Symposium Sive Convivium Decem Virginum

Methodius

Methodius, Symposium Sive Convivium Decem Virginum, Bonwetsch, Hinrichs, 1917

Ἐπισκέψασθαι γὰρ χρὴ καὶ τὰ περὶ τὸν ἀοίδιομον Παῦλον, ὃτι ὁπότε οὐδέπω »τέλειος« οὗτος ἠ »ἐν Χριστῷ«, γεννᾶται πρότερον καὶ γαλουχεῖται, εὐαγγελιζομένου καὶ ἀνακαινίζοντος αὐτὸν Ἀνανίου τῷ βαπτίσματι, καθὼς ἐν ταῖς Πράξεσιν ἡ ἱστορία περιέχει· ὂτε δὲ ἠνδρώθη καὶ ᾠκοδομήθη ἤδη εἰς τελειότητα πνευματικὴν ἀναπλασθεὶς καὶ »βοηθὸς« ἀπειρηάσθη καὶ »νύμφη« τοῦ λόγου, τὰ σπέρματα τῆς ζωῆς ὑποδεξάμενος καὶ συλλαβών, τὸ τηνικαῦτα ὁ πρότερον χρηματίσας παιδίον ἐκκλησία γίνεται καὶ μήτηρ, ὠδίνων καὶ αὐτὸς τοὺς δἰ αὐτοῦ τῷ κυρίῳ πεπιστευκότας, ἔστ᾿ ἂν καὶ ἐν τούτοις ὁ Χριστὸς ἀποτεχθῇ. »τεκνία« γάρ »μου« φησίν »οὓς πάλιν ὠδίνω, ἂχρις [*](6 Gen. 2, 18 — II Kor. 11, 2 — 10 vgl. Gal. 4, 19 — 17 Kol. 1, 28 — 18 Act. 9, 17f — 20 I Kor. 13, 11. 10 — 21 Gen. 2, 18. Hohel. 4, 8 ff — 25 Gal. 4, 19) [*](5 vgl. z. B. Makar. Aeg. honi. 12, 15. PGr 34, 566 — 16. — S. 38, 2 Phot. Bibl. 237 S. 308b, 11—14) [*](1 ἀγεληδὸν + Ο | ἐκκλη)σίαν οὕτως unleserl. Ο (οὕτως < Al, ? M) 2 unleserl. Ο 3 τρανώτερον P, ßer τρ unleserl. O 4 διὰ P 168 v πίστην B 5 ἀποστ. Wd: ἀποστειρωθέντες OPJh | τῆς < Ο | ἐκκλησίαι 8 συνεργήσωμεν P 10 τ. μαθ. εἰς σωτ. Po Cb Jh | εἰς σωτηρίαν Ο 13 ἓτερον Ο | τόκον] τόπον P 16 ἐπισκέψασθε P | χρ]ξ < P | περὶ κατὰ P Jh | Παῦλον] καθὼς καὶ Παῦλος βοᾶ Ph, vgl. zu S. 38, 15 17 ὁποτε < 21 (ἀπ)ειργάσθη κ.) νύμφ(η) unleserl. Ο 22 (ὑποδε)ξάμενος κ. συλλαβών O | ὑπο|δεξ. P 169 | τὸ vor τηνικ. + Ο 23 παιδίον — μήτηρ unleserl. Ο) [*](γίγνεται P (nicht B) 24 τῷ κυρ. — ἂν unleserl. Ο | ἔστ᾿ ἂν ἐπειδὰν 25 ἀποτεψθῇ unleserl. Ο | τεκνία μου undeutl. Ο: τέκνα καλῶν τοὺς οὕτω δι’ αὐτοῦ γεννηθέντας· τέκνα γάρ Ph | μου γαρ Ο | φξσόμ — ἐγέννησα S. 382 auch Ph | οὓς π. ὠδίνω unleserl. O, leerer Raum in M | ἂχρισ] ἓως Ο)

38
οὑ μορφωθῇ Χριστὸς έν ὑμῖν« καὶ πάλιν »ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἒγὼ ὑμᾶς ἐγέννησα«. οὐκοῦν ταύτῃ συνέστηκεν εἰς τὴν ἐκκλησίαν άναφέρεσθαι καὶ τὸν Χριστὸν τὸ κατὰ τὴν Εὺαν θεώρημα καὶ τὸν Ἀδάμ. τοῦτο γὰρ τὸ μέγα μυστήριον. ὠς ἀληθῶς καὶ ὑπερκόσμιον, ὃ ἐγὼ δι᾿ ἀδθένειαν καἰ ἀμβλύτητα νοὸς κατ’ ἀξίαν τε καὶ μέγεθος εἰπεῖν ἀδυνατῶ. ὅμως δ’ οὐν ἐπιχειρτέον· λέγειν γὰρ ἑπόμενον ἂν εἴη λοιπὸν δὴ καὶ τὰ καθεξῆς πρὸς ὑμᾶς.

Ὁ γάρ τοι Παῦλος εἰς ἁγιασμὸν ἐκκαλούμενος πάντας καὶ σωφροσύνη, ταύτῃ τὸ κατὰ τὸν πρωτόπλαστον καὶ τὴν Εὒαν | κατὰ | δευτέραν ἐπαπόρησιν εἰς Χριστὸν ἀνηκόντισε καὶ τὴν ἐκκλησίαν πρὸς τὸ τοὺς ἀνεπιστήμονας κατασιγᾶσθαι γυμνουμένους προφάσεω. ἀκολασταίνοτες γὰρ διὰ τὰς ὑπερβαλλούσας ῥύσεις ἐν αὐτοῖς τῶν ἡδυπαειῶν παρὰ τὸν όρθόδοξον βιάζεσθαι τολμῶσι λογισμὸν τὰς γραφάς, ὣσπερ ἒρυμα προανατείνοντες ἀκρασίας τό τε »εἶπεν ὁ θεός· αὐξάνεσθε καὶ πληθύνεσθε« καὶ τό »ἓνεκεν τούτου καταλίψει ἂνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα«, οὐδὲ αἰσχύνονται κατατρέχοντες τοῦ πνεύματος, ἀλλ᾿ ὥσπερ ἐπὶ ωσπερ ἐπὶ ἔτι καὶ ἐνθωεύοντα τὸν οἶστρον ἀναρριπίζουσιν ἐξάπτοντες ἐρεθισμοῖς. διὸ μάλα δριμέως τὰς ἐπικλόπους ταύτας αὐτῶν κακοφροσύνας τε καὶ πεποιημένος προφάσεις ἐκκόπτων, ἐλθὼν εἰς τὸ διατάξασθαι, πῶς δέοι προσφέρεσθαι τοὺς ἂνδρας ταῖς γυναιξί, καὶ ἀποφηνάμενος, ὅτι οὓτως ὥσπερ καὶ ὁ Χριστὸς τῇ παραδιδοὺς« ὑπὲρ αὐτῆς, »ἳνα αὐτὴν ἁγιάσῃ καὶ καθαρίσῃ τῷ λουτρῷ [*](1 IKor. 4, 15 — 3. 10 Ephes. 5, 32 — 8 vgl. I Tim. 2, 15 — 14 Gen. 1, 28. 2, 24 — 18 Tgl. De lepra 5, 2 — 22 Ephes. 5, 25f) [*](15 ff Phot. Bibl. 237 S. 308b, 7—10) [*](1 μορφ. — πάλιν leerer Raum Μ | μορφ. — ὑμῖν Ζ. 2 unleserl. Ο | Χρ. ἐν ὑ. μορφ. Ph 1 f ἐγὼ V. ἐγένν. διὰ τ. εὐαγγ. B 2 εὐαγγελίου Ο ν etq unleserl. O 4 μα κ. τὸν unleserl. O 5 ὑπ . . κόσμιον Ο 7 καθεξῆς Ο: τὰ ἑξῆς P Jh 10 ἀνηκόντησε V 11 ἀνεπηστήμονας Β | γυμνουμένους Ο: γυμνοὺς P Jh mit PI Pol. IX, 577 B 12 f ἡδυπαθημάτων Ο 14 τό τε] τε < < O: ὃτι 15 ff αὐξάνεσθε] ἀλλὰ καὶ τὸ »αὐξάνεσθε καὶ πληθύνεσθε« οὐκ ἐπὶ τῶν ἐκ σπέρμα- τος καὶ μίξεως γεννωμένων ἀνθρώπων καὶ σιτίοις αὐξανομένων αὐξομ. A) φησὶν εἰρῆσθαι μόνον, ἀλλὰ καὶ (< A) περὶ τῶν κατὰ πνεῦμα τελειουμένων καὶ καθὼς καὶ Παῦλος usw. (s. ob. S. 37, 16) Ph 16 αὐτοῦ nach πατέρα + Ο | οὐδὲ P 169v 17 ὣσ)περ unleserl. Ο, ὡς M | ἐπὶ τούτω Ο: ἐπὶ τοῦτο P I ἐντυφφόμενον (ab. m. Zeich., ß ein φ zu tilgen) B: ἐντυφώμενον MAI (nicht O) 18 ἐνθωκεύοντα Cb: ἐμφωλεύοντα Jh 19 καὶ vor μάλα + B Jh 21 καὶ vor ἀποφ. < Jh 22 καὶ vor ὁ < P 23 παραδιδοὺς P: I κα . . ρ . σας Ο: καὶ καθαρίσῃ P)

39
τοῦ ὓδατος ἐν ῥήματι«, ἀνέδραμεν εἰς τὴν Γἐνεσιν ἐπιμνησθεὶς τῶν περὶ τὸν πρωτόπλαστον ῥητῶν, ἐξοαλίζων εἰς τὸν προκείμενον αὐτῷ καὶ αὐτὰ νοῦν τῆς ὑποθέσεως, ὃπως μὴ παράσχῃ λαβὴν τοῖς κεφαλαίοις καταχρῆσθαι τούτοις τοὺς πρεσβεύοντας προφάσει τεκνογονίας σωμάτων παρατριβάς.

Επισκέψασθε γὰρ ὅτι σωφρονεῖν, ὦ παρθένοι, κατὰ θέλων τοὺς πεπιστευκότας διὰ πολλῶν αὐτοῖς τεκμηρίων ὑπεμφαίνειν πειρᾶται τὸ ἀξίωμα τῆς ἁγνείας· ὁτὲ μέν περὶ δὲ ὡν ἐγράψατέ μοι« λέγων »καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἁπτεσθαι«, αὐτόθεν δείκνυσι ἤδη περιφανῶς τὸ μὴ προσψαύειν γυναικὸς καλόν , προτάξας αὐτὸ καὶ προεκθέμενος ἀπολελυμένως. εἶτα τὴν ἀσθένειαν αὐθις συνιδὼν καὶ τὴν ὑπέκκαυσιν τῶν ἀκρατωτέρων τὴν εἰς συνουσίαν, συνεχώρησε τοῖς μὴ δυναμίνοις ἄρχειν σαρκὸς χρῆσθαι ταῖς ἑαυτῶν ὁμεύνοις μᾶλλον ἢ παραπίπτοντας ἀσχημόνως ἐκχεῖσθαι πορνείας. ἀμέλει μετὰ τὸ ἐπιτρέψαι ταῦτα παρήγαγεν »εὐθέως τόδε »ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν«, ὅπερ εἰ δὲ μὴ δύνασθε, ὦ οὗτοι, παντάπασι σωφριβεῖν διὰ τὴν ἀκρασίαν καὶ τὴν ὑγρότητα τῶν σωμάτων, ἐπέτρεψα μᾶλλον ταῖς σφῶν αὐτῶν κοινωνεῖν γαμεταῖς, καὶ ἵνα μὴ ἐγκράτειαν ἐπαγγέλλεσθαι νομιζόμενοι πειράσησθε συνεχῶς ὑπὸ τοῦ πονηροῦ, εἰς ἀλλοτρίας ἐκφλεγόμενοι.

[*](5 vgl. De res. I, 61, 1 — 8 I Kor. 7, 1. — 16 I Kor. 7, 5 — 18 Plato Tim. 86 D — vgl. Symp. S. 300 Aλl)[*](1 ὕδατο. Ο | Γένε(σιν ἐπι)μνησ(θεὶς) unleserl. Ο 2 (ἐξομαλί)ζων unleserl. Ο 3 ὑποθέσε)ως — παράσχῃ unleserl. Ο | βλάβην P 4 κεφαλαίοις < Ο | καταχρήσασθαι viell. richtig P Jh | τού)τοις Ο | < Ο 4 f (πρεσβεύον)τας — τεκν(ογονίας) unleserl. Ο l πρεσβεύουσι corrig. in M | προφ] τὰς περὶ M AI 5 παρατριβάς Ο De res. I, 61 : περιτριβάς P, διατριβὰς AI 6 γὰρ — κα(τὰ) unleserl. Ο 7 θέ)λων unleserl. Ο | πεπιστευ)κότας — ἁγνείας Ζ. 8 (außer τεκμηρίων) unleserl. od. sehr undeutl. 7 f ὑπεωφ. πειρ.] ὑπεφῄνατο ὁρᾶσθαι Μ AI 8 ὁτὲ Ο 49 | μέν περὶ unleserl. Ο | ἐγραψε B 9 μοι < P | λέγων u. ἀνθρώπῳ undeutl. Ο | . Ο 9 f δεικνὺς P Jh 10 ἢδη < Ο | γυναικὸς εἶν(αι) unleserl. 11 ἀσθένειαν P 170 12 ἀκρατοτέρων B, ἀκρατόρων Ο wie 44, 3 | τὴν < 14 αὐτῶν Ρ | ἐκχύσθαι P 15 εὐθέως παρήγαγε P Jh 15 f τοῦτο δὲ Ο, τόδε P Jh 16 nach ἀκρασίαν + καὶ τὴν ὑγρότητα, ab. eingeklammert B 17 δὲ < P Jh | παντάπασι < Ο 18 τὴν vor ὑγρότητα < Ο ἐν σώματι ῥυώδη καὶ ὑγραίνουσαν | ἐπέτρεψα Ο : ἐπέτρεψε P : ἐπιτρέψω Ρο Cb Jh 19 καὶ μὴ ἵνα P: ἵνα μὴ καὶ Cb Jh | ἐπαγγ. νομ.] ἐπαγγελλόμενοι 20 πηράζησθε B)
40

Φέρε γὰρα αὐτὰ τὰ κείμενα διαγρήσωμεν ἐπιμελέστερον, ὅτι μὴ ἀπολελυμένως ὁ ἀπόστολος ἐπένευσε ταῦτα τοῖς πολλοῖς, ἀλλὰ προσθεὶς τὴν αἰτίαν πρότερον, δι᾿ ἢν εἰς τοῦτο παρήχθη. ἀποφηνάμενος γοῦν »καλὸν εἶναι ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι« παρήγαγε »διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα τουτέστι διὰ τὴν ἀνάγκην τῆς πορνείας, μὴ φέρετε κολάξειν τὴν ἡδονήν. »καὶ ἑκάστη γυνὴ τὸν ἴδιον ἂνδρα ἐχέτω. τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίοις δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾿ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰφςιου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ἡ γυνή. μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἳνα σχολάζητε τῇ προσευχῇ· καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε, ἴνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ᾿ ἐπιταγήν«· τεθεωρημένως δ·ὲ σφόδρα καὶ τοῦτο. »κατὰ συγγνώμην« γὰρ ἐπεσημήνατο συμβεβουλευκέναι νῦν, καὶ οὐ κατ’ ἐπιταγήν«, ἐπειδὴ τὴν μὲν ἐπιταγὴν ἐπὶ τῆς σωφροσύνης καὶ τοῦ μὴ ἃπτεσθαι γυναικὸς παραλαμβάνει. τὴν δὲ συγγνώμην ἐπὶ τῶν μὴ δυναμένων, ὠς ἔφην. κολάζειν τὴν ἐπιθυμίαν. καὶ περὶ μὲν οὖν μονογάμων τε καὶ μονογαμίδων, ὡν ἡ συζυγία ἕως ἒτι καὶ αὖθις ταῦτα νομοθετεῖ· περὶ δὲ τῶν ἀποβαλομένων ἤδη <τὰς< γαμετὰς ἀνδρῶν ἢ τοὺς σύζυγας πάλιν αὐτὴν ἀκριβῶς ἐξιχνευτέον τοῦ ἀποστόλου τὴν φωνήν, ὅ τί ποτε χρησμῳδεῖ. »λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις· καλὸν αὐτοῖς, ἐὰν οὕτως μείνωσιν, ὡς καὶ ἐγώ. εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμείτωσαν· κρεῖσσον γὰρ γαμῆσαι ἢ πυροῦσθαι.. [*](4 I Kor. 7, 1 — 5 I Kor. 7, –7 Ι Kor. 7, 2—6 — 17 vgl. Tert. De cast. 3. De monog. 11. De pud. 16 — 22 I Kor. 7, 8. 9) [*](2 μὴ] οὐκ P S δι’ ἣν < O | παρήχθη] περιηνέχθη viell. richtig Ο 4 γυν. ἀνθρ. Ο 9 σώματος Ρ 170 v | ὁ ἀνήρ — ἀλλ᾿ Ζ. 10 < B (2 mal in 11 ἂν < Ρ 12 αὐ)τὸ unleserl. Ο | συνέρχεσθε] ἦτε P 13 διὰ τ. undeutl. Ο 14 τεθεωρημένως unleserl. Ο 15 συμβ. — τοῦ Ζ. 16 in Lücke Μ | συμβεβουλ(ευκέναι) unleserl. Ο | νῦν undeutl. Ο | καὶ < Po Cb 16 τὴν (μὲν ἐπι)ταγὴν unleserl. O | τοῦ? O, τὸ MAI 17 γυναικὸς vor μὴ ἅπτ. Ο | λαμβάνει P Jh. | τὴν δὲ Ο 49v | (συγγν)ώμην — δυνανέβ(ων) undeutl. Ο 18 ὡς ἔφην < B | (κολάζ)ειν ausgelöscht Rd. M, i. Text κολάζεται) | καὶ + O | περὶ unleserl. O 19 μονογαμ)ίδω(ν) unleserl. Ο | ὦν ἡ συζυγία < M AI, w. e. seh. auch Ο 20 δὲ ἀπ)οβαλο(μένων) unleserl. Ο | ἀποβαλλομένων P | τὰς + Kl 21 συζύγους B Jh | ἐξιχνεύω viell. richtig Ο 22 χρησμοδεῖ B, et unleserl. Ο 23 αὐτοῖς Ο: αὐταῖς P, ab. vgl. S. 41, 2 | οὓτω Β: < O | κἀγώ Ο 24 γαμησάτωσαν P Jh)

41
ἐπέμεινε καὶ ἐνθάδε προκρίνων τὴν ἐγκράτειαν. ἑαυτὸν γὰρ παράδειγμα μέγιστον λαβὼν εἰς τὸ ζηλῶσαι τοὺς ἀκροατὰς προεκαλέσατο ταύτην τὴν ἔνστασιν, κρεῖττον εἶναι διδάξας τὸν ἐπὶ μιᾷ γαμετῇ συνεζευγμένον ἐφ᾿ ἑαυτῷ μένειν, ὣσπερ δὴ καὶ αὐτός. εἰ δ᾿ αὐ τοῦτο διὰ τὴν ἐκπύρωσιν καὶ τὴν ἀκμὴν τοῦ σώματος δυσκαόρθωτον εἴη τινί, εἰς δεύτερον κατὰ συγγνώμην παρελθεῖν τὸν οὕτως ἔχοντα γάμον, οὐκ αὐτὸ τοῦτο τὴν διγαμίαν ἀποφηνάμενος εἶναι καλόν, ἀλλ’ ἄμεινον κρίνας τῆς ἐκπυρώσεως. ὣσπερ γὰρ εἴ τις ἡμέρᾳ τοῦ πάσχα καὶ τῆς ἐῖσφαλῶς ἐπισφαλῶς νοσηλευομένῳ προσέφερε τροφὴν καὶ ἐκέλευε διὰ τὴν ἀσθένειαν ἀπογεύεσθαι τῶν προσφερομένων τούτων, λέγων· Ὡς ἄρα τὸ μὲν ἀληθῶς, ὦ οὗτος, καλὸν † ἐχρῆν ὣσπερ δὴ καὶ ἡμᾶς καὶ σὲ καρτερῶς διαμείναντα τῶν αὐτῶν . . μεταλαβεῖν (ἀπηγόρευται γὰρ σήμερον διαίτης ἐπιμνησθῆναι τὸ σύνολον)· ολον)· ἀλλ᾿ ἐπειδὴ νόσῳ προκατασχεθεὶς ἐξησθένησας καὶ οὐ δύνῃ φέρειν, ταύτῃ δὴ συγγνώμην ἀπονέμοντες συμβουλευόμεν σιτίων ἐπορέξασθαί σε. ἴνα μὴ παντάπασι διὰ τὴν νόσον οὐ δυνηθεὶς ἀντισχεῖν πρὸς τὴν ἐπιθυμίαν τῆς τροφῆς διαφθαρῇε· οὕτω δὴ καὶ ὁ ἀπόστολος ἐνθάδε, πρότερον εἰπὼν ὅτι βούλοιτο πάντας καὶ σώφρονας, ὥσπερ δὴ καὶ αὐτός, τὸ μετὰ ταῦτα τοῖς νόσῳ τῶν παθῶν, ἵνα μὴ πορνεύσαντες πάντῃ λυμανθῶσιν, τῶν παιδογόνων μελῶν τοῖς γαργαλισμοῖς εἰς ἐπιμιξίας ὀθνείων σπερμάτων, ἐπέτρεφε τὴν διγαμίαν, μᾶλλον κρεῖσσον αὐτὴν εἶναι κρίνας τοῦ »πυροῦσθαι« καὶ ἀσχημονεῖν.

[*](8 vgl. Tert. De exhort. cast. 3 — 23 I Kor. 7, 9)[*](3 κρεῖττον P 171 | τὸν < P 4 ἐφ’ ἑαυτὸν B | εἰ δὲ τοῦτο 7 τὴν + Ο | διγαμίας B 8 ἀλλὰ P 9 νοσιλευομένω P, νοσευομένῳ B 10 ἀπογεύσασθαι viell. richtig P 10 f τούτων τ. προσφ. P 11 κακῶν od. καλῶν ? Kl 12 ἐχρῆν tilgt Wd | αὐτ.] + πόνων? Βο 13 διαίτης nnlesorl. Ο: τροφῆς MAI | ἐπιμνησθεῖναι B 14 ἐξ)ησθένησας unlcserl. Ο 15 νέμοντες PJh | συμβουλευόεθα PJh, w. e. seh. Ο: (συμ)βουλ. unleserl. Ο 16 νόσον unleserl. Ο 16 f δυν)ηθεὶς ἀντ)ισχ. π(ρὸς τὴν ἐπι)θυμίαν unleserl. Ο 17 οὕτω — ἀπόστολος Ζ. 18 unleserl. Ο | δὴ Kl: δὲ B V, ? P: < Μ M Al Jh 18 πρότερον ausgelöscht O | ὑγιεῖς — καὶ Ζ. 19 unleserl. Ο: οὕτως διαμεῖναι (in ücke Μ AI Cb 10 δὴ καὶ unleserl. Ο 19 f β)εβαρημ. νόσῳ unleserl. Ο 20 ἳνα — παιδογόνων Ζ. 21 unleserl. Ο | πορν. — λυμ] πορνείαις μιανθῶσιν in Lücke M AI Cb πορνεύ|σαντες P 171v 21 τ. παιδ.] τ. πάθων καὶ τῶν in ücke Μ, τοῖς πάθεσι καὶ τῶν AI | μελῶν με undeutl.) Ο .50 22 σπερμάτων unleserl. Ο: σωμάτων AI (? M) 23 πυρακτοῦσθαι Ο)
42

Καὶ περὶ μὲν ἐγκρατείας καὶ γάμων καὶ σωφροσύνης καὶ κοινωνίας ἀνδρῶν, καὶ ἐν τίνι τούτων τὸ ὠφέλιμόν ἐστιν εἰς δικαιοσύνης κατασκιυήνι σχεδὸν ἤδη μοι τέλος ἔχεν· περὶ δὲ εἰρῆσαθαι λείπεται λοιπόν, εἴ τι καὶ περὶ ταύτης ἄρα οὐκοῦν καὶ τούτων πέρι διαληπτέον. ἔχει γὰρ ὡδε· »περὶ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἒχω· γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν χειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὃτι καλὸν ἀνθρώπῳ οὓτως εἶναι. δέδεσαι γυναικί; μὴ ζήτει λύσιν. λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. ἐὰν δὲ καὶ λάβῃς, οὐχ ἣμαρτες, καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἤμαρτε· θλίψιν δὲ ἕξουσι τῇ σαρκὶ οἱ τοιοῦτοι. ἐγὼ δὲ ὑμῶν φείδομια.« λίαν εὐλαβῶς τὸν περὶ παρθενίας εἰσηγησάμενος λόγον καὶ μέλλων συμβουλεύειν γαμίζειν τὴν ἑαυτοῦ παρθένον ὃτῳ φίλον, ὅπως δὴ μηδὲν τῶν εἰς ἁγιασμὸν ἀναφερομένων κατ’ ἀνάγκην καὶ βίαν, ἀλλὰ κατὰ πρόθεσιν αὐτεξούσιον ψυχῆς (τοῦτο γὰρ πρόσφορον θῷ), οὐ βούλεται ἐξ αὐθεντίας αὐτῷ ταῦτα καὶ γνώμης λελέχθαι τοῦ κυρίου, τουτέστι τὸ γαμίζεσθαι τὴν παρθένον. ἀμέλει φήσας ἐὰν δὲ καὶ γήμῃ ἡ παρθένος, οὐχ ἣμαρτε« σχεδὸν πάλιν ὑπευλαβηθεὶς ἀνετάραξε τὴν συγκαταθεσιν, κατὰ συγγνώμκκκκην ἀνθρωπίνην ὑπεμφαίνων ταῦτα συμβεβουλευκέναι, ἀλλ’ οὐ κατὰ θείαν. εὐθέως γοῦν μετὰ τὸ εἰπεῖν »καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἣμαρτε« ἐπήγαγε τό »θλίψιν δὲ ἓξουσι τῇ σαρκὶ οἱ τοιοῦτοι. ἐγὼ δὲ ὑμῶν φείδομαι«, ὃ δή ἐστιν· ἐγὼ φειδόμενος ὑμῶν, ὦ οὗτοι, ταῦτα συνεθέμην, [*](1 Symp, S. 25, 3. 33, 17. 19. S. 182. 194 AI. De res. I, 25, 1. 39, 5. Plato Symp. 196D — 5 IKor. 7, 25—28 — 12 vgl. Plato Eryx. 395 E — 15 Tgl. Phil. 4 I Tim. 2, 3 — 16 I Kor. 7, 25 — 18. 21 I Kor. 7, 28) [*](2 ἀνδρῶν unleserl. od. < Ο; < MAI 3 ἢδη imleserl. Ο αἱρεῖσθαι P 4 f διαθεσμοθεῖται Cb Jh 5 διαλ.] s. d. Stellen im Index 6 γνώμ)ην δὲ unleserl. Ο 7 καλὸν — ἀνάγκην Ζ. 8 < Ο 10 γυναῖκα nach + P (nicht B) | καὶ ἐὰν — ἥμαρτε Ζ. 11 < 12 Pl εἰσηγεῖ τὸν λόγον 13 ἑαυτοῦ < Ο, ab. + τὴν ἑαυτοῦ nach φιλόν 14 δὴ + Ο | ἀναφερομένων Ο: ρομένων P Jh 15 ψυχῆς Ρ 172 16 αὐτοῦ P | ταῦτα u. λελέχθαι < P 17 τοῦ < Ο 18 ἐ(ὰν) unleserl. Ο 18 f ἐπευλαβηθεὶς P, ἀπευλαβηθεῖς B 19 PI Phaed. 88 C ἀναταράξαι | συγκατά)θεσιν unleserl. Ο 20 κατὰ unleserl. Ο κατ’ εὐθεῖαν Μ AI) 21 οὖν Ο | παρ)θένος — ἐπήγα(γε) unleserl. Ο 21f ἐπήγαγεν τὸ οὐχ ἥμαρτε P 22 τῆ σαρκὶ ἕξουσιν P (nicht B) | ὑμῶν — ὃ 23 ἐγὼ δὲ ONTJh: ἐγὼ γὰρ P 23 f συν)εθέμην ἐπ. οὓ(τως) unleserl. Ο: συνεθ. δήπου οὕτως M Al)

43
ἐπειδήπερ οὕτως αὐτοὶ φρονεῖν εἲλεσθε, ὂπως δὲ μὴ δόξω κατὰ βίαν ἐπισπέρχειν ὑμῶν εἰς τοῦτο καὶ καταναγκάζειν τινάς. ὅμως δὲ εἰ καὶ ταύτην φίλον ὑμῖν μᾶλλον τρέπεσθαι ἀποδυσπετήσαντας ἁγνείαν βασιτάσαι, καὶ οὕτως λυσιτελεῖν ἡγοῦμαι κρατεῖν ὐμᾶς τῶν τῆς σαρκὸς ἐρεθισμῶν, μὴ παραχρωμένους διὰ τὸ γεγεαμηκίναι τοῖς ἑαυτῶν σκεύεσιν εἰς ἀκαθαρσίαν. ἐπιφέρει γοῦν »τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς λοιπὸν συνεσταλμένος ἐστίν , ἕνα καὶ οἱ ἒχοντες γυναῖκας ὡς μὴ ἒχοντες ὦσιν.« εἲτα αὐθις ἐπιμένων καὶ προκαλούμενος ἐπὶ τοῖς αὐτοῖς ἐπεξειργάσατο τὸν λόγον, ἰσχυρῶς κρατύνων τὴν ἒνστασιν τῆς παρθενίας. ῥητῶς γοῦν τὰ ἑξῆς ἐπισυνάψας τοῖς προειρημένοις ἐπεφώνησε »θέλω δὲ ἀμερίμνους ὑμᾶς εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσει τῷ κυρίω· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσει τῇ γυναικί. καὶ μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος. ἡ ἂγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, ἳνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί.α πᾶσι γὰρ ἀναμφισβητήτως ἐστὶ καταφανές, ὡς ἂρα μεριμνᾶν τὰ τοῦ κυρίου καὶ ἀρέσκειν τῷ κυρίῳ πολλῷ ἄμεινον τοῦ μεριμνᾶν ἐστι τὰ τοῦ κόσμου καὶ ἀρέσκειν τῇ γυναικί. τίς γὰρ οὓτως ἠλίθιος καὶ πηρὸς τὰς ὄφεις, ὃς οὐκ αὐτόθεν αἲσθεται τὴν παραίνεσιν τοῦ Παύλου τὸ πλέον ῥέπουσαν εἰς ἀγνείαν; »τοῦτο γάρ« φησί πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω, οὐχ ἴνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὒσχημον«.

[*](5 vgl. I Thess. 4, 4 — 6 I Kor. 7, 29 — 11 I Kor. 7, 32–34 — 20 I Kor. 7, 35)[*](1 οὓτ. αὐτοῖ Ο: ταῦτα οὕτω P Jh | ὅπως unleserl. O | δὲ < Cb Jh | (δό)ξω — ἐπισπέρ(χειν) Ζ. 2 unleserl. Ο 1f κατὰ β. ἐπισπ.] μάχεσθαι καὶ κατατρέχειν M Al 2 ἀναγκάζειν Cb Jh | ὅπως P | δὲ — ὑμῖν Ζ. 3 unleserl. Ο: δὲ ἐπειδὴ ἐπὶ τὸ γαμεῖν MAl 3 τρέπεσθε Αl | (ἀποδυσπετή)σαντας — λυσιτελεῖν Ζ. 4 unleserl. Ο 3f ἁγν. βαστ. καὶ] ὑμᾶς δρῶν M Al 3 ἁγνείας B 4 βαστάζειν Μ Al Jh | οὕτω B Jh | ὑμᾶς < Ο 5 ἐρεθ. — φημι Ζ. 6 außer (γεγαμη)κέναι τοῖς u. τοῦτο unleserl. Ο | μὴ παρ.] ἳνα μὴ Περιπέσωμεν Μ Al διὰ τὸ γεγ. < M, εἰς ἐπιθυμίας κενάς Al | τοῖς] παρὰ ? + Μ 6 σκεύεσιν] ἁρμούμενοι + Μ, ἀρκούμενοι + Al | ἀκκαθ. < Al, ἐπιθυμίας κενὰς M | ἐπιφ. γοῦν] καὶ πάλιν M Al | φημι] λέγω M Al | ἀδελφοί Ο 50v 7 ὃτι ὁ Ρ | συνεστ. λοιπὸν B Jh: λοιπὸν < P 8 προσκαλ. B 9 ἐπε|ξειργάσατο P 172v | ἰσχύι, ὡς Ρ 10 . . στασιν Ο 11 δὲ + Ο | ὑμᾶς ἀμερ. P Jh 12 κυρόου — τὰ τοῦ a. Rd. v. 2. Hd. in P | πῶς — κυρίῳ < Cb Jh 13 καὶ μεμέρισται — παρθένος < B | καὶ vor u. nach μεμέρ.<Ρ 14 καὶ vor σώνατθ<Ρ 17 τῷ κυρίῳ) τῷ θεῷ P; a. Rd. in B, i. Text τῇ γυναικί | τ. μριμνᾶν] ἐστὶ + Ο τοῦ < Ο 18 γυν.] ob + ἢ ἀνδρί? Κl 20 αὐτῶν < BAlJh 21 περιβάλω Ο)
44

Ἐπίστησον δὲ πρὸς τοῖς εἰρημένοις ὃπως καὶ θεοδώρητον εἶναι τὸ τῆς παρθενίας ἐπιτήδευμα παρεγγυᾷ· ὃθεν τοὺς κατὰ πρόφασιν κενοδοξίας τῶν ἀκρατεστέρων ἐπὶ τοῦτο παρεληλυθτας ἀποβάλλεται συμβουλεύων γαμεῖν, ἵνα μὴ καιρῷ τῆς ἀκμῆς σφυγμοὺς φλεγμονὰς παρεχούσης αὐτοῖς τῆς σρκὸς ἀσχημονῶσιν οἰστρηλατούμενοι τὴν ψυχήν. τί γὰρ παραδίδωσιν ἐπισκεπτέον. »εἰ δέ τις ἀσχημομεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει« φησίν »ἐὰν ᾐ ὑπέρακμος, καὶ οὓτως ὀφείλει γενέσθαι, ὃ θέλει ποιείτω, οὐχ ἀμαρτάνει γαμείτσαν«, οἰκείως ἐνταῦθα προκρίνων τὸν γάμον τῆς ἀσχημοσύνης ἐπὶ τῶν ἑλομένων μὲν παρθενεύειν, δυσανασχετούντων δὲ τὸ μετὰ ταῦτα καὶ ἀποκαμνόντων, καὶ λόγῳ μὲν δι᾿ αἰδῶ τὴν χρὸς τοὺς ἀνθρώπους αὐχούντων ἐπιμένειν, ἒργῳ δὲ οὐδὲ μακρότερον ἐνδιατρίψαι δυναμένων. τῷ μέντοι αὐτοκρατορικῇ καὶ αὐθαιρέτῳ κρίνοντι προθεσει »τηρεῖν τὴν ἑαυτοῦ« σάρκα »παρθένον« καὶ μὴ ἒχοντι »ἀνάγκην«, ὅπερ ἐστὶ πάθος ἐκκαλούμενον τὴν ὀσφῦν εἰς συνουσίαν (εἶναι γὰρ δὴ καὶ διαφοράς, ὡς εἰκός, σωμάτων), τούτῳ καὶ διαθλοῦντι καὶ σπουδαίως ἐπιμένοντι τῇ ἐπαγγελίᾳ, καὶ ταύτην ἄριστα διαπεραινομένῳ παρακελεύεται μένειν καὶ τηρεῖν, τῇ παρθενίᾳ τὰ πρωτεῖα νέμων. ὁ γὰρ δυνάμενος, φησί, καὶ φιλοτιμούμενος »τηρεῖν τὴν ἑαυτοῦ« σάρκα »παρθένον καρεῖττον ποιεῖ«, ὁ δὲ μὴ δυνάμενος, »τηρεῖν« δὲ νομίμως καὶ μὴ λαθροφθορῶν, »καλῶς«. καὶ [*](6 IKor. 7, 3 — 14 I Kor. 7, 37 — 19 I Kor. 7, 37f) [*](2 εἶναι < Ο 3 ἀκρατόρων wie S. 39, 12 viell. richtig Ο | ἐπὶ] flg De res. I, 80, 5) Ο 5 f οἰστρηλατού)μενοι unleserl. Ο 6 τῇ γὰρ παραδόσει Ρ 173 7 τῆς παρθένου Cb Jh | αὐτο Ο 8 οὕτως undeutl. 9f (ἀσχη)μοσύνης — ἑλομεν(ων) unleserl. Ο 10 ἑλομ.] βουλομένων (παρθ)ενεύειν unleserl. Ο 11 ταῦτα κ. ἀποκ. unleserl. Ο | καὶ (ἀποκ.), αὐχούντων u. ἒργῳ v. 2. Hd. in ücke eingetragen M | B Jh: καμνόντων MAI | λογ Ο | δι’ αἰδῶ OP: διὰ B | τὴν πρὸς < B 12 τοὺς < Ο Ausgg. | αὐχ)ούντων — μα(κρότ)ερον ἐνδιατρί)ψαι u. (δ)υναμ. — ἔχοντι Z. 14 unleserl. Ο | αὐχ. u. ἔργῳ v. 2. Hd. in < M AI 13 nach δυναμ. + τῷ εὐνουχισμῷ M AlJh | τῷ μ. αὐτοκρ. < 13 f τὸν . . κρίνοντα . . ἔχοντα P 13 αὐτοκρατορικῶ P 13 f κ. μὴ κρίνονται MAI 14 προθ. — παρθένον] οἱ τοιοῦτοι παρὰ τὴν ἐπαγγελίαν αὐτῶν MAI | ἔχοντες MAI 15 ἀνάγκην Ο 51 16 δὴ + P 18 παρακελεύσετται B 19 παρθενίᾳ unleserl. Ο Idf καὶ φιλοτ. φησὶ Ο 20 τηρεῖν auch nach σάρκα, ab. durch Punkte als zu tilgen bezeichnet in Ο 21 νομικῶς P | κ. μὴ λαθροφθ. < P)

45
περὶ μὲν τούτων αὐτάρκως. λαβέτω δὲ μετὰ χεῖρας ὁ βουλόμενος τὴν πρὸς Κορινθίους ἐπιστολήν , καὶ καθ’ ἕκαστον ὁμιλήσας τοῖς ἐγγεγραμμένοις, τότε καὶ τὰ ὑφ᾿ ἡμῶν λεγόμενα σκεψάσθω ἀντιπαραβάλλων, εἰ μὴ συμφωνίας πάσης ἒχονται καὶ ὁμοφροσύνης τῆς πρὸς αὐτά.

Ταῦτά σοι κατὰ δύναμιν ὑπὲρ ἁγνείας, ὦ Ἀρετή, κἀγὼ συνεισφερω.

ΕΥΒΟΤΛ. Σφόδρα διὰ πολλῶν, ὦ Γρηrόριον, μόλις εἰς τὸ προκείμενον ἀφίκετο, μακρότατον ἀναμετρησαμένη καὶ περαιωθεῖσα πέλαγος λόγων.

ΓΡΗΓ. Ἒοικεν οὓτως ἒχειν· ἀλλ᾿ ἲθι καὶ τὰ λοιπὰ ἐφεξῆς μνημονεύσατες μιμητικώτατα διέλθωμεν, ὧν ἒτι ἒναυλον τὴν ἀκρόασιν ἔχειν μοι δοκῶ, πρὶν ἀποπτῆναι καὶ διαφυγεῖν·

  • εὐεξάλειπτοι γὰρ νέων ἀκουσμάτων
  • μνημαι γεροντων.
  • ΕΓΒΟΓΛ. Ἀλλὰ λέγε· τούτων γὰρ καὶ ἐληλύθαμεν ἀσμένως ἀκουσόμενοι τῶν λόγων.

    ΓΡΗΓ. Καὶ μὲν δή, καθάπερ εἶπας, μετὰ τὸ καταχθῆναι τὴν Θάλειαν δρόμοις ἀκυμάντοις εἰς τὴν γῆν ἡ Θεοπάτρα ἐφεξῆς ὑπολαβοῦσαν ἑαυτὴν ἒφη εἰπεῖν τάδε.

    Εἰ μὲν ἐπὶ τῶν αὐτῶν, ὠ παρθένοι, διεξόδων ἡ σοφία τῆς λογικῆς ἳστατο τέχνης καὶ τὴν αὐτὴν ἀεὶ διεπορεύετο τρίβον, ὀὐδεμία ἂν ὑπῆρχε μηχανὴ τοῦ οὐκ ἀποκναίειν ἐπιχειροῦσαν τοῖς ἢδη [*](1 vgl. Symp. S. 77, 4f. De autex. 12, 9 — 11 Plato Pol. V, 460 D — 12 vgl. Plato Menes. 235 C — 24 Plato Phaed. 86 A Legg. VI, 780 D) [*](1 μὲν < Ο. nach τούτων AI | μετὰ χειρὸς Jh 3 τότε P 173 v | ἀφ᾿ ἡμῶν B 8 Εὐβ. u. Γρηγ. hier stets < O 9 ἀφίκετο < Ο | μακρότερον Ο 10 Pl Parai. 137 A πέλαγος λόγων 11f Pl ἐφεξῆς διέλθωμεν | μνημονεύσοντες B V(? P) 12 ὡς ἒτι P | Pl λόγος ὁ λόγος 14 ἀκουμάτων B 16 καὶ üb. d. Lin, in P 18 Γρηγόρ. B, . εοπάτρα δ ōς Ο | Καὶ] . αὶ Ο (Θ u. Κ sollten mit anderer Tinte geschr. werden): Ναὶ B 19f ὑπολαβοῦσα HSS: ὑπολαβοῦσαν Cb Jh; (vgl. S. 5, 2f) 21f Θεοπάτρα. λόγος δος Ρ, < Ο 24f PI Phaed. οὐδεμία γὰρ μηχανὴ ἂν εἲη 25 (μη)χανὴ — ἀποκναίειν unleserl. Ο | τοῦ] μὴ Al Jh | ἀποκναίειν HSS : ἀποκνεῖν Jh mit Pl Legg. ἐπιχειρῶν λέγειν ἒοικας . . ἀποκνεῖν;)

    46
    προηγωνισμένοις. εἰ δὲ μυρίαι μὲν λόγων ὁρμαὶ καὶ διέξοδιο, »πολυμερῶς καὶ πολυτρόπως« ἐπεισπνέοντος ἡμᾶς τοῦ θεοῦ, τίς η ἀποκλήρωσις ἐγκαλύπτεσθαι καὶ δειλπιᾶν; οὐκ ἀνυπαίτιος γὰρ ὅτῳ μέτεστι χάριτος, ἐὰν τὰ καλὰ μὴ κοσμῇ λόγοις εὐχαριστηρίοις. διὸ φέρε καἰ ἡμεῖς ὑμνήσωμεν τῶν χαρισμάτων τὸ καλλιφεγγὲς ἄστρον καὶ τιμαλφέστατον τοῦ Χριστοῦ, τὴν ἁγνείαν. εὐρυτάτη γὰρ ἡ τοῦ πνεύματος αὕτη καὶ ἄφθονος ὁδός. πόθεν οὐν ἀπαρξάμεναι δὴ πρέποντα δόξομεν καὶ εἰκότα λέγειν τοῖς προκειμένοις, ἐντεῦθεν ἐπισκεπτέον.

    Ἐγὼ γὰρ ἀκριβῶς ᾐσθῆσθαί μοι δοκῶ, ὅτι τῆς εἰς τὸν παράδεισον ἀποκαταστάσεως καὶ τῆς εἰς τὴν ἀφθαρσίαν μεταβολῆς καἰ τῆς πρὸς τὸν θεὸν καταλλαγῆς οὐδὲν αἴτιον οὕτως ἄλλο γέγονε καὶ σωτήριον ἀνθρώποις, τὸ στρατηγῆσαν ἡμᾶς εἰς ζωήν, ὡς ἁγνεία. πειράσομαι γὰρ ᾗ διανοοῦμαι περὶ τούτων ἐνδείξασθαι νῦν, ἴνα σαφῶς τὴν δύναμιν τοῦ προειρημένου χαρίσματος ἀκούσασαι, πόσων ἡμῖν παρεκτικὸν ἀγαθῶν ἐγενήθη γνῶτε. τὸ γοὺν ἀρχαῖον, μετὰ τὸ μετοικισθῆναι τὸν ἄνθρωπον ἐκβληθέντα διὰ τὴν παράβασιν, τὸ ῥεῦμα τῆς φθορᾶς ἐπὶ πολὺ προσεχύθη καὶ φερόμενον σφοδρῶς [*](1 Plato Prot. 301 D — Hebr. 1, 1 — 8 s. ἀπισκεπτ. im Index — 12 vgl. Plato Symp. 193 B — 17 Plato Tim. 43 f) [*](3 f SS Parall. S. 200 Holl) [*](1 μ)υρίαι — δι(έξοδοι) unleserl. | μὲν λ. ὁ.] συναναφαίνονται τρίβοι (v. 2. Hd. in ücke) Μ AI | μὲν < Jh 2 f ἐπεισπν. — ἀποκλ(ήρωσ) Ο: ἐπιπνέοντος Μιν τοῦ πνεύματος, τὶς ἀπ. (v. 2. Hd. in ücke) MAI 3 ἐγκαλύπτεσθαι P 174 PI Phaedr. 237 A ἐγκαλυψάμενος | οὐκ — εὐχαριστ. Ζ. 4 C (Ck). Lemma ἐκ τῶν αὐτῶν (vorherg. Symp. 7, 1) | οὐκ — μέτεστι unleserl. O ( οὐκ ἂν ὑπ' ἀγνοίας ἀκνήσαι μέτεστι M ο ἂν ὑ. ἀ. ὀκνήσαιμεν τῆς AI]): ὕπαίτιος οὕτως μετέστη C 4 ἐὰν τὰ unleserl. Ο: καὶ τὰ MAI | κοσμοίη B, κοσμοῖ C: κοσμῆσαι MAI | λόγοις — χαρισμάτων Z. 5 unleserl. Ο: κ. τὰ φαῦλα μὴ διασκευάσαι διασκεδάσαι AI [auch Cb]) κατίπερ καὶ πῶς AI) οὐκ ἐπαινέσαι τολμήσομεν τ. χαρ. v. 2. Hd. Μ AI | εὐχαρ.] πρὸς οἰκοδομὴν τῶν πυθομένων + C u. endet 5 ὑμνήσωμεν Jh: ὑπομνήσωμεν P | τὸ O ν 9 αἰσθάνεσθαί viell. richtig O ( αἰ8σθέσθαι Ch) 11 τὸν vor θεὸν + Ο 1 οὕτως αἴτιον P Jh 12 σωτήρ(ιον) undeutl. | PI ὁ Ἔρως . . στρατηγός 13 ᾗ] εἰ übergeschr. ἧ Ο 15 ἀγαθῶν παρεκτικὸν O 16 διὰ < P Zeichen in B) 17 ff PI Tim. 43 f ἐφέροντο . . ἀτάκτως μι)ν ὅπῃ τύχοι προϊέναι . . . πολλοῦ γὰρ ὄντος τοῦ κατακλύζοντος καὶ ἀπορρέοντος κύματος . ., τὰ τῶν προσπιπτόντων παθήματα . ., ὅτε . . διὰ τοῦ σώματος αἱ κινήσεις ἐπὶ τὴν ψυχὴν φερόμεναι προσπίπτοιεν, αἵ δὴ . . αἰσήσεις . . κέκληνται . . . αἷς δ’ ἂν ἔξωθεν αἰσθήσεις τινὲν . . προσπεσοῦσαι συνεπισπάσωνται καὶ τὸ τῆς ψυχῆς ἅπαν κύτος, τόθ' αὖται κρατοὑμεναι κρατεῖν δοκοῦσι)

    47
    συρμοῖς ἐξαισίοις οὐ μόνον ἔξωθεν ἀτάκτως παρεφέρετο ἀλλ’ ἤδη καὶ ἐπεισχεόμενον εἴσω κατέκλυζε τὰς ψυχάς. συνεχῶς τοῦτο πάσχουσαι κωφαὶ καὶ δουμαθεῖς ἐφέροντο, κυβερνᾶν ἀπαλλαγήσασαι τὰ σφέτερα σκάφη παρὰ τὸ μὴ ἔχειν βεβαίου τινός. αἱ γὰρ αἰσθήσεις τῆς ψυχῆς, ὡς οἱ τούτων ἒφασαν ἐπιστήμονες, ἐπειδὰν τῶν ἒξωθεν προσπιπτόντων παθῶν ἡττηθεῖσαι. προσδέξωνται τὰς ἐπιφορὰς τοῦ τῆς ἀνοίας ἐπικλύσαντος εἲσω κύματος, εὐθέως τῆς εὐθείας ὁρμῆς ἐμποδίζουσι σκοτωθεῖσαι τὸ πᾶν αὐτῆς εὐήνιον πορεύεσθαι κατὰ φύσιν κύτος. ὅθεν οὐν ὁ θεὸς οἰκτειρήσας ἡμᾶς ἡμᾶς οὕτως καἰ οὒτε ἀνασχεῖν οὒτε ἀνασφῆλαι δυναμένους κατεπερμψεν ἐξ οὐρανῶν τὸ ἄριστον καὶ εὐκλεέστατον βοήθημα, τὴν ἁγνείαν, ὅπως ἐξ αὐτῆς ἀποδήσαντες ἡμῶν τὰ πλοίων δίκην γαληναίως ἔχωμεν ὁρμισθέντες τῆς φθορᾶς, καὶ τὸ πνεῦμα τὸ ἅγιον μαρτυρεῖ. τοῦτο γὰρ ἐν τῷ ἑκατοστῷ κοστῷ φέρεται ψαλμῷ, ἔνθα ὕμνον εὐχαριστήριον ἱλαρῶς αἱ ψυκαὶ τῷ θεῷ, ὁπόσαι δὴ παραληφθεῖσαι καὶ καρατηθεῖσαι περιπολοῦσιν ἤδη μετὰ Χριστοῦ τὸν οὐρανόν, ὅτι ὑπὸ τῶν ὑλικῶν καὶ σωματικῶν ῥευμάτων. ἐντεῦθεν γὰρ καὶ τὸν Φαραώ φασι τύπον ἀπενέγκασθαι <τὸν> κατὰ τὴν τοῦ διαβόλου, ἐπειδὴ τὰ μὲν ἄρρενα ἀφειδῶς εἰς τὸν ποταμὸν ἐκέλευε [*](5 Plato a. a. Ο. — 9 Symp. 10, 4. Plato Legg. II, 653 D — 10 vgl. De res. n, 13, 4. HI, 9, 9. De lepra 7, 5 — 14 Psal. 136, 1. 2 — 17 Plato Phaedr 246 B — 19 Exod. 1, 16 — Orig. In Ex. hom. 2, 1) [*](1 ἐξαισίοις συρμοῖς AI Jh 2 ἐπισχεόμενον B 3 τοῦτο < P | P 4 ἀπαλαγήσασαι Ο: ἀπαλλαγεῖσαι P 174 v Jh 6 παθω . Ο 8 εὐθέως τῆς . . ὁρμῆς undeutl. O | θείας M Al Jh: εὐθείας Ρ w. e. seh. Ο (ἐμποδίζ)ουσι unleserl. Ο 9 εὐήνιον undeutl. Ο εὔδιον MAI: PI Phaedr. εὐήνια | πορεύεσθαι ? Ο: πορευθὲν M AI Jh. | κῦτ . . Ο | οὖν + Ο 9 f PI θεοὶ οἰκτειρήσαντες . . ἔδοσαν 10 ἒχοντας — ἀν(ασχεῖν οὔ)τε II f (βοήθ)ημα — αὐτῆ ἀποδήσ)αντες unleserl. 12 ἁγνείαν] παρθενίαν Jh | ἀποδύσαντες M AI | σώμ(ατα) unleserl. Ο 13 δίκ. γαῖ.. ἒχωμεν unleserl. O | γαλήνην ἔχωμεν (2. Hd.) MAlJh | ὁρμισθ)έντες — φέρεται Z. außer καθ(ὼς κ)αὶ τὸ (vor πνεῦμα) und τοῦτο . . ἐν τῷ, unleserl. Ο | Al (? M) | < Jh: ἄνευ 2. Hd. M AI 14 τὸ ἅγιον μαρτυρεῖ] ganz anders 2. Hd. MAI | <B Jh 15 φέρεται] δηλοῦται U AI | ψαλμῶ Ο 52 16 f κ. κρατηθεῖσαι < P 17 PI οὐρανὸν περιπολεῖ πᾶσα ψυχή) 18 τῶν < PI Τim. 44 B τροφῆς ῥεῦμα 19 γὰρ < P | φησὶ P | τὸν + Kl 20 τοῦ < Po Cb Jh | εἰς τ. ποταμὸν <P)
    48
    ῥίπτεσθαι, τὰ δὲ θήλεα ζῳογονεῖσθαι. καὶ γὰρ καἰ ὁ διάβολος βασιλεύων »ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωυσέως« τῆς μγεάλης Αἰγύπτου, τοῦ κόσμου, τὰ μὲν ἄρρενα καὶ νοητὰ τῆς ψυχῆς ἔκγονα ὑπὸ παραφέρεσθαι καὶ ἀναιρεῖσθαι παθῶν σπουδὴν ἒσχε, τὰ δὲ σαρκικὰ σαρκικὰ καὶ αἰσθητὰ αύξάνεσθαί τε καὶ πληθύνεσθαι γλίχεται.

    Ἀλλὰ γὰρ ἵνα μὴ πα ρεκβαίνωμεν τοῦ προκειμένου, φέρε δὴ τὸν ψαλμὸν ἐν χερσὶν ἐξηγησώμεθα λαβοῦσαι τοῦτον, ὃν αἱ καθαραὶ καὶ ἀλώβητοι ψυχαὶ προσᾴδουσι τῷ θεῶ, »ἐπὶ τῶν ποταμῶν« λέγουσαι »Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών. ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκεῖ ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν«· ὄργανα καλοῦσαι τὰ σκηνώματα σαφῶς ἀνεκρέμασαν ἀπὸ τῶν πεισμάτων τῆς ἀγνέίας ἐξάψασαι τοῦ Μου ἳνα μὴ δυνηθῶσιν ἐξαρπασθεῖσαι πάλιν παρασυρῆναι τῷ ῥεύματι τῆς ἀκρασίας· Βαβυλὼν γάρ, τάραχος ἢ σύγχυσι ἑρμηνευομένη, τὸν περίρρυτον βίον δείκνυσι τοῦτον, οὗ ἐν μέσῳ καθεσθέντες περικλυζόμεθα καθ’ ὃν ἐσμὲν ἐν τῷ κόσμῳ χρόνον, τῶν ποταμῶν τῆς κακίας ἐφορμώντων ἀεί. διὸ καὶ περιδεεῖς ἐσμεν καὶ κατολοφυρόμεθα καὶ βοῶμεν μετὰ κλαυθμοῦ πρὸς τὸν θεόν, ἴνα μὴ κατολισθήσωσιν ἡμῶν ἀπορρηχθέντα τοῖς κύμασι τῆς ἠδονῆς ἀπὸ τοῦ φυτοῦ ἦς ἠγνείας τὰ ὄργανα. ἐν τύπῳ γὰρ τῆς παρθενίας τὴν ἰτέαν πανταχοῦ παραλαμβάωουσιν αἱ θεῖαι γραφαί, ἐπειδήπερ τὸ ἄνθος αὐτῆς εἰς [*](2 öm. 5, 14 — 3 Plato Theaet. 150 D — 5 vgl. Gen. 1, 28 — 7 Plato Pol. X, 611 BC — 8 Psal. 136, 1. 2 — 14 vgl. Gen. 11, 9) [*](8–S. S. 49, 5 Phot. Bibl. 237 S. 30Sb, 22—39 — 11. 14. 20 Hier. In Psal. PL 26, 1304) [*](1 καὶ vor ὁ διαβ. < P 2 καὶ vor μέχρι < P Jh | μωσέσς Ο P 175 3 PI ψυχῆς ἔκγονον. 5 ἀναίσθητα PJh 7 ἐξηγησέμεθα ἐν χερσὶ O I PI οὐ λελωβημένον (v. d. Seele) . . , ἀλλ’ . . καθαρὸν 8 ἐπὶ — ἡμῶν Z. 11] Ph ὅτι τὸ ἐπὶ τ. ποταμῶν Βαβυλῶνος καὶ τὰ (< A) ἑξῆς αἱ ψυχαί φησιν λέγουσιν 10 < Jh | ἐκεἶ + Ο LXX cod. A 11 ὂργ.] ἒστενον γὰρ Phb | σαφῶς (< Ph) σκηνώματα P Jh 12 ἐκρέμασαν Ph 13 ἐξαψάμεναι Ο 14 f περίρυτον B 15 καθεσθεῖσαι Ο, übergeschr. . . έντες 16 καθ’ ὃν — χρόνον < Ph 17 ἀεὶ < Ph | περιδ. — < Ph 18 κλαυθμὼν B 18 f (ἀπορραγέντα 2. Hd. MAI) unleserl. Ο | 19 κύμασιν Ph | φυτοῦ — γὰρ τῆς unleserl. Ο 20 ὂργανα — γὰρ] σώματα. τύπον δὲ 2. Hd. M AI | ἐν τὐτω P 175v 20 f παντ. παραλ. τὴν ἰτέαν P Jh | παραλ. αἱ θεῖαι unleserl. Ο 21 θεῖαι < Ph | αὐτῆς auch Phab | ὕδωρ — ὀχ)είας ἀναζ)εῖ S. 49, 1 O: ganz anders 2. Hd. M, ebenso AI, aber auch ὕδωρ τριβὲν ἐὰν ποθῇ)

    49
    ἀποτριβέν, ἐὰν ποθῇ , πᾶν ὃσον εἰς ὀχείας ἀναζεῖ καὶ ἐρεθισμοὺς κατασβέννυσιν, ἔστ᾿ ἂν εἰς ἄρδην ἀποστειρώσῃ καὶ ἄγονον πᾶσαν τὴν ἐπὶ παιδοποιίαν φοράν· ὥσπερ δὴ καὶ Ὃμηρος ἐμήνυσε, διὰ τοῦτο καλέσας ὠλεσικάρπους τὰς ἰτέας. καὶ ἐν Ἠσαΐᾳ δὲ οἱ δίκαιοι ὡς ἰτέα λέγονται φύειν ἐπὶ παραρρέον ὕδωρ. εἰς ὕφος γὰρ τότε τὸ τῆς παρθενίας ἔργος μεγεθύνεται σφοδρῶς τε καὶ ὁπόταν ὁ δίκαιος καὶ ἐγκεχειρισμένος τηρεῖν αὐτὴν καὶ ἐργάζεσθαι τοῖς ἠπιωτάτοις τοῦ Χριστοῦ νάμασιν ἀρδεύῃ, σοφίᾳ καταψεκάζων. ὃν γὰρ τρόπον τὸ δένδρον τοῦτο χλοηφορεῖν πέφυκεν ὕδατι καὶ βλαστάνειν, οὕτως ἐπανθεῖν ἀεὶ καὶ ἐπακμάζειν πιαινομένη λόγοις πέφυκεν ἡ παρθενία, ἵνα δὴ καὶ ἀνακρεμάσαι τὸ ὄργανον ἀπ αὐτῆς ἑαυτοῦ δύνηταί τις.

    Εἰ οὐν οἱ ποταμοὶ τῆς Βαβυλῶνος τὰ ἑρύματα τῆς ἠδυπαθείας εἰσίν , ὡς οἱ σοφοί φασι, τὰ συγχύνοντα καὶ ταράσσοντα τὴν ψυχήν, ἀνάγκη τὰς ἰτέας εἶναι τὴν σωφροσύνην, ἀφ᾿ ἡς ἀνακρεμῶντες ἀνέλκομεν τὰ ὅργανα τὰ παιδογόνα ταλαντούμενα κάτω καὶ βρίθοντα τὸν νοῦν, ἴνα μὴ κατενεχθέντα περὶ τοὺς ὀχετοὺς τῆς ἀκρασίας σκωλήκων δίκην εἰς τοὺς ἰχῶρας ἐγχρίμπτωνται καὶ τὰς σηπεδόνας. χρησιμωτάτην γὰρ καὶ ἐπίκουρον εἰς ἀφθαρσίας κτῆσιν τὴν παρθενίαν ὁ θεὸς ἐδωρήσατο, σύμμαχον ἀποστείλας τοῖς ὀριγνωμένοις καὶ ποθοῦσι, καθῶς ὁ ψαλμῳδὸς ὑφηγεῖται, τὴν Σιών, ὃ δή ἐστι τὴν ἔκλαμπρον ἀγάπην τὴν περὶ αὐτῆς ἐντολήν, ἐπειδήπερ ἡ Σιὼν ἐντολὴ σκοπιᾶς ἑρμηνεύεται. — ὧδε γὰρ ἀναλογισώμεθα πάλιν καὶ τὰ ἑξῆς. τί δή ποτε ἐπηρωτῆσθαι πρὸς τῶν αἰχμαλωτιστῶν ὁμολογοῦσιν αἱ ψυχαὶ τὴν ᾠδὴν ἐπὶ γῆς ἀλλοτρίας ᾆσαι κυρίου ἢ [*](3 Odyss. 20, 510 — 4 Jes. 44, 4 (vgl. Hilar. In Psal. 136 § 7) — 8 vgl. Plato Tim. 75E — 14 Origenes? — Plato Phil. 63D — 16 Symp. 6, 4. 8,2.4.10 — 17 Symp.1, 1 S. 9, Off (8, 15. 19) — 19 Plato Symp. 180B — 20 Plato Axioch. 366 A — 23 Onom. s. 198, 64 Lagarde — 24 Symp. 5, 5. De lepra 9, 1 — 25 Psal. 136, 4) [*](1 ἂν Ph | ἀναζῆ P Ph | καὶ ἐρ. Ο 52v | τοὺς vor ἐΜ + 2. Hd. MAI 2 ἀποσβέννυσιν Ph | εἰς tilgt Wd | καὶ — πᾶσαν Ζ. 3 < Ph 3 ἐπὶ τῆ παιδοποιία σποράν Ο | ὁ Ὃμ. + Phb 4 ἰτέας] es endet Ph 5 ἰτέα < Ο 6 τότε γὰρ Ο 7 ὃτ’ ἂν Ρ, ὅταν B 8 ἀρδεύηται P 11 ἡ < Ο | έπ’ Ο, ab. vgl. Ζ. 15 12 δυνηθῆ Ο 13 οὖν] γὰρ Ο 14 f PI τὰς ψυχὰς . . ταράττουσαι 15 ἀνακρεμνῶντες B 17 ἵνα P 176 18 ἐγχρίπτονται B 19 PI Ἒρωτα . . κυριώτατον εἶναι εἰς ἀρετῆς . . κτῆσιν 20 ὀρεγυνμένοις Ρ I PI ὀριγνωμένη 21 ψαλμὸς P Jh | τῆ σ. Ο 23 ἀναλογισόμεθα P, ἀναλογησώμεθα w. e. seh. B: ἀναλογισώμεθα PI Prot. 332 D | πάλιν < B 25 τῆς B | ἀλλοτρίας ᾀσα(θ κυρίου unleserl. Ο | τοῦ κυρίου Μ Al)

    50
    πάντως, ὃτι τὸ εὐαγγέλιον ἰερὰν ᾠδὴν εἶναι καὶ ἀπόρρητον διδάσκουσιν, ἣν οἱ ἁμαρτάνοντες καὶ μοιχώμενοι τῷ πονηρῷ προσᾴδουσιν; ἐξέρχονται γὰρ τὰς ἐντολάς, τὸ θέλημα »τῶν πνευματικῶν« τελοῦντες »τῆς πονηρίας«, καὶ ῥίπτουσι »τὰ ἃγια τοῖς κυσὶ καὶ τοὺς μαργαρίτας ἒμπροσθεν τῶν χοίρων«, ὅν τρόπον τρόπον κἀκεῖνοι περὶ ὠν ὁ δυσχεραίνων φησί· »καὶ ἀνέγνωσαν ἔξω νόμον.. οὐ γὰρ ὅτι πυλῶν ἔξω τῆς Ἱερουσαλὴμ ἢ ταῖν οἰκιῶν ἀνεγέιννσκον ἐξιόντες Ἰουδαῖοι τὸν νόμον, διὰ τοῦτο δὴ καὶ ὁ προφήτης ἰσχυρῶς αὐτῶν κατηγορεῖ καὶ ὑπευθύνους ἐγκλήματι βοᾷ γεγονέναι, ἀλλ’ ὅτι τὰς ἐντολὰς καὶ ἀσεβοῦντες εἰς τὸν θεὸν ἐπιμεμορφασμένως μὲν ἀνεγίωσκον δῆθεν ὡς εὐσεβεῖς τὰ προστάγματα, κατὰ ψυχὴν δὲ οὐκ ἐδέχοντο μετὰ πίστεως ἴσχοντες, ἀλλ’ ἀπέπτυον »ἔργοις ἐντεῦθεν γὰρ τὴν ᾠδὴν ἐπὶ γῆς ἀλλοτρίας ᾂδουσι κυρίου, ταπεινότερον περιέλκοντες καὶ ἐξηγούμενοι τὸν νόμον, βασιλείαν αἰσθητὴν προσδοκῶντες, καὶ ἐπὶ γῆς ταύτης τῆς αλλοτρίας, ἣν παρελεύσεσθαι λόγος, τιθέμενοι τὰς ἐλπίδας, ἒνθα οἱ αἰχμαλωτίζοντες δελεάζουσιν ἡδοναῖς λοχῶντες πρὸς ἀπάτην.

    Ἐοίκασι δὲ καὶ οἱ προσᾴδοντες τὸ εὐαγγέλιον ἄφροσιν ἐπὶ γῆς ἀλλοτρίας« μελῳδεῖν »τὴν ᾠδὴν κυρίου«, ἧς μή ἐστιν ὁ Χριστὸς γεωργός. ἀλλ’ αἱ τὸ καθαρώτατον καὶ φαιδρὸν καὶ ἀμιγὲς καὶ εὐλαβὲς καὶ εὐπρεπὲς τῆς παρθενίας ὑποδῦσαι καὶ ἀναλάμψασαι κάλλος, καὶ στεῖραι καὶ ἄγονοι τῶν ῥευστῶν καὶ ἀλγεινῶν εὑρεθεῖσαι »ἐπὶ γῆς ἀλλοτρίας« οὐ μελῳδοῦσι »τὴν ᾠδήν«, ὃτι μὴ φέρονται τὰς ἐλπίδας τῇδε, μηδὲ προστετήκασι θνητῶν σωμάτων τρυφαῖς, μηδὲ ταπεινῶς κατασκέπτονται τὸν νοῦν τῶν ἐντολῶν, ἀλλ᾿ εὖ καὶ γεν- [*](3 Ephes. 6, 12; vgl. Orig. In Psal. 136. 13, 137 Lomm. (ffier. PL 26, 1305) 4 Mt. 7, 6 — De creat. 1 — 6 Arnos 4, 5 — 12 Tit. 1, 16 — 14 vgl. S. 27, 16ff — 15 Mt. 24, 35 — 17 Plato Tim. 69 D — 19 vgl. De lepra 2, 4. Ignat. Ad Philad. 3, 1 — 25 vgl. Plato Gorg. 521 A. Theaet. 146 C. 151 E) [*](1 εἶναι κ. ἀπόρρητον unleserl. Ο : ε. ἀπὸ τούτων 2. Hd. M AI 2 πονηρῷ imleserl. Ο 3 ἐξέρχονται Ο Ρ, ἐξάρχονται Β, ἐξορχοῦνται Jh: vgl. auch Z. 9f γὰρ — τελοῦντες unleserl. Ο | τὰς ἐντ.] τῶν ἐντολῶν τοῦ κυρίου 2. Hd. M AI τ. πν. Kl: τ. πνευμάτων P Ausgg.: < M | τελ.] κακῶς ἐπιτελοῦντες MAI 4 τῆς Ο 53 6 τὸν vor νόμον + Ο < LXX) | ὃτι] ἒτι Β 7 ἢ < οἰκείων P, οἰκειῶν B | οἱ < P (nicht B) 9 ἀλλ’ P 176 v 10 dz < ἐπιμεμορφφμένως P 13 γῆς] τῆς P Jh | ἀλλοτρίας — κυρίου < 14 βασιλείαν in ürzung O βασιλίαν M) 16 αἰχμαλωτισταὶ P Jh 20 καθαρότατον B 20 f καὶ εὐλαβὲς < Ο 23 f zalg ἐλπίσι viell. richtig 25 κατασκέψονται P 25 f γενναίως μετὰ undeutl. Ο)

    51
    ναίως μετὰ φρονήματος ὑφηλοῦ τὰς ἐπαγγελίας ἄνω περιαθροῦσι, τὸν οὐράνιον διφῶσαι καὶ σύμφυτον τόπον. ὅθεν ἀγάμενος αὐτῶν ὁ θεὸς τὰ φρονήματα »μεθ᾿ ὁρκωμοσίας« ἐξαιρέτους ἐπαγγέλλεται διδόναι τιμάς, »ἐν ἀρχῇ τῆς εὐφροσύνης« προανατάσσων καὶ προκαθιδρύων. λέγει γὰρ ὧδε »ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλήμ, ἐπιλησεθείη ἡ δεξιάμου μου. κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ, ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου«, Ἱερουσαλὴμ τὰς ἀμιάντους αὐτὰς δὴ ταύτας, ὡς ἔφην, ἀπήμονας ψυχὰς εἶναι λέγων, αἵτινες ἄτρυγον τὸ αὐστηρῶς ἀμολύντοις χείλεσι σπασάμεναι πόμα, »ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν« καθαρμόζονται »παραστῆσαι Χριστῷ« κατ᾿ οὐρανόν, »τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασαι«. ταύτῃ γὰρ καὶ Ἡσαΐας ὁ παρεγγυᾷ »φωτίζου, φωτίζου« λέγων »Ἱερουσαλήμ· ἣκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκε«. ταῦτα δὲ τὰ ἐπαγγέλματα μετὰ τὴν ἐξανάστασιν τελεσιουργηθήσεσθαι δῆλον καὶ παντί. οὐ γὰρ περὶ τῆς πολυθρυλλήτου κατὰ Ἰουδαίαν πολίχνης τὸ πνεῦμα τὸ ἃγιον χρησμῳδεῖ, ἀλλὰ περὶ τῆς οὐρανοπόλεως ὡς ἀληθῶς ἐκείνης καὶ μακαρίας Ἱερουσαλήμ, ἣν δή φασιν αὐτὴν εἶναι τὸ ἄθροισμα τῶν ψυχῶν, ἃς προανατάξασθαι πρώτας »ἐν ἀρχῇ τῆς εὐφροσύνης‘ τῶν καινῶν αἰώνων ἀνεπισφαλῶς ὁ θεὸς ἐπαγγέλλεται, εἰς καθαρὰν οἴκησιν ἀδύτων φώτων τῷ λευκοτάτῳ τῆς παρθενίας ἐστολισμένας κόσμῳ κατοικίζων , ὃτι μὴ ἐμνημόνευσαν τὸν κόσμον ἀποδύσασθαι τὸν νυμφικόν, τουτέστι χαυνῶσαι τὸν λογισμὸν φαντασίαις ἐκτόποις.

    [*](1 Plato Axioch. 370 D. 366 A — 3 vgl. Hebr. 7, 21 — 5 Psal. 136, 5. 6 — 9 Plato Phaedi-. 248 C — 10 11 Kor. 11, 2. De lepra 15, 5 — 11 Weish. Sal. 4, 2 — 13 Jes. 60, 1 — 17 Hebr. 12,22f; De lepra 10, 4 — 19 Psal. 136, 6 — 21 Plato Phaed. 114 C — vgl. Apok. Job. 3, 4. 5. 6, 11. 7, 9. 13)[*](1 περι)αθρ. — διψῶσαι Ζ. 2 unleserl. Ο | παρισθροῦσαι P: περιοδεύουσι 2. Hd. MAI 2 τὸν οὐρανὸν P 2 f θεὸς θεὸς — με(θ’) unleserl. Ο: τὴν σωφροσύνην μεθ’ 2.Hd. MAI ὁρκομοσίας Β: ὁρκωμόνας(?) Μ, ὅρκου μόνας Αl | ἐπαγγέλλ)εται — ἐν Ζ. 4 unleserl. Ο 4 καὶ — σου Ζ. 5 unleserl. Ο : καὶ λέγων· εἰ ἐπιληθῶ σου 2. Hd. M AI | καθιδρύων B Jh 5 λέγει P 177 | ἱερουσα(λημ ἐπ}ιλησθείη unleserl. Ο | ἡ δεξιά Ο 53v 9 PI ἀπήμονα (ψυχήν) 10 f παρθένον ἁγνὴν wobl auch Ο: παρθένον(?) ἁγνὴ Μ, παρθένῳ ἁγναὶ AI 11 παραστῆναι HSS κατ᾿ οὐρανὸν < Ρ 13 λέγων < P 14 ἀνατέρθαλκε] ε 15 τελεσιουγρηθήσεται P 16 πολυθρυλήτου Ρ | κατὰ τὴν P 17 οὐρανουπόλεως Ο Jh | ὡς < P 18 καὶ < Ο | φασιν OKI: φησιν P Jh 20 ὁ ἀνετπισφαλῶς Ο: ἐπιφανῶς P, προφανῶς Ch Jh 21 PI εἰς τὴν καθαρὰν οἴκησιν καθαρῶν P 22 ἐμνιμόνευσε B: P 177 v 23 ἀποδύσθαι P)
    52

    Ἀμέλει τὸ μὴ ἐπιλαθέσθαι νύμφην τὸν κόσμον, μηδὲ παρθένον τὴν στηθοδεσμέιδα αὐτῆς, λεγόμενον ἐν Ἱερεμίᾳ, τὸ μὴ ἐνδοῦναι καὶ χαλάσαι τὸν δεσμὸν τῆς σωφροσύνης ἀπάταις δηλοῖ καὶ περισπασμοῖς. στήθη γὰρ αἱ φρένες εἰκότι λόγῳ καὶ ὁ νοῦς ἡμῶν εἶναι νομίζεται· ἡ δὲ στηθοδεσμίς, ἡ συνδοῦσα ζώνη καὶ συσφίγγουσα τὴν πρόθεσιν τῆς ψυχῆς εἰς ἁγνείαν, ἐστὶν ἡ πρὸς θεὸν ἀγάπη, ἥν τε καὶ ὑμῖν ὁ στρατηγὸς ἡμῶν καὶ ποιμὴν Ἰησοῦς καἰ ἂρχων καὶ νυμφίος, ὦ καλλιπάρθενοι, ἄρρηκτόν τε καὶ ἐσφραγισμένην μέχρι »τέλους« τηρῆσαι παράσχοι. τούτου γὰρ τοῦ κτήματος τοῖς ἀνθρώποις ἄμεινον βοήθημα οὐκ ἄν τις ῥᾳδίως ἓτερον λάβοι ἀρέσκον θεῷ καὶ προσφιλές. διὸ ἐγὼ χρῆναί φημι τὴν ἀγνείαν ἂπαντας τιμᾶν καὶ διαφεόντως ἀσκεῖν τε καὶ ἐγκωμιάζειν.

    Αὑταί σοι καὶ παρ’ ἡμῶν αἱ ἀπαρχαὶ τῶν λόγων ἀνακείσθωσαι· ὡ Ἀρετή, τὰ μὲν παιδιᾶς, τὰ δὲ καὶ σπουδῆς χάριν.

    Ἀλλὰ δέχομαι τὸ δῶρον, ἴφη φάναι τὴν Ἀρετήν, καὶ κελεύω μετὰ σὲ τὴν Θάλλουσαν λέγειν· δεῖ γάρ με παρὰ μιᾶς ἑκάστης ὑμῶν ἀποδέξασθαι τὸν λόγον.

    [*](1 Jei-cm. 2, 82 — 3 De res. 11, 6, 6 — 7 Job. 10, 11. U — 8 Mt. 9, 15. 25, 1 ff — I Kor. 1, 8 — 9 riato Symp. 212 B — 13 Plato Symp. 197 E — 16 Plato Symp. 194D)[*](1—6 Phot. Bibl. 237 S. 308 b, 40—309 a a, 5 — 4 f SS Parall. S. 200 Holl)[*](1 Ph ὅτι φησιν Ἀμ. usw. | ἐπιλανθάνεσθαι P 2 στηθεσμίδα P | αὐτῆς Jh: < Ph 3 f κ. περισπ. < Ph 4 στήθη — νομίζεται Ζ. 5 in = Vat. 1553, Bl. 182r); Lemma τοῦ ἁγίου Μεθοδίου ἐκ τῶν περὶ ἁγνείας συμποσίων | γὰρ . . φρένες unleserl. Ο | αἱ] καὶ C | εἰκότι] αἰσθητικῷ τινι C ὁ < C 5 νομ.] ὀνομάζεται ἐν τῇ γραφ C | (στηθοδ)εσμίς, ἡ O | ἡ συνδ.] αὐτῶν 2. Hd. MAI | ζωὴ Ph 6 τῆς ψ. ε. ἁγν. unleserl. Ο θεὸν P Jh : Χριστὸν Ο Ph | ἀγάπη] es endet Ph 7 ὑμῖν] ἡμῖν M Al στρατ. ἡμ. κ. unleserl. Ο : στρατηλατῶν κ. 2. Hd. M AI 7 f Ἰησοῦς καὶ ἄρχων) κ. νύμριος unleserl. Ο 8 καλλ)ιπάρθενοι ἂρρηκτόν unleserl. Ο | καλιπάρθενοι P τε < Cb Jh | καὶ — τοῦ Z. 9 unleserl. Ο | μέχρι — παράσχοι Ζ. 9 auch ab. Lücke fast e. Ζ.Μ 9 — 12 PI τούτου τοῦ κτήματος τῇ ἀνθρωπείᾳ φύσει συνεργὸν ἀμείνω Ἒρωτος οὐκ ἂν τις ῥᾳδίως λάβοι. διὸ δὴ ἔγωγέ φημι χρῆναι πάντα ἂνδρα τὸν Ἔρωτα τιμᾶν, καὶ αὐτὸς τιμῶ . . καὶ διαφερόντως ἀσκῶ 9 κτήματος Ο 54: ἠττήματος B, a. Rd. corr. κτήμ. 10 ἀμείνω P 12 διαφερ.] διὰ παντὸς P 13 f PI οὗτος . . ὁ παρ’ ἐμοῦ λόγος, ὦ φ., τῷ θεῷ ἀνακίσθω, τὰ μὲν παιδιᾶς, τὰ δὲ σπουδῆς . . μετέχων 14 παιδείας OP 15 ἀρε . . . Ο 16f PI ἀποδέξασθαι παρ’ ἑνὸς ἑκάστου ὑμῶν τὸν λόγον)
    53

    Τὴν οὖν Θάλλουσαν βραχὺ ἐπισχοῦσαν καὶ πρὸς ἑαυτήν τι σκεψαμένην εἰπεῖν ἔφη· Ἀλλ᾿ , ὦ Ἀρετή, συλλήπτειραν ἀξιῶ παραστῆναί σε κατὰ νοῦν, ὅπως πρῶτον μὲν σοῦ, καὶ τῶν παρόντων δὲ φανῶμεν ἂξια λέγειν. τὸ γὰρ μέγιστον καὶ ἐπιφανέστατον ἀνάθημα καὶ δῶρον, οὑ μηδὲν ἀντάξιον ἄλλο προσενέγκασθαι πάρεστιν ἀνθρώποις θεῷ, τὸν ἆθλον τῆς παρθενίας εἶναι πέπεισμαι διαρκῶς, ἀπὸ τῶν ἱερῶν ᾐσθημένη γραμμάτων. οὐ γὰρ ἄν, πολλὰ πολλῶν κατ’ εὐχὰς ἐν τῷ νόμῳ καλὰ κατεργασαμένων, μόνοι μεγάλην εὐχὴν ἐλέγοντο πληροῦν οἱ σφᾶς αὐτοὺς αὐθαιρέτῳ βουλῇ προσενέγκαντες θεῷ. ἔχει γὰρ τὸ ῥητὸν οὕτως· »καὶ ἐλάλησε κύριος πρὸς λέγων· λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ερεῖς πρὸς αὐτούς· ἀνὴρ ἢ γυνή, ὃς ἂν μεγάλως εὒξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν κυρίῳ«. εὒχεται χρυσᾶ καὶ ἀργυρᾶ εἰς τὸν νεὼν σκεύη προσκομίσας ἀναθεῖναί τις, ἓτερος ἀναθεῖναι τὴν δεκάτην τῶν καρπῶν, ἂλλος τῆς οὐσίας, ἕτερος τὰ κράτιστα τῶν ποιμνίων, ἄλλος τὴν ὕπαρξιν καθιεροῖ, καὶ οὐδέπω μεγάλην εὐχὴν εὒξασθαι λέγεται τῷ κυρίῳ, ἀλλ’ ἐκεῖνος ὁ ἑαυτὸν ἀναθεὶς τῷ θεῷ ὁλοτελῶς.

    Ἐπιχειρητέον γὰρ άληθεῖ λόγῳ πρὸς ὑμᾶς, ὦ παρθένοι, τὴν κατὰ τὸ πνεῦμα διάνοιαν δηλῶσαι τῆς γραφῆς. ὁ γὰρ κατά τι [*](3 Plato Phaed. 95 E — 9 Plato Symp. 179 C — 12 Num. 6, 1 — 20 Plato Tim. 53 B) [*](2 . άλλουσα Εος Ο, vor ά Raum für e. ßen Buchst., ebenso vor ὴν Z. Θάλλουσα. λόγος ος p 3 f PI ἐπισχὼν καὶ πρὸς ἑαυτόν τι σκεψάμενος . . ἔφη 3 ἑαυτὸν B | τί Ο 4 συλλήπτειραν wohl auch Ρ, da in V: συλλήπτριαν Jh 5 κατὰ νοῦν Ο: καὶ τὰ νῦν P Jh | δὲ < P 6 ἄξια < P (in V d. Lin.) 9 ἱερῶν] σῶν Ρ | πολλῶν πολλὰ B Jh (PI πολλῶν πολλὰ κ. καλὰ ἐργασαμένων) 11 προσενέγκασθαι Ρ Jh 12 θεῷ] θεῷ ἑλόμενοι Po: βουλόμενοι CbJh | οὓτω B 14 ἂν < OJh 15 τὸν νεοσκευῆ προσκομίσαι P 15 f ἀνα)θεῖναί τις unleserl. 15 ἀναθῆναι B 16 ἓτερος — οὐσίας < B | ἀναθεῖναι] ἀνάθημα P 17 καθιερεῖ Β, οι unleserl. 18 μεγ. εὐχὴν unleserl. Ο | λέγ.] δύναται Ρ Jh | τῷ < Ο 19 — ἐπι(χειρητέον) Z. 20 unleserl. Ο | τῷ θεῷ < Ρ 20 ἀήθει PI, aber S. 60, 11 | δηλοῦν PI 21 τὴν — διάν(οιαν) unleserl. Ο | κατὰ τ. πν. 2. Hd. Μ πνεῦμα] προκείμενον AI Cb | κατὰ — προσ(έχων) S. 54, 1 unleserl. Ο)

    54
    μόριον φυλασσόμενος καὶ προσέχων, κατά τι δὲ περισπώμενος καὶ πλημμελῶν ὃλος οὐκ ἀνάκειται θεῷ· χρῆν γὰρ τὸν τέλειον πάντα ἀναθεῖναι καὶ τὰ τῆς ψυχῆς καὶ τὰ τῆς σαρκός ὃπως ἂρτιος εἲη καὶ μὴ ελλιπής, ταύτῃ γὰρ δὴ καὶ τῷ Ἀβραὰμ ὁ θεὸς ὑφγηεῖται, λάβε μοι« λέγων »δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα, καὶ τρυγόνα καὶ περιστεράν«, ὃ ἐστιν εὐφήμως ἐπίστησον γὰρ ὅτι περὶ τούτων κἀκεῖνο παρεγγυᾷ)· προσένεγκέ μοι καὶ φύλαξον ἂζυγα καὶ ἀκάκωτόν σου τὴν ψυχὴν δαμάλεως δίκην, καὶ τὴν σάρκα καὶ τὸν λογισμόν, τὴν μὲν ὡς αἶγα, ἐπειδὴ τὰ μετέωρα καὶ κρημνώδη περιπολεῖ, τὸν δὲ ὡς κριόν, ἳνα μηδαμῶς ἀποσκιρτήσας ἐκπέσῃ καὶ ἐξολισθήσῃ τῆς ἀληθείας· οὓτω γὰρ ἐντελὴς ἴον καὶ ἀνεπίληπτος, ὦ Ἀβραάμ, ἀναθεὶς ἐμοὶ καὶ τὴν ψυχὴν καὶ τὴν αἲσθησιν καὶ τὸν νοῦν· ἃ συμβολικῶς δάμαλιν ἴφη καὶ αἶγα καὶ κριὸν τριετίζοντα, οἱονεὶ τὴν γνῶσιν ἀκακέμφατον τῆς τριάδος ἐπανῃρημένα. τάχα δὲ καὶ τὴν πρώτην καὶ τὴν μέσην καὶ τὴν τελευταίαν τοῦ βίου τῆς ἡλικίας ἡμῶν αἰνίσσεται τρίβον , βουλόμενος, ὡς ἒνι μάλιστα, καὶ τὸν τῶν παίδων καὶ τὸν τῶν ἀνδρῶν καὶ τὸν τῶν γεραιτέρων χρόνον σωφρόνως βιώσαντας αὐτῷ προσενέγκασθαι. καθ᾿ ὃν τρόπον καὶ ὁ κύριος ἡμῶν ἐν εὐαγγελίοις παρακελεύεται Ἰησοῦς Χριστός, ὡδε νομοθετῶν· οἱ λύχνοι ὑμῶν‘« μὴ σβεννύσθωσαν, καὶ »αἱ ὀσφύες ὑμῶν μὴ λυέσθωσαν. διὰ τοῦτο καὶ ὐμεῖς ὃμοιοι γίνεσθε ἀνθρώποις προσδεχομένοις τὸν κύριον αὐτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων, ἳνα ἐλθόντι καὶ κρούσαντι αὐτῷ εὐθέως ἀνοίξωσι. μακάριοί [*](3 vgl. 2 Tim. 3, 17 — 4 Gen. 15, 9 — 8 De lepra 9, 2. 4. 11, –14 Symp. 8, 10. De lepra 11, 4. De cibis 12, ff — 20 Lnk. 12, –38. De lepra 10, 5) [*](4—S. 55, 19 Phot. Bibl. 237 S. 309a, 6—309 b, 2) [*](1 κατά P 178v | περισπόμενος B | καὶ — ἀνάκειται Ζ. 2 unleserl. Ο 2 ὅλος — ἀνάκ.] οὐκ εὐαρεστεῖ τῷ 2. Hd. M Al | χρῆναι (w. e. seh.) OP | τὸν τ(έλ)ειον unleserl. Ο 3 ἀναθεῖναι — ἐλλιπής Ζ. 4 unleserl. Ο : ganz anders 2. Hd. MAI 4 ἐλλειπής P | ταύτη Ο ν | γὰρ < Cb Jb | λάβε — κύριον S. 55 Ph S. 309a, 6 ff: ὅτι τὸ λάβε usw. 5 λέγων vor καὶ καὶ PJh: < Pb | κ. αἶγα τριετ. < Phb 6 καὶ vor τρυγόνα < Ο | ὂ — παρεγγυᾷ Ζ. 7] φησιν ὃτι Ph 7 προσένεγκαί OP 7 f καὶ φύλαξον < Ph 8 ἂζυμα ἄζυγον Pha | ἀκακώτατον Phb 10 . ηδαμῶς Ο 11 οὓτως P | ἐντελὴς ἒσῃ καὶ < Ph ἒσῃ nach ἀνεπ.) 12 ὦ] ὡς Pha, ὡς ὁ Phb | ἂν ἀναθῇς 14 f ἐπανηρημέναι P, ἐπανειρηκέναι B 16 ἒνι] ὃτι Phb, ἂρα Pha 18 γεραιστέρων O 19 ἐν εὐαγγ. ὁ κύριος (ohne ἡμῶν) Ph | εὐαγγελίῳ B παρακ. — νομοθ. .Z.20] ὁ κύριος νομοτεθεῖ Ph | πα ρακελεύεται 7 119 | Ἰησοῦς < Ο 20 οἱ — λυέσθωσαν Ζ. 21 < Ph 20 f οἱ ὀσφύες P 22 αὑτῶν Jh)
    55
    ἐστε, ὁτι ἀνακλινεῖ ὑμᾶς καὶ παρελθὼν διακλονήσει· κἂν τῇ κἂν τῇ τρίτῃ, μακάριοί ἐστε.‘ ἐπισκέψασθε γὰρ ὄτι τρεῖς ὑποθέμενος φυλακὰς νυκτός, ἑσπερινὴν καὶ δευτέραν καὶ τρίτην, καὶ τρεῖς ἑαυτοῦ παρουσίας, ὦ παρθένοι, τὰς τρεῖς ἡμῶν τῆς ἡλικίας ᾐνἰξατο μεταβολάς, τὴν μειρακιώδη καὶ τὴν πρόσηβον καὶ τὴν πρεσβυτικήν, βουλόμενος, ἴνα κἂν τὴν πρώτην ἄγοντας ἡλικίαν, τουτέστι παῖδας ὄντας, ἐὰν ἔλθῃ παραληψόμενος <ἐκ> τοῦ κόσμου, ἑτοίμους καὶ καθαρούς, μηδὲν ἐπιτετηδευκότας σκαιόν, κὰν τὴν δευτέραν ὁμοίως, κἂν τὴν τρίτην. ἐσπερινὴ γὰρ φυλακὴ ὁ καιρός ἐστι τῆς ἀκμῆς τοῦ ἀνθρώπου καὶ ἡ νεότης, καθ’ ἢν ἄρχεται ταράσσεσθαι τὸ ἡγεμονικόν, ἐπιθολούμενον ταῖς ἐξαλλαγαῖς τοῦ βίου, ἡβώσης αὐτοῦ τῆς σαρκὸς ἤδη καὶ τρεπομένης εἰς πάθη. δευτέρα δέ, ὁπηνίκα λοιπὸν »εἰς ἄνδρα τέλειον« ἐλάσας ἄρχεται στάσιν καὶ βεβαιότητα τῶν θορύβων ὁ νοῦς προσλαμβάνειν καὶ τῆς οἰήσεως. τρίτη δέ ὅτε αἱ πλεῖσται φαντασίαι φθίνουσι τῶν ἐπιθυμιῶν, ἀπομαραινομένης ἤδη τῆς σαρκὸς κα) εἰς γῆρας προκοπτούσης.

    Διὸ προσῆκεν ἄσβεστον ἐν τῇ καρδίᾳ τῆς πίστεως ἐξάψαντας τὸν λύχνον, καὶ τὴν ὀσφῦν ἀναζωσαμένους τῇ σωφροσύνῃ , ἐγρηγορέναι καὶ προσδοκᾶν ἀεὶ τὸν κύριον , ἵνα, κἄν ἐν τῇ πρώτῃ ἡμῶν ἡλικίᾳ παραλαβεῖν ἡμῶν τινας βουληθῇ, κἂν ἐν τῇ δευτέρᾳ, κἂν ἐν τῇ τρίτῃ, ἐλθὼν καὶ εὑρὼν ἐτοιμοτάτους καὶ ἄ προσέταξεν ἐργαζο- [*](7 vgl. Job. 14, 3 — 10 vgl. Plato Tim. 44 AB — 12 Ephes. 4, 13 — 15 Plato Pol. I, 328 D — 17 De lepra 10, 5) [*](4 Gramer Catene n, 103, 25 ff) [*](1 f κἂν . . κἄν] καὶ . . καὶ P 2 τῇ vor τρίτῃ < Pha Ι φυλακῇ τρίτῃ + Cb Jh Ι ἐστε sehr undeutl. 3 νυκτὸς ἑσπε(ριν)ὴν καὶ δ)ευ(τέραν) unleserl. Ι ὑποθέμενος vor ἐσπερ. + P 4 ἑαυτοῦ — τρεῖς < Ph Ι παρ)ουσίας α’ π)αρθέν(οι) τὰς unleserl. 5 μετα(βο)λ(άς) — (πρόση)βον u. πρεσβ)υτ. — ἡ(λικί)αν Ζ. 6 unleserl. Ι πρεσβυτέραν 2. Hd. MAI: πρεσβυτικήν bei PI nur Legg. HI, 685 B 6 βουλόμενος + P Ph: α3C; Μ AI Cb Jh I κὰν] καὶ P Ph Ι τὴν — τουτέστι < Ph Ι τουτέστι 55 7 ἐὰν] ἂν P Ι ἐκ + τὸν κόσμον Ph Ι παραλάβη 0: καταλάβοι P Ph 8 μηδὲν — σκαιόν < Ph | ἐπιτηδευκότας P Ι σκαιόν < P 8f κἂν . . κἂν] καὶ . . καὶ P Ph 10 ἡ νεότης < Ph Ι καταράσεσθαι 11 ἐπιθολ.] vgl. S. 204. 296 AI Ι ταῖς — πάθη Ζ. 12] τοῖς πάθεσιν Ph Ι γὰρ nach ἡβώσ., aber mit Zeichen, ß zu tilgen 12 πάθος P 13 στάσιν καὶ < Ph Ι βεβαι. Ρ 179v 14 νοῦς προσλ. nach κ. τ. οἰήσεως < Ph) in 15 τ. ἐπιθ. φθίνουσιν Ph Ι PI al κατὰ τὸ σῶμα ἡδοναὶ ἀπομαραίνονται 17 προσῆκεν ΟΡ (so auch P 58,13) Ph: προσήκει Jh Ι τῆς < P 18 τὸν < Ρ Ι τῆς σωφροσύνης P Ι 19 κύριον] es endet Ph 19 f κἂν . . κἄν . . κἄν] καὶ . . καὶο . . καὶ P (nicht B) 20 ἡμῶν + O)

    56
    μένους, ἀνακλίνῃ εἰς Ἀβραὰρ κόλπους καὶ Ἰσαὰκ καὶ Ἰακώβ. καὶ Ἱερεμίας δέ »ἀγαθόν« φησίν »ἀνδερί, ὅταν ἄρῃ ζυγὸν βαρὺν ἐν νεότητι αὐτοῦ‘ καὶ »ἀπὸ τοῦ κυρίου« οὐ μὴ »ἀποστῇ ἡ ψυχὴ αὐτοῦ.. ἀγαθὸν γὰρ ἐκ παίδων ὠς ἀληθῶς ὑποθέντα τὸν αὐχένα τῇ θείᾳ προσοχῇ μὴ ἀποσείσασθαι μέχρι γἠρως τὸν ἐπιβάτην καθαραῖς φρεσὶν ἐποχούμενον, άεὶ τὸν λογισμὸν εἰς τὰ χεἰρω καθέλκοντος τοῦ πονηροῦ. τίς γὰρ οὐ τὰς δι’ ὀμμάτων, τίς δ’ οὐ τὰς δι’ ὤτων, τίς δ’ οὐ τὰς διὰ γεύσεως ὀσφρήσεώς τε καὶ ἁφῆς ἡδονὰς καὶ τέρψεις ἀποδέχεται, τὸν ἡνίοχον μὴ φέρων, σωφροσύνην εἴργουσαν καὶ καθαιμάττουσαν τὸν ἵππον τῆς κακίας; ἕτερος ἔν οὖν εἰς ἔτερα ἐπιβλέψας ἄλλα δοξάσει, ἡμεῖς δὲ ἀνατιθέναι λέγομεν τελείως ἑαυτὸν τῷ θεῷ, ὅς καὶ τὴν σάρκα ἄχραντον ἐκ παίδων φιλοτιμεῖται φυλάττειν, παρθενίαν ἀσκῶν. περισπουδάστους γὰρ καὶ μεγάλας ἐλπίδων δωρεὰς τοῖς ἐφιεμένοις αὐτῆς ταχέως φέρει, τὰ λυμαντήρια τῆς ψυχῆς ἀπομαρίνουσα πάθη καὶ ὑπεκκαύματα. — φέρε γὰρ εἰσηγήσωμαι, πῶς ἀνακείμεθα τῷ κυρίῳ.

    Τὸ γοῦν »μεγάλως εὔξασθαι εὐχήν«, ἐν τοῖς Ἀριθμοῖς νομοθετούμενον, τοῦτο παρίστησιν , ὅπερ ἐπὶ πλέον ἐγὼ διηγησαμένη ἀποφανῶ, μεγάλην εὐχὴν εἶναι παρὰ πάσας εὐχὰς ἀποδεικνύουσα τὴν ἁγνείαν. τότε γὰρ ἀνάκειμαι προφανῶς πᾶσα τῷ κυρίῳ, ὁπότε μὴ μόνον τὴν σάρκα συνουσίας ἀνέπαφον, ἀλλὰ καὶ τῶν λοιπῶν ἀτοπημάτων ἄσπιλον τηρεῖν ἀγωνίζομαι. »ἡ γὰρ ἄγαμος μεριμνᾷ. φησί [*](1 Luk. 16, 22. Mt. 8, 11 — 2 Klag. Jerem. 3, 27 — 3 Jerem. 17, 5 (6, 8) — 9 Plato Phaedr. 254 E. 247 B — 17 Num. 6, 2 — 21 vgl. Symp. ob. S. 8, 8 f. u. 11, 1 S. 279 AI. De lepra 9. 11 — 22 I Kor. 7, 32. 34) [*](20 ff Nilus Epist. III, 298) [*](1 ἀνακλινῆ P : ἀνακλινεῖ OB 1 f καὶ Ἱερ.] ὁ ἱερ. P : Ἰερ. Cb Jh 2 βαρὺν + 3 τοῦ < Ι οὐ < Cb Jh 4 τὸν vor ἐκ + 4 f προσευχῆ O 6 τὸ χεῖρον PJh 7 δι’ ὀμμ. — ΟΜ: δι’ ὀμμάτων, οὐ τὰς AI Ι ὤ)των — οὐ Z. 8 unleserl. 8 γεύσεων· ὀσφρήσεων τε P Ι καἰ τέρψεις unleserl. O 9 PI ὁ δ’ ἡνίοχος . . καθῄμαξεν, 247 B ὁ τῆς κάκης ἵππος Ι τὸν] τὸν Po Cb Jh εἴρ)γουσαν καὶ καθαι(ματτ.) unleserl. 10 ἔτερος P 180 Ι μὲν — ἔτερα unleserl. O I ἔτερα] τοῦτο MAI Ι ἐπιβλέψ(ας) undeutl. 11 δοξάξει B, ab. a. Rd. δοξάσει: unleserl. 0, δικάζει ικ auf Rasur) MAI Ι ἀναθεῖναι (corr. aus ἀναθῆναι, so w. e. seh. 0) Μ ΑΙ Ι λέγωμεν Ρ : ν Ι ἑαυτὸν τελείως P Jh I τῷ vor θεῷ + P 12 κ. τ. σάρκα ἄχρ. < P 14 λυματήρια B 15 εἰσηγἠσομαι P: εἰσηγητέον 18 ἐπὶ πλεῖον 19 ἀποφανῶ Ο: ἀποφαίνω PJh 20 καὶ προφανῶς P Ι πᾶσα < P Ι τῷ < 21 συνουσίας < P 22 φησὶ μεριμνᾶ O)

    57
    τὰ τοῦ κυρίου, πῶς ἀρέσει τῷ κυρίῳ«. οὐ μόνον ἴνα μὴ χωλὴν τῆς ἀρετῆς κατά τι μόριον ἀπενέγκηται τὴν δόξαν, ἀλλ’ ἄμφω, κατὰ τὸν ἀπόστολον , καὶ ἐν τῷ πνεύματι καὶ ἐν τῷ σώματι« ἁγιάζηται, ἀναθεῖσα τὰ μέλη κυρίῳ. τί γάρ ἐστι τὸ ἀναθεῖναι τελείως ἑαυτὸν κυρίῳ, λεκτέον. ἐὰν ἐπὶ τῶνδε μὲν ἀνοίξω τὸ στόμα, ἐπὶ τῶνδε δὲ καταλείσω, οἶον ἀνοίξω μὲν περὶ τὰς ἐξηγήσεις τῶν γραφῶν εἰς τὸ ὀρθοδόξως ὑμνῆσαι καὶ μεγαλοπρεπῶς κατὰ δύναμιν τὸν θεόν, κατακλείσω δὲ » θύραν‘ αὐτῶ θεμένη καὶ φυλακὴν‘ <τπῦ > μάταια μὴ λαλεῖν, ἀγνεύει μου τὸ στόμα καὶ ἀνάκειται τῷ κυρίῳ, »ἡ γλῶσσά μου κάλαμος« γέγπμε. σοφίας ὄργανον· γράφει γὰρ δι’ αὐτῆς ἀριδήλοις ἀπὸ τοῦ βάθους καὶ τῆς δεινότητος τῶν γραφῶν φωτίζων τὸν νόμον τοῦ πνεύματος«, ὁ λόγος, ὁ κύριος, ὁ γραμματεὺς τῶν αἰώνων ὀξυγράφος, ὅτι ταχέως καὶ ὀξέως τὴν βουλὴν ἀνα- γράφεται μόνος καὶ πληροῖ τοῦ πατρός, »ὀξέως σκύλευσον‘ ἀκούων »ταχέως προνόμευσον‘. τούτου »κάλαμός« ἐστιν »ἡ γλῶσσά μου« τοῦ »γραμματέως«· ἡγνίσθη γὰρ αύτῷ καὶ άνάκειται κάλαμος ὤσπερ »ὡραῖος«, ὡραιότερα γράφων τῶν τὰ ἀνθρώπινα δόγματα κρατυνόντων ποιητῶν καὶ λογογράφων. ἐὰν ἐθίσω καὶ τὰς ὄφεις μὴ ἐπιθυμεῖν ὤρας σωμάτων, μηδὲ τέρπεσθαι θέαις ἀσχήμοσιν, ἀλλὰ τὰ ἄνω περισκοπεῖν, ἁγνεύουσι καὶ οἱ ὀφθαλμοὶ καὶ ἀνάκεινται τῷ κυρίῳ. ἐὰν τὰ ὦτα φράξασα ἀπὸ δυσφημίας καὶ ψιθυρισμῶν ἀναπετάσω Xoycp θεοῦ, φοιτῶσα παρὰ σοφοῖς, ἀντέθεικα καὶ τὰς ἀκοὰς τῷ κυρίῳ. ἐὰν ἀποσείσωμαι τὰς χεῖρας ἀπὸ καπηλείας, ἀπὸ μεταπράσεως, ἀπὸ φιλοχρημοσύνης, ἀπὸ πληκτισμοῦ, ἀγνεύουσι καὶ αἱ χεῖρες τῷ [*](1 Plato Legg. Ι, 634 Α — 6 Symp. 9, 4 — 8 Psal. 140, 3 (33, 14) — 9. 12. 15 Psal. 44, 2. 3 — 12 Rom. 8, 2 — 14 Jes. 8, 3 — 19 Kol. 3, 1. 2; vgl. Plato Pol. Vn, 529 A) [*](1 f PI χωλὴν τὴν ἀνδρείαν 3 ἐν τῷ σώματι vor ἐν τῷ πνεύματι Ρ Jh | ἁγιάζεται P 4 ἑαυτὸν τελείως P Jh 6 οἶον P ν 8 φυλα(κὴν) unleserl. O Ι τοῦ + Po Cb Jh Ι λαλῶν (ohne τοῦ)? Kl 9 κυρίω 0: θεῶ PJh 10 ὄργ. σοφ. OJli 11 φ . . . ζων 12 νόμον] νοῦν PJh Ι ὁ < P, nicht V) γραμμα. εὺς 13 τῶν αἰώνων undeutl. Ι ὀξυγρ.] ὁ ζωγράφος Ο Ι τὴν — μόνος Ζ. 14 nnleserl. Ι τὴν < M AI, w. e. seh. auch 13 f ἀναγρ.] ἐξηγεῖται 2. Hd. MAI 14 ἀκ)ούων — ἐστιν Z. 15 unleserl. 16 γραμμα- τ)έως — ἀνάκειται und 17 ὡραῖος — ἀνθρώπινα unleserl. Ι ἡγν. γ. αὐτῷ] ἁγνείας αὐτῷ δὴ 2. Hd. MAI 17 ὡρ. ὡρ. < Μ Ι δόγματα 56 19 ὤρας] vgl. S. 71, 20 u. Ζ. B. PI Legg. VIII, 837 τῆς ὥρας . . πεινῶν 22 σοφούς richtig Jh Ι τῷ < P 23 ἀποσείσ. wie S. 56, 5] ἀποστήσ(ομαι M Ausgg. | ἀπὸ P 181 24 τῷ vor θεῷ + O)
    58
    θεῷ. ἐὰν ἀφέφω τὸ πορευτικὸν διεστραμμἐνας ὁδοὺς πορεύεσθαι, ἀνατέθεικα καὶ τοὺς πόδας, οὐκ εἰς δικαστήρια κοὶ θιάσους παρερχομένη,

  • ὅθι τ΄ ἄνδρες άλιτροδίκαι τελέθουσιν,
  • ἀλλ6 εἰς τὸ κατορθῶσαι πλήρώσασά τι τῶν ἐντολῶν. τί μοι λοιπόν, ἐὰν διαγνεύω καὶ τὴν καρδίαν, πάσας τὰς διανοήσεις αὐτῆς ἀναθεῖσα κυρίῳ; φλαῦρον οὐδὲν ἐνθυμοῦμαι, κοσμικὸν οὐδὲν διαλογίζομαι, τῦφος οὐκ ἐμπολιτεύεται καὶ ὀργὴ παρ’ ἐμοί, τὸν νόμον καὶ ἐν ἡμέρᾳ μελετῶ κυρίου καὶ ἐν νυκτί· καὶ τοῦτ΄ ἐστί »ὰγνείαν ὰγνεῦσαι, μεγάλην εύξάμενον εύχήν«.

    Πειράσομαι γὰρ καὶ τὰ ἑξῆς ὑμῖν τούτων, ὠ παρθένοι, φράσαι τῶν διατάξεων, ἐπειδήπερ τῶν σφετέρων ἐξήρτηται καὶ αὐτὰ κατορθωμάτων, θεσμοὶ περὶ παρθενίας ὄντα καὶ χρησμοὶ διδάσκοντες ὧν ἀπέχεσθαι προσήκει καὶ ἀναγωγὸν εἶναι τὴν παρθένον. γὰρ οὕτως· καὶ ἐλάλησε κύριος πρὸς Μωυσῆν λέγων· λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ἀνὴρ ἢ γυνή, ὅς ἂν μεγάλως εὔξηται εὐχὴν ἀφαγνισθῆναι κυρίῳ , ἀπὸ σίκερα καὶ οἴνου ἁγνισθήσεται, καὶ ὄζος ἐξ οἴνου καὶ ὄξος ἐκ σίκερα καὶ καὶ κατεργάζεται ἐκ σταφυλῆς οὐ πίεται, καὶ σταφυλὴν πρόσφατον καὶ σταφίδας οὐ φάγεται πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ«, ὅπερ ἐστίν· ἀπὸ τοῦ φυτοῦ τῆς πονηρίας τῶν γεννωμένων ὁ κατεγγυήσας ἑαυτὸν τῷ καὶ ἀναθεὶς οὐ δρέψεται διὰ τὸ παρεκτικὸν ἀεὶ μέθης αὐτὸ xai ἐκστάσεως πεφυκέναι. δύο γὰρ ἀμπέλων διαφορὰς ἐκ τῶν γραφῶν [*](2 Plato Theaet. 173 D — 7 Psal. 1, 2 (Sir. 6, 37) — 8 Num. 6, 1 — 10 Symp. 4, 4 S. 49, 24. De lepra 9, 1 — 14 Num. 6, 1—4) [*](22— S. 69, 11 Phot. Bibl. 237 S. 309b, 5—10) [*](1 ἀφ . ξω 0: ἐφέξω P Jh 2 PI εἰς ἀγορὰν οὐχ ἴσασι τὴν ὁδόν, οὐδὲ ὅπου δικαστήριον 3 ὄτι P Ι τ’ < P 6 φαῦλον P Jh Ι ἐνθυμοῦμαι — οὐδὲν < Cb Jh 8 f μεγάλην ἁγνείαν B Jh 10 γὰρ] δὲ Po Cb Jh τούτων ὦ < CbJh ὦ < B) 11 ἐξήρηνται P; vgl. S. 77, 16 12 θεσμὸς 13 προσῆκεν P, προσῆκε B (vgl. oben 25, 7. 55,17 Ι ἀναγωγὴν MAI (nicht Ο) Ι παρθενίαν Μ ΑΙ Jh Ι γέγραπτε B 14 πρὸς (undeutl.) μωὕσῆν Ο: τῶ μωὔσεῖ Ρ. τῷ μωυσῇ B Jh 15 ἀν)ὴρ ἢ καὶ AI) γυ(νή) unleserl. 16 ἀφαγνίσασθαι O Ι ἐν vor κυρίῳ + M AI, ἐν(?) öscht in ἁγνείαν?) Ι ἀ(π’ οἴ)νου χαὶ σίκ. 17 καὶ ὄξ. ἐκ σίκ. ὅσα unleserl. Ι σίκερα V Ρ ν | κατεργάξ . . αι O 18 πίετε . . φάγετε Jh πίετ]αι unleserl. 0, ab. πίεται MAI) Ι σταφυλὴν unleserl. O Ι πρόσφ . τ . . Ι καὶ — φ)άγεται Ζ. 19 unleserl. Ι σταφίδα Jh: σίκερα 2. Hd. MAI 19 πάσας 56v 20 γενομένων Ι ἑαυτὸν < P. τῷ < 21 αὐτῶ 22 δύο — Γομόρρας S. 59, 10 Ph Ι δύο — ἀποστόλοις 5. 59,6] ὅτι εἴδη ἀμπέων ἀμΠέλων παρὰ τῇ γραφῇ, λίαν ἀγαθὴ καὶ λίαν κακή· καὶ γάρ φησιν ὁ κύριος Ph)

    59
    ᾐσθήμεθα, αἳ χωρὶς ἀλλήλων γεγονέτην ἀνομοίως τε ἐχέτην. ἡ γὰρ ἀθανασίας τε καὶ δικαιοσύνης ἐστὶ παρεκτική, ἡ δὲ μανίας αὐ καὶ παραφοσύνης. ἄμπελος μὲν γὰρ νηφάλιος καὶ εὐφραντική, κλημάτων δίκην ἐκ τῶν μαθημάτων τοὺς βότρυς ἱλαρῶς ἀπαιωροῦσα τῶν χαρισμάτων καταστάζοντας ἀγάπην, ὁ κύριος ἡμῶν ἐστιν Ἰησοῦς ὁ λέγων διαρρήδην τοῖς ἀποστόλοις »ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ὑμεῖς τὰ κλήματα· ὁ δὲ πατήρ μου ὁ γεωργός«. ἀγρία δὲ κοὶ θανατηφόρος ὁ διάβολος, λύσσαν καὶ ἰὸν καὶ ὀργὴν ἀποστάζων, ὤσπερ δὴ καὶ Μωυσῆς ὑφηγεῖταιδιαγράφων περὶ αὐτοῦ· »ἐκγὰρ ἀμπέλου Σοδόμων« φησίν ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας. ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς βότρυς πικρίας αὐτῶν. θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος‘. ἐκ ταύτης τρυγήσαντες οἱ Σοδόμων οἰκήτορες εἰς ἄκαρπον ἀρρένων ὄρεξιν οἰστρηλατήθησαν τραπῆναι »παρὰ φύσιν«. ἐντεῦτεν οἱ ἐπὶ Νῶε κραιπαλήσαντες εἰς ἀπιστίαν κατώλισθον καὶ ὑποβρύχιοι κατεποντώθησαν κατακλυσμῷ, ἐντεῦθεν ἀρυσάμενος ὁ Κάἵν τὰς μισαδέλφους ἐφοίνιξε χεῖρας καὶ ἔχρανε πρῶτος τὴν γῆν λύθρῳ συγγενικῷ, ἐντεῦθεν μεθυσκόμενα τὰ ἔθνη θήγουσιν ἑαυτῶν εἰς ἀλληλοφόνους μάχας τοὺς θυμούς. οὕτως γὰρ οὐκ ἐξίσταται ἄνθρωπος ἀπὸ οἴνου καὶ παραπαίει, ὤσπερ ἀπὸ ζήλου καὶ ὀργῆς· οὕτως οὐ μεθύσκεταί τις ἀπὸ οἴνου καὶ παραφρονεῖ, ὡς ἀπὸ λύπης, ὡς ἀπὸ ἔρωτος, ojg ἀπὸ ἀκρασίας. ἀπὸ ταύτης προστέτακται τῆς μὴ γεύσασθαι ἀμπέλου μὴ γεύσασθαι τὴν παρθένον, ἴνα νηφάλιος [*](3 Psal. 103, 15 — 6 Joh. 15, 1. 5 — 9 Deut. 32, 32. 33 — 12 Gen. 18, 20. 19, 4. — 13 öm. 1, 26 (Plato Legg. VIII, 841 D) — 14 Gen. 6, 12f — 16 Gen. 4, 8. Symp. S. 288. 290 AI. De resurr. I, 37, 6 — 20 De lepra 5, 4. Plato Legg. I, 649 D) [*]( αἱ < Ρ I γενέσθην P B, ἐγενέσθην Jh Ι ἐχέθων Cb, ἔχετον Jh 4 βότρυας Ο Ι ἀπεωροῦσα P 6 ἐγὼ — κλύματα Ζ. 7 auch Ph 7 ὁ δὲ — γεωργός < Ph Ι ἀγρ. — διάβ. Ζ. 8] ἡ δὲ κακὴ (Pha 321) κ. ἀγρία ἐστὶν ὁ διάβ. Ph 8 καὶ ὀργὴν κ. ἰὸν Ρ:< Ph Ι ὤσπερ δὴ] ὡς Ph 9 ὐφηγεῖται < Ph 10 φησίν vor ἐκ γὰρ Ph Ι Γομόρρας] καὶ ἑξῆς + Ph 11 χολῆς P 182 14 οἱ ἐπὶ] καὶ ἐπὶ Cb Jh 16 . . σαδέλφους Ι ἐφοίνίζε B Ι πρῶτος + O 17 λύτρῳ ii. Rd. corr. in λύθρῳ B Ι συγγενεῖ P; unleserl. 0, w. e. seh. κῶ die Endung Ι ἔθνεῖ Β 17 f ἑαυτ. εἰς ἀλληλοφόνους unleserl. 18 οὔτω B οὐκ < MAI Ι ἐξίστ. — οἴνου Z. 19 unleserl. 19 παραπ . . . Ι ζήλου w. e. seh. auch Ο : ζάλης 2. Hd. M AI Ι ὀρ)γῆς — τις ἀπὸ Ζ. 20 unleserl. 20 οὐ < M AI Ι παρ. — ἔρωτος Ζ. 21 unleserl. Ι παραπαίει Μ AI Cb | λύπης] ἄσσης 2. Hd. MAI, ἄσης Jh 21 ὡς ἀπὸ ἀκρ. 57 22 (ἀ)μπέλου μὴ unleserl. O)
    60
    ἄὔπονς ἀπὸ μερίμνηγς βιωτικῆς ἔκλαμπρον τὴν λαμπάδα τοῦ τῆς δικαιοσύνης ἐξάπτῃ τῷ λόπῳ. »προσέχετε« γάρ φησιν ὁ κύριος μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς καὶ ἐπιστῇ ἐφ' ὑμᾶς ἡ ἡμέρα ἐκείνη ὠς παγίς«.