόντα — ἐν τοῖς Ζ. 13 < Ρ 13 λέγει — ἀμέλει < Ph a | λέγει < Ο Phb | οὐρ.] χρόνοις Ρ | ἐβουλήθη Ρ 15 συνειθισμένοις P | τοῦ θεοῦ σοφίαν Ph 16 πεφαν.] es endet Ph 19 διὸ P 203 | καὶ vor προσηκ. + Ο 21 εἰς unleserl. Ο 22 μεταληπτέον Jh: μεταβλητέον Ο P, βεταβλητέον B 23 ἀλλώσ γέ πως Ο,ἄλλως γέπως P, ἁμωσγέπως Jh)

92
ἀποδειλιᾶσαι πρὸς τὸ μέγεθος τῶν αἰνιγμάτων τῆς γραφῆς· εἰ δέ τι δύσκολον ἐμπίπτοι τοῖς λόγοις, ἐγὼ πάλιν ὑμᾶς ὥσπερ ποταμὸν διαβιβάσω.

Ὁ »δράκων« ὁ »μέγας«, ὁ »πυρρός«, ὁ πολύτροπος, ὁ πολυσχιδής, ὁ ἑπτακέφαλος, ὁ κερασφόρος, ὁ σύρων τὸ τρίτον τῶν ἀστέρων«, ὃς »ἕστηκεν« ἐφεδρεύων, ἴνα τὸ τέκνον‘ τῆς ὠδινούσης γυναικὸς »καταφάγῃ«, ὁ διάβολος οὗτός ἐστιν ὁ ἐνεδρεύων, ὁ λοχῶν λυμήνασθαι τῶν φωτισθέντων τὸν χριστόληπτον νοῦν καὶ τὴν ἐκτύπωσιν καὶ τράνωσιν τὴν ἐν αὐτοῖς ἀποτεχθεῖσαν τοῦ λόγου. ἀλλ ἀστοχεῖ καὶ σφάλλεται τῆς ἄγρας, ἄνω πρὸς ὕφος ἁρπαζομένων τῶν ἀναγεννωμένων πρὸς τὸν θρόνον τοῦ θεοῦ«· ὃ δή ἐστιν, ἄνω περὶ τὴν θείαν ἕδραν καὶ τὴν ἀσκανδάλιστον ὑπόβασιν τῆς ἀληθείας αἴρεται τὸ φρόνημα τῶν ἀνακαινισθέντων, τὰ ἐχεῖ βλέπειν καὶ τὰ ἐκεῖ φαντάζεσθαι παιδαγωγούμενον, ἴνα μὴ ἀπατηθῇ πρὸς τοῦ δράκοντος βρίθοντος κάτω· οὐ γὰρ αὐτῷ θέμις τοὺς ἄνω νεύοντας καὶ τοὺς ἄνω βλέποντας ἀφανίσαι. οἱ δὲ ἀστέρες εἰσίν, οὓς τῷ τῆς οὐ οὐρᾶς ἄκρῳ κατὰ κορυφῆς ἐφαπτόμενος εἰς τὴν γῆν κατασπᾷ, τῶν αἱρέσεων αἱ συστροφαί· ἀστέρας γὰρ σκοτεινούς, ἀμυδροὺς καὶ ταπεινοστρεφεῖς τὰς ἐπισυνόδους εἶναι τῶν ἑτεροδόξων φραστέον, ἐπειδὴ τῶν οὐρανίων ἐπιστήμονες εἶναι δὴ βούλονται καὶ αὐτοὶ καὶ εἰς Χριστὸν πεπιστευκέναι καὶ τὴν ἕδραν ἔχειν τῆς ψυχῆς ἐν τοῖς οὐρανοῖς καὶ πλησιάζειν τοῖς ἄστροις ὡς φωτὸς τέκνα«. ἀλλὰ κατασύρονται τοῦ δράκοντος ἐκσεισθέντες ταῖς πλοκαῖς, ὅτι μὴ τῶν τριγώνων εἴσω τῆς εὐσεβείας ἔστησαν σχημάτων, πταίσαντες αὐτῆς περὶ τὴν ὀρθό- [*](1 Plato Legg. Χ, 900 C — 4 Apok. Joh. 12, 3. 4 — 10 Apok. Joh. 12, 5 — 13 Plato Phaedr. 250 A — 15 Sj-mp. S. 49, 16. 68, 18. 83, 6. So, 7 — 18 vgl. Jud. y. 12 f — 20 De lepra 11, –22 Ephes. 5, 8 — 23 Symp. 8, 11; vgl. Plato Tim. 53 C) [*](4–7, 9–11 Andi-eas PG 106, 321 C (Aretfaas, 23 Antonius Melissa I, 13) [*](1 ἀποδ. Wd, vgl. 96, 22: ἀποδειλιῶσαι Ο P Jh | εἰ — διαβ. Ζ. 3 aus PI | εἰ P: ἐὰν Jh: ἂν PI 2 ἐμπίπτοι P: ἐμπίπτει B, ἐμπίπτῃ Jh mit PI 2 f διαβιβῶ τ. ποτ. PI 4 ὁ δράκων — ἐστιν Ζ. 7 Andreas περὶ δὲ τούτων καὶ ὁ μακάριος Μεθόδιός φησιν οὕτως ἐπὶ λέξεως· ὁ δρ. etc.) 4 f ὁ πολύτρ. ὁ πολυσχ. u. ὁ κερασφ. < Andr 6 f γυναικὸς < Andr 7 καταφάγῃ undeutl. Ο | οὖτος < Andr | ἐστιν] καὶ τὰ ἑξῆς + Andr | ὁ ἐνεδρεύων < Ο 9 (κ)αὶ τράν(ωσιν) unleserl. Ο τ. ἄλωσιν M) | ἀλλ’ — ἀναγεννωμένων Z. 11 wieder Andr 10 καὶ σφ(άλλεται) unleserl. 11 θρόνον — ἐστιν unleserl. Ο 12 θείαν — ὑπόβασιν ßer ἀσκ unleserl. Ο 12 f αἴρεται 70 13 PI εἶδον τότε τἀκεῖ | ἐκεῖ P ν 14 παιδαγωγουμένων P 15 f τοὺς ἄνω vor βλέποντας < P 18 σκοτεινούς < Ο 18 f ταπεινοστεφεῖς P, ταπινοστεφεῖς B 19 τῶν ἑτεροδ. εἶναι P Jh 20 δὴ < Ο)

93
δοξον θρησκείαν, ὅθεν καὶ τρίτον τῶν ἀστέρων ἐκλήθησαν μέρος οἷον περὶ ἕνα τῶν ἀριθμῶν τῆς τριάδος διεσφαλμένοι, ὁτὲ μὲν τὸν τοῦ πατρός, ὡς Σαβέλλιος, αὐτὸν τὸν παντοκράτορα λέξας πεπονθέναι, ὁτὲ δὲ τὸν τοῦ υἱοῦ, ὡς Ἀρτεμᾶς καὶ οἱ δοκήσει αὐτὸν ἀποφηνάμενοι πεφηνέναι, ὁτὲ δὲ περὶ τὸν τοῦ πνεύματος, ὡς Ἐβιωναῖοι, ἐξ ἰδίας κινήσεως τοὺς προφήτας φιλονεικοῦντες λελαληκέναι· Μαρκίωνος γὰρ καὶ Οὐαλεντίνου καὶ τῶν περὶ τὸν Ἐλχασαῖον καὶ τοὺς ἄλλους καλὸν μηδὲ μνημονεῦσαι.

Ἡ δὲ γεννήσασα καὶ γεννῶσα τὸν ἀρρενωπὸν ἐν καρδίαις τῶν πιστευόντων λόγον, καὶ ἄχραντος καὶ ἀβλαβὴς ἀπὸ τοῦ θηρὸς τῆς ὀργῆς εἰς τὴν ἔρημον παραγεγενημένη, ἡ μήτηρ ἡμῶν ἐστιν, ὡς ἀποδεδώκαμεν, ἡ ἐκκλησία. ἡ δὲ ἔρημος εἰς ἣν ἐλθοῦσα τρέφεται τὰς χιλίας καὶ διακοσίας ἡμέρας καὶ ἑξήκοντα, ἡ κακῶν ἔρημος ἀληθῶς καὶ ἄγονος καὶ στείρα φρορᾶς καὶ δυσπρόσιτος καὶ δύσβατος τοῖς πολλοῖς, εὐκαρπος δὲ καὶ εὔβοτος καὶ εὐθαλὴς καὶ εὐεπίβατος ἁγίοις καὶ πλήθουσα σοφίας καὶ βλαστάνουσα ζωήν ἐστὶ τοῦτο αὐτὸ δὴ τῆς Ἀρετῆς τὸ κάλλιστον καὶ καλλίδενδρον καὶ καλλίπνουν χωρίον, ἔνθα »ἐξηγέρθη ὁ νότος καὶ διέπνευσεν ὁ βορρᾶς, καὶ ῥέουσι τὰ ἀρώματα« καὶ πάντα τῶν ἀμβροσίων πεπλήρωται δρόσων, ἀθα- [*](1 De lepra 11,4 — 12 Symp. S. 86 f — 15 Plato Kritias 111 A — 18 Hohel. 4, 16) [*](1f. –14 Andreas PG 106, 321 C (Arethas, Cramer 8, 355, 31 ff)) [*](1 καὶ 003C; P | τρίτον — διεσφαλμένοι Ζ. 2 Andr 1 f τρίτον δὲ τ. ἀστ. ἐκλήθη μέρος οἱ Andr 2 τῶν ἀριθμῶν Ρ: τὸν ἀριθμὸν Ο: τοῦ ἀριθμοῦ Andr | τ. τρ. διεσφ. auch Andr vgl. Areth 3 ror < Ο b πεφηνέναι Ο: Ρ: πεφυκέναι AI Jh | δὲ < B | vor περὶ in etw. getilgt, darunter Punkte | Ἐμβιωναῖοι Ρ 6 τοὺς P 204 | Ο γεννῶσα κ. γεννήσασα Ρ Jh 9f καρ(δ)ίαις τ)ῶν unleserl. O 10 τὸν π. MAI | πιστευσάντων P AI, πιστεύοντα Μ | ἀπὸ] ἀπὸ] AlJh | τοῦ < AI w. e. seh. auch 0, nicht? M) | θ(η)ρὸς unleserl. 11 παραγεγενημένη PJh: παραγενομένη Ο 12 ἡ δὲ ἔρ. — φθορᾶς Ζ. 14 auch Andr | ἡ ἔρ. δὲ Andr 12 f ἣν (ἐ)λθ. τρε(φ). τὰ(ς) unleserl. 12 ἐλθ. τρ.] ἐλθὼν 2. Hd. MAI 13 τὰς — ἑξήκ.] ἡ ἐκκλησία Andr | ἡμέρας unleserl. O | ἔρημος . . κ. ἄγονος — δυσ(πρόσιτος) Ζ. 14 unleserl. Ο | ἔρημος] πλήρης MAI 13 f ἀλ. κ. ἄγ. < Andr κ. στ. φθ. 2. Hd. in ücke M | καὶ δύσβατος Ο ν 15 εὔβοτος Po Cb Jh: εὔβατος Ρ, üb. α übergeschr. o. O: PI εὔκαρπον . . καὶ τοῖς ζῴοις πᾶσιν εὔβοτον 16 πληθύνουσα Ο 16 f ἔστι τοῦτο αὐτὸ δὴ Ο: αὐτὸ δὴ τοῦτο . . ἐστιν P (ἐστι B) B Jh 18 ἐνθάδ' Ρ 19 καὶ πάντα < P | πεπλήρωνται Ο)

94
νάτου ζωῆς βλάσταις ἀμαράντοις κατεστεμμένα, εἰς ὅ ἐσμεν ἡμεῖς ἀνθολογοῦσαι νῦν καὶ πλέκουσαι τῇ βασιλίσσῃ τὸν ἀλουργῆ στέφανον καὶ ἔκλαμπρον τῆς παρθενίας ἀθίκτοις δακτύλοις· Ἀρετῆς γὰρ κοσμεῖται καρποῖς ἡ νύμφη τοῦ λόγου. αἱ δὲ χίλιαι καὶ διακόσιαι ἡμέραι καὶ ἑξήκοντα, ἃς ἐνθάδε ἐσμὲν εἰς ἐπιδημίαν, ἡ περὶ τοῦ πατρός ἐστιν, ὠ παρθένοι, καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος κατ' εὐθεῖαν ἀκριβὴς καὶ ἀρίστη σύνεσις, ᾗ γέγηθεν ἡμῶν ἡ μήτηρ αὐξανομένῃ καἰ ἀγάλλεται τουτονὶ τὸν χρόνον, μέχριπερ ἂν τῆς ἀποκαταστάσεως τῶν καινῶν αἰώνων εἰς τὴν ἄγυριν ἐλθοῦσα κατὰ τοὺς οὐρανοὺς μηκέτι δι' ἐπιστήμης κατασκέψηται τὸ ὄν, ἀλλὰ τρανῶς ἐποπτεύσῃ Χριστῷ συνεισβᾶσα. τὰ γὰρ χίλια ἐν ἑκατοντάσι δεκαπλασιασθέντα τέλειον ἀριθμὸν καὶ πλήρη περιέχει, ὃ δή ἐστι σύμβολον αὐτοῦ τοῦ πατρὸς τοῦ ἀφ' ἑαυτοῦ δημιουργήσαντος καὶ ἐν ἑαυτῷ συγκρατοῦντος τὸ πᾶν, τὰ δὲ διακόσια τὸν ἐκ δύο τελείων ἀριθμῶν συνεζευγμένον, ὃ δή ἐστι σύμβολον τοῦ ἁγίου πνεύματος, καθὸ τῆς γνώσεώς ἐστι τοῦ υἱοῦ τοῦτο καὶ τοῦ πατρὸς παρεκτικόν. τὰ δὲ ἑξήκοντα τὸν ἐξ ἀριθμὸν ἐν δεκάσιν ἔχει, ὃ δή ἐστι σύμβολον τοῦ Χριστοῦ, ἐπειδήπερ ὁ τῶν ἓξ ἀπὸ μονάδος προϊὼν ἀριθμὸς ἐκ τῶν ἰδίων συντίθεται μερῶν, ὥστε μήτε λείπειν ἐν αὐτῷ τι μήτε πλεονάζειν· εἰς τὰ ἑαυτοῦ γὰρ μέρη ἀναλυόμενος συμπληροῦται, οἷον τῶν ἓξ εἰς ἔσα μέρη ἐξ ἴσων τεμνομένων μερῶν ἀνάγκη τὴν αὐτὴν ἐκ τῶν διαμερισθέντων τμημάτων πάλιν ποσότητα πληροῦσθαι. πρῶτον γὰρ μέρος κατὰ μέσον [*](1 Symp. 6, 5 ob. S. 70, 8 — De sanguis. 1. Eurip. Hipp. 73 — 8 vgl. Act. 3, 21 — 9 Symp. 8, 2 S. 88, 5 f — 10 vgl. I Kor. 13, 12 — De res. I, 30, 5) [*](II f Andreas PG 106, 321 D — – S. 96, 10 vgl. Theophan. Keram. hom. 18. PGr 132, 405 AB; vgl. ders. hom. 53 zu S. 95, 15) [*](1 βλαστοῖς 4 αἱ δὲ P ν 5 περὶ + 9 κατὰ τ. οὐρ. < Ο κατὰ Po Jh, vgl. S. 83, 5 f: καὶ Ρ 10 κατασκέπτηται P 11 γὰρ] δὲ Audr | τὸν ἐν ἑκ. πολλαπλ. Andr 14 ἀριθμὸν P | (συνεζευγ)μένον ὃ undeutl. 15 f τοῦτο τοῦ vi . . Ο 16 τοῦ vor πατρ. < P | περιεκτικόν CbJh: ον unleserl. Ο 17 ἐπειδήπερ — συγκείμενος S. 96, 10 auszugsweise bei Theoph. | ἐπειδὴ γὰρ Theoph. 17 f ὁ ἀπὸ τῶν μονάδων τῶν ἓξ Theoph. 18 ἐκ unleserl. Ο | ἰδίων συντίθεται undeutl. Ο | μερῶν συντιθέμενος ὡς Theopli. 19 (μή)τε . . ἐν — (μή)τε (πλε)ονά(ζ)ειν unleserl. Ο | Theoph. | ἑαυτῷ Theoph. Cb Jh | τι < Theoph. | εἰς γὰρ ἑ. Theoph. | γὰρ nach μέρη 20 (ἀνα)λυόμενος unleserl. Ο | συμπλ.. — ἑαυτὸν S. 95, 3 < | συμπληροῦται οἷον Ο | τῶν . . εἰς unleserl. Ο | τῶν Jh: τὰ P: τὸν Al Po Cb | καὶ εἰς Μ AI | ἴσον μέρος P | μέρ)η unleserl. ἐξ ἴσων 71 22 πρῶτον P 205)
95
διαιρούμενος ποιεῖ τὸν τρία, εἶτα εἰς τρία διαιρούμενος μέρη ποιεῖ τὸν δύο, εἶτα εἰς ἓξ μερισθεὶς ποιεῖ τὸν ἕναι κοὶ συμπληροῦται πάλιν εἰς ἑ αυτόν· εἰς γὰρ δὶς τρία καὶ τρὶς δύο καὶ ἑξάκις ὲν διαιρούμενος, συντιθεμένων τῶν τριῶν καὶ τῶν δύο καὶ τοῦ ἑνός, πάλιν ἀναπληροῖ τὸν ἕξ. τέλειον δὲ πᾶν ἐξ ἀνάγκης ἐστὶ τὸ μήτε προσδεόμενον εἰς συμπλήρωσιν ἑτέρου μήτε πλεονάζον ἑαυτοῦ πώποτε. τῶν δὲ ἄλλων ἀριθμῶν οἱ μὲν ὑπερτέλειοί εἰσιν, ὡς ὁ δώδεκα (τὸ γὰρ ἴσον αὐτοῦ μέρος τὰ ἕξ, καὶ τὸ τρίτον τὰ τέσσαρα, καὶ τὸ τέταρτον τὰ τρία, καὶ τὸ ἔκτον τὰ δύο, καὶ τὸ δωδέκατον τὸ ἕν, εἰς ἃ δύναται μερίζεσθαι, συντεθέντα ὑπερβάλλουσι τὸν δώδεκα, οὐ τηρήσαντος ἑαυτὸν ἴσον τοῖς ἑαυτοῦ μέρεσιν , ὡς ὁ ἕξ), οἱ δὲ ὑποτέλειοι, ὡς ὁ ὀκτώ. τὸ γὰρ ἥμισυ αὐτοῦ τὰ τέσσαρα, καὶ τὸ τέταρτον τὰ δύο, καὶ τὸ ὄγδοον τὸ ἴν, εἰς ἃ τέμνεται μέρη, συντεθέντα ποιεὶ τὸν ἑπτά, καὶ προσδεῖται μονάδος εἰς τὴν ἑαυτοῦ συμπλήρωσιν , οὐχ ὡς ὁ ἓξ παντοίως ἑαυτῷ σύμφωνος ὤν. διὸ καὶ τὴν ἀναφορὰν εἰς τὸν υἱὸν ἀνείληφε τοῦ θεοῦ, ἀπὸ τοῦ πληρώματος »τῆς θεότητος« εἰς τὸν βίον ἐληυθότος· κενωθεὶς γὰρ καὶ τὴν »μορφὴν« τοῦ »δούλου« προσλαβὼν εἰς τὴν ἑαυτοῦ τελειότητα πόλιν ἀνεποληρώθη κοὶ τὴν [*](16 Kol. 2, 9 — 17 rhil. 2, 7) [*](15–S. 96, 4 Theophan. Keram. hora. 53 PGr 132 S. 982 f) [*](1 εἶτα τὸν 2 εἶτα τὸν Ρ 3 εἰς — διαιρούμενος] φημὶ γε εἰς τρὶς δύο, καὶ δὶς τρεῖς, καὶ ἑξάκις ἓν ἐ·ξ αὐτῶν πάλιν συνίσταται Theoph. 4 τῶν τριῶν Ο, ab. üb. δύο καὶ steht καὶ τριῶν τ. δύο καὶ τριῶν MAI) | τοῖν δυοῖν Theoph. | πάλιν — ἴξ Z. 5] τέλειός ἐστι Theoph. 5 δὲ] γὰρ Theoph. 5 f μήτε πλεον. ἑ. π. vor μήτε — συμπλ. ἑ. Theoph. | τινὸς ἑτέρου προσδ. εἰς συμπλ. Theoph. 7 εἰσιν ὑπερτ. Theoph. | ὁ δωδέκατος Theoph. | τὸ γὰρ — ὁ ἕξ Ζ. 11] ου τὰ μέρη συντιθέμενα ὑπερεκπίπτει τὰ δώδεκα Theopli. 8 τὸ vor τέταρτον < P 11 αὐτοῦ μέρ. Cb Jh | οἱ Γε εἰσιν ἀτέλειοι Theoph. | ὁ 2 < Theoph. 12 τὸ γὰρ — ἑπτά, καὶ Ζ. 14] or τὰ μέρη συντιθέντα Theoph. 14 τὸν ἑ. συμπλ.] τὸ γενέσθαι ὄκτω Theoph. | οὐχ ὡς –ποιητική S. 96, 8 anders Theoph. hom. 18 (doch s. S. 96, 4) 15 ff διὸ καὶ etc. vgl. Theoph. hom. 53 φασὶ δὲ καὶ τὸν ἕκτον ἀριθμὸν τέλειον ὄντα, ὡς ἐκ τῶν ἰδίων μερῶν τὴν ἀναφορὰν ἔχειν εἰς τὸν υἱὸν τοῦ θεοῦ, θεὸν τέλειον ὄντα καὶ τέλειον ἄνθρωπον. καὶ ὥσπερ οὖτος ὁ ἀριθμὸς εἰς τὰ ἴδια μέρη ἀναλυόμενος, συντεθέντων αὖθις τῶν μερῶν εἰς ἑαυτὸν πάλιν ἀποκαθίσταται, οὕτως ὁ τοῦ θεοῦ μονογενὴς υἱός, κενωθεὶς καὶ δούλου μοφὴν λαβὼν καὶ οἱονεὶ σμικρυνθείς, εἰς τὴν ἑαυτοῦ τελειότητα καὶ ἀξίαν πάλιν ἀνεπληρώθη, οὐδέποτε τοῦ τέλειος εἶναι ζημιωθείς 16 εἴληφε Jh | (θεό)_τη(τος) undeutl. 18 (προσ)λαβὼν εἰς unleserl. O | προσλα|βῶν P205v)
96
ἀξιαν. αὐτὸς γὰρ ἐν ἑαυτῷ σμικρυνθείς, καὶ ἐν τοῖς ἑαυτοῦ μέρεσιν ἀναλυθείς, ἐκ τῆς ἑαυτοῦ σμικρότητος καὶ τῶν ἑαυτοῦ μερῶν εἰς τὴν συμπλήρωσιν πάλιν τὴν ἑαυτοῦ καὶ τὸ μέγεθος κατέστη, οὐδέποτε τοῦ τέλειος εἶναι μειωθείς. ἀλλὰ καὶ ἡ τοῦ κόσμου κτίσις ἐκ τούτου φαίνεται πᾶσα συγκειμένη τοῦ ἀριθοῦ καὶ τῆς ἁρμονίας, ἐν ἓξ ἡμέραις‘ ποιήσαντος τοῦ θεοῦ τόν τε οὐρανὸν καὶ τὴν γῆς καὶ τὰ ἐν αὐτοῖς«, τῆς ποιητικῆς δυνάμεως τοῦ λόγου τὸν ἕξ ἐμπεριέχοντος ἀριθμόν, καθ' ὃν ἡ τριὰς σωμάτων ἐστὶ ποιητική· μῆκος γὰρ καὶ πλάτος καὶ βάθος σῶμα ἐργάζεται, ὁ δὲ ἓς ἐκ τῶν τριγώνων ἐστὶ συγκείμενος. — καὶ περὶ μὲν τούτων οὐκ ἔστι καιρὸς πρέπων ἐν τῷ παρόντι δι᾿ ἀκριβείας διεξελθεῖν, ἵνα μὴ τὸ προκείμενον ἐάσαντες τὸ πάρεργον σκοπῶμεν.

Οὐκοῦν δεῦρο εἰς τὴν ἔρημον ἐλθοῦσα ταύτην καὶ ἄγονον κακῶν, καθὼς καὶ πρόσθεν εἰρήκαμεν, ἡ ἐκκλησία τρέφεται, πτερουμένη τοῖς οὐρανοπόροις τῆς παρθενίας πτεροῖς, ἃς ἀετοῦ μεγάλου πτέρυγας ὁ λόγος ἔφη, νικήσασα τὸν ὄφιν καὶ τῆς πληροσελήνου τῆς ἑαυτῆς τὰς νεφέλας τὰς δυσχειμέρους ἀπωσαμένη. τούτων γὰρ χάριν οἱ μεταξὺ πάντες οὗτοι παρηνέχθησαν λόγοι, διδάσκοντες ὑμᾶς ὠ καλλιπάρθενοι, κατὰ κράτος μιμεῖσθαι τὴν μητέρα, μὴ ἐπιθολοῦσθαι δὲ ταῖς ἀχθηδόσι καὶ τροπαῖς καὶ θλίψεσι τοῦ βίου, ἵνα συνεισέλθητε γαῦροι μετ᾿ αὐτῆς εἰς τὸν νυμφῶνα, παραφαίνουσαι τἀς λαμπάδας. μὴ οὖν ἀποδειλιάσητε πρὸς τὰς μεθοδείας« καὶ διαβολὰς τοῦ θηρός, ἀλλὰ καρτερῶς ἐνσκευάσασθε πρὸς τὴν μάχην, τὴν κόρυν [*](5 Exod. 20, 11 — 8 Plato Legg. X, 896 D — 14 Symp. S. 93, 9ff — 15 Symp. S. 82, 1. 83, 7 — Ezech. 17, 3 — 16 vgl. Symp. S. 85. 12ff — 21 Mt. 25, 10 — 22 Ephes. 6, 11. 17. 19) [*](4ff. 8ff Theophan. Keram. hom. 18 PGr 132 S. 405 B) [*](1 γὰρ ἐν ἑαυτῷ σμικρ)υνθείς, καὶ unleserl. Ο | ἐ(ν) — ἑαυτοῦ) σμι(κρότητος) Ζ. 2 unleserl. Ο 3 τὴν ἑαυτοῦ unleserl. Ο 4 μειωθείς unleserl. Ο | ἀλλὰ — αὐτοῖς Z. 7] ὅθεν καὶ ἡ τοῦ κόσμου κτίσις τὴν τῆς ἑξάδος ἁρμονίαν οὐκ ἔφευγεν. ἐν γὰρ ἓξ ἡμέραις ὁ δημ. πᾶν τὸ φαινόμ. ἐτεκτήνατο Theoph. S. 405 B | καὶ ἡ τοῦ κ)όσμου unleserl. Ο 5 (σ)υγκ(ειμ). τ. ἀριθμοῦ unleserl. Ο | συνεστεικέναι MAI 6 ποιήσαντος Ο 71v | τε < P Jh 7 περιέχοντος P 8 ἡ τριὰς < P | ἐστι σωμ. P 8f PI μήκους σωμάτων κ. πλάτους κ. βάθους 8 μῆκος — συγκ. Z. 10] μῆκος κ. βάθος κ. πλάτος, ὡς ἐκ τριγ. συγκείμενος· ἐκ τούτων δὲ πάντων τὸ σῶμα Theoph. hom. 18 S. 405 B 11 διεξ. δι᾿ ἀκριβείας B 11f τὰ πάρεργα P 13 ἐλθοῦσαν P 14 καθὼς — εἰρήκαμεν < Po Cb Jh 15 ἃς] αἳ B 16 προσελήνου Ο, üb. π e. Punkt 17 ἀπεωσαμένη HSS 18 οἱ < Ο Jh | πάντες P 206 | ἡμᾶς Ο 23 f (κό)ρυν τοῦ unleserl. O)

97
»τοῦ σωτηρίου« καὶ »τὸν θώρακα« καὶ τὰς κνημῖδας ἐξωπλισμέναι. μυρίαν γὰρ αὐτῷ κατάπληξιν παρέξετε μετὰ πολλοῦ λήμματος καὶ εὐψυχίας προσβάλλουσαι, οὐδὲ στήσεται πάντως ἐκ τοῦ κρείττονος ὁρῶν τὰς ἀντιπάλους παρατεταγμένας, ἀλλ᾿ αὐτόθεν ἄρασθαι τῶν ἑπτὰ παλαισμάτων ὑμᾶς συγχωρήσει τὰ ἀριστεῖα ὁ πολυκέφαλος κοὶ πολυπρόσωπος θήρ,

  • πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ Χίμαιρα.
  • δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο·
  • καὶ τὴν μὲν κατέπεφνε πατρὸς τεράεσσι πιθήσας
  • Χριστὸς ἄναξ· πολλοὺς γὰρ ἀπώλεσεν, οὐδέ τις ἔτλη
  • λοίγιον ἐκ γενύων ἀφρὸν ἐρευγομέναν,
  • εἰ μὴ πρότερον ἐκλύσας αὐτὴν κατειργάσατο καὶ ἀσθενῆ καὶ εὐκαταφρόνητον ἡμῖν παντελῶς ἐποίησε Χριστός.