Symposium Sive Convivium Decem Virginum

Methodius

Methodius, Symposium Sive Convivium Decem Virginum, Bonwetsch, Hinrichs, 1917

Ἀλλ’ ἴνα μὴ δόξω τισὶ σοφίζεσθαι καὶ ἀπὸ τῶν εἰκότων τεκμαίρεσθαι ταῦτα καὶ φληναφᾶν, ἐκ τῆς παλαιᾶς ὑμῖν, ὠ παρθένοι, κἀγὼ παρέζομαι διαθήκης ἔγγραφον προφητείαν, ὡς ἀληθῆ λέγω, τοὺς Κριτάς, ἔνθα φανερῶς ἡ βασιλεία τῆς ἁγνείας ἤδη προκατήγγελτο. φησὶ γάρ πορευόμενα ἐπορεύθησαν τὰ ξύλα τοῦ χρίσαι ἐφ ἑαυτῶν βασιλέα, καὶ εἶπαν τῇ ἐλαίᾳ· βασίλευσον ἐφ' ἠμᾶς. καὶ εἷπεν αὐτοῖς ἡ ἐλαία· ἀφεῖσα τὴν πιότητά μου, ἥν ἐδόξασεν ὁ θεὸς καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν φύλων; καὶ εἶπαν τὰ ξύλα πάντα τῇ συκῇ· δεῦρο βασίλευσον ἐφ’ ἡμᾶς. καὶ εἶπεν αὐτοῖς ἡ συκῆ· ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγαθὸν πορευθῶ ἄρχειν τῶν ξύλων; καὶ εἶπαν τὰ ξύλα τῇ ἀμπέλῳ· βασίλευσον ἐφ ἡμᾶς. καὶ εἶπεν αὐτοῖς ἡ ἄμπελος· ἀφεῖσα τὸν οἶνόν μου, τὴν εὐφρο- σύνην τῶν ἀυθρώπων, πορευθῶ ἄρχεῖν τῶν ξύλων; καὶ εἶπαν τὰ [*](3 vgl. Ignat. Ad Ephes. 19 — 10 vgl. Gal. 3, 21 — 13 vgl. Symp. S.136, 10 — 16 Symp. 1, 3 S. 11, ff — 20 Rieht. 9, 8—15) [*](20— S. 126, 19 Phot. Bibl. 237 S. 312 a, — 313a, 10) [*](7 διαδεξομένη B 8 οὕτως P 222 9 εἰδωλολατρίας P 10 συνηλαύνοντο P (nicht B) 12 ἐνανθρώπισε P (nicht B) 15 εἰδωλολατρίαν P Ι προ- κατηγγέλλετο P 20 φησὶ γάρ] Ph ὅτι ἀναγωγικῶς ἀναλόγως Pha) ἀκδέχεται τὰ εἰς τοὺς Κριτὰς εἰρημένον etc. Ι ἐπορεύοντο Ph 21 ἑαυτῶν auch Ph Ι εἰπον stets d. Ausgg. Ι ἐφ’ ἡμῶν Ph 23 πάντα < Phb 24 σὺ βασίλ. Ph | ἐφ' ἡμῶν Ph 25 γένημα Ph 26 τῇ P ν Ι βασίλευσον — Λιβάνου S. 123, 4] κ. ἕως οὗ κ. ἕ. < Ph a) εἶπαν τῇ ῥάμνῳ (τὴν ῥάμνον Pha) ἑξῆς . φησὶν γάρ Ph)

123
ξύλα πρὸς τὴν ῥάμνον· δεῦρο βασίλευσον ἐφ' ἡμᾶς. καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα· εἰ ἐν ἀλησίᾳ χρίετέ με ὑμεῖς εἰς βασιλέα βασιλέἂ ὑμᾶς, δεῦτε πεποίθατε ἐν τῇ σκέπῃ μου· εἰ μή, ἐξέλθῃ πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγῃ τὰς κέδρους τοῦ Λιβάνου.« ταῦτα δὲ ὅτι μὴ περὶ ξύλων τῶν ἐκ τῆς φυομένων ἐλέχθη, σαφές· οὐ οὐ ἄν ἑαυτοῖς τὰ δἐνδρα τὰ ἄψυχα χειροτονήσοντα βασιλέα συνήρχοντο, ταῖς ῥίζαις εἰς τὴν γῆν κατεστηλωμἐνα. ἀλλὰ πάντως περὶ ψυχῶν ἱστορεῖται ταῦτα, αἵ, πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ καθυλομανήσασαι τοῖς παραπτώμασιν, , προσίασιν, οἶκτον αὐτῶν ἀξιοῦσαι λαβεῖν τὸν θεὸν καὶ βασιλεῦσαι τὸν ἔλεον ἐπ' αὐτὰς ἤδη καὶ τὴν εὐσπλαγχνίαν, ἥν ἐλαίας τύπῳ παρέλαβεν ἡ γραφὴ διὰ τὸ ἀρωγὰν τὸ ἔλαιον σωμάτων εἶναι καὶ λυτήριον καμάτων καὶ πόνων, φωτός τε παρεκτικόν. ἐλαίῳ γὰρ καταρδόμενον πᾶν τὸ λυχνιαῖον αὔξεται σέλας· λυτήριοι δὲ καὶ οἱ τοῦ θεοῦ πάντως οἰκτιρμοὶ θανάτου καὶ ἁμαρτημάτων καὶ ἀρωγοὶ τῆς ἀνθρωπότητος καὶ τοῦ τῆς καρδίας φωτὸς θρεπτικοί. καὶ ἐπισκέψασθε μήποτε τὰς ἀπὸ τοῦ πρωτοπλάστου μέχρι τοῦ Χριστοῦ καθεξῆς ἡ γραφὴ νομοθεσίας δηλοῖ, ὧν ὁ διάβολος ἀντιμίμοις ἐξηπάτησε πλάσμασι τὸ τῶν ἀνθρώπων γένος· τὴν μὲν οὖν συκῆν ἀπεικάζουσα τῇ κατὰ τὸν παράδεισον δοθείσῃ τῷ ἀνθρώπῳ ἐντολῇ, ἐπειδὴ τὴν γύμνωσιν ἀπατηθεὶς οὗτος πετάλοις ἐπεκάλυψε συκῆς, τὴν δὲ ἄμπελον τῇ ἐπὶ τοῦ κατακλυσμοῦ τῷ Νῶε διὰ τὸ οἴνῳ κοιμηθέντα χλευασθῆναι, τὴν δὲ ἐλαίαν τῇ κατὰ τὴν ἔρημον τῷ Μωσεῖ, ἐπειδὴ τὸ χάρισμα τὸ προφητικόν, τὸ ἕλειον τὸ ἅγιον, ἀνομησάντων αὐτῶν ἐκλελοίπει τῆς κληρονομίας, τὴν δὲ ῥάμνον τῇ ἐπὶ τῇ σωτηρίᾳ τοῦ κόσμου τοῖς ἀποστόλοις, ἐπειδήπερ δἰ αὐτῶν ἐδιδάχθημεν ἁγνείαν, ἧς ἀπατηλὸν μόνης εἴδωλον οὐκ ἴσχυσεν ὀ διάβολος [*](6 vgl. De res. II, 9, 4. 5 — 11 Plato Prot. 334 B — 16 Symp. 1, 2. 3. 7 4. 5. Iren. Adv. haer. III, 11, 8. IV, 15. 16. Tert. De virg. vel. 1 — 17 vgl. Hipp. De antichr. 6 — 20 Gen. 3, 7 — 21 Gen. 9, 21. 22 — 22 Num. 14, 23. 20, 12) [*](5 τῶν ἐκ γ. φυομ. < Ph Ι σαφἐς ἐστιν Ph Ι οὐ γὰρ — κατεστηλωμένα Ζ. 7 < Ph Ι ἂν] ἐν CbJh 7 πάντως < Ph 9 προσιᾶσιν P 10 ἐπ’ αὐτὰς ἔηδ + Ph Ι Β 11 διὰ τὸ — θρεπτικοί Ζ. 15 < Ph 13 λυγχνϊαῖον B 14 πάντως AI Jh: πάντες P 15 θρεπτικοί P 223 16 ἀπὸ] ἐπὶ Ph 18 ἐξηπ. PhJh: ἐξήτασε P, aber vgl. ἀπατηθεὶς Ζ. 20 und ἀπατηλὸν Ζ. 26 Ι τῶν < Ph Ι οὖν + Ph 21 τοῦ Νῶε P Ι οἴνῳ < P 22 χλευασθέντα κοιμηθῆναι Ph 23 μωυσεῖ B, μωυσῆ Phb 24 f ἐπὶ τῆς σωτηρίας Pha 25 τῇ vor σωτ. < B Jh Ι ἐπειδήπερ Ph: ἐπειδὴ γὰρ P 26 ὁ διαβ. οὐκ ἴσχυσε Ph)
124
σκευάσαι. καὶ διὰ τοῦτο καὶ εάαγγέλια τέσσαρα παραδέδοται, τετρά- κις εὐαγγελισαμένου τοῦ θεοῦ τὴν ἀνθρωπότητα καὶ παιδαγωγήσαντος τέσσαρσι νόμοις, ὧν οἱ καιροὶ σαφῶς ἀπὸ τῆς διαφορότητος δηλοῦνται διὰ] τῶν καρπᾶν. ἡ μὶν γὰρ συκῆ συκῆ τὴν γλυκασίαν γαὶ τὸν ὡραϊσμὰν τὴν τρυφὴν τὴν πρὸ τῆς παραβάσεως ἐν παραδείσῳ τοῦ ἀνθρώπου παρίστησι γεγενημένην· ἔστι γὰρ ὅτε δὴ καὶ σφόδρα πολλαχῶς τῆς συκῆς τὸν καρπὸν τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ τοῦ κρείττονος λαμβάνει, καθὼς ἀποδείξομεν ὕστερον. ἡ δὲ ἄμπελος, διὰ τὴν ἱλαρότητα τὴν ἐκ τοῦ οἴνου καὶ τὴν εὐφροσύνην τῶν περισωθέντων τῆς ὀργῆς καὶ τοῦ κατακλυσμοῦ, τὴν ἀπὸ τοῦ φόβου καὶ τῆς φροντίδος τὴν] εἰς τὴν χαρὰν αὐτῶν μεταβολὴν αἰνίσσεται. ἡ δὲ ἐλαία διὰ τὸν καρπὸν τοῦ ἐλαίου τὴν εὐσπλαγχνίαν τοῦ θεοῦ μηνύει, πάλιν ἀνεξικακήσαντος τοῦ θεοῦ μετὰ τὸν κατακλυσμόν, τῶν ἀνθρώπων ἐκτραπέντων εἰς ἀθεότητα, δοῦναι νόμον καὶ ἐμφανισθῆναί τισιν καὶ ὥσπερ ἀποσβεννυμένην ἤδη τὴν αὐγὴν τῆς ἀρετῆς ἐλαίω λιπᾶναι.

Ἡ δὲ ῥάμνος τὴν ἁγνείαν συνίστησι· τὸ γὰρ αὐτὸ δένδρον ῥάμνος καὶ ἄγιος ἐστίν, ὑφ' ὦν μὲν ῥάμνος καλούμενον, ὑφ' ὧν δὲ ἄγνος. καὶ τάχα διὰ τὸ συγγενὲς τὸ φυτὸν τοῦτο τῇ παρθενίᾳ πεφυκέναι, ταύτῃ ῥάμνος καὶ ἄγνος προσηγορεύθη, ῥάμνος μὲν παρὰ τὸ στερέμνιον καὶ καρτερὸν πρὸς τὰς ἡδονάς, ἄγνος δὲ παρὰ τὸ διὰ παντὸς ἁγνεύειν. ὅθεν καὶ τὸν Ἡλίαν, ἐκ προσώπου τῆς Ἰεζάβελ γυναικὸς φεύγοντα, λόγος ὑπὸ ῥάμνον ἐλθεῖν πρῶτον, καὶ εἰσακουσθέντα ἐνισχῦσαι καὶ λαβεῖν τροφήν, ὅτι τῶν φευγόντων τὸν οἶστρον καὶ τὴν γυναῖκα τὴν ἡδονὴν τὸ καταγώγιον καὶ ἡ σκέπη τὸ τῆς ἁμνείας ἐβλάστησε ξύλον, ἀπὸ τῆς παρουσίας τοῦ ἀρχιπαρθένου Χρι- [*](8 vgl. c. ·5 — 9 Psal. 103, 15 — vgl. Rom. 5, 9. I Thess. 1, 10 22 I Kön. 19, 4) [*](1 καὶ vor διὰ + Ph 1f τέτρασιν Pha, τοῖς τέτρασι Phb 4 διὰ + P 5 τὸν ὠραϊσμὸν <; Ph 5f ἐν παραδ. < Ph 6f δὴ κ. σφ. πολλ. < Ph 7 τὸν κ. — ἅγιον] ὁ καρπὸς τῇ γραφῇ Ph Ι ἄλγιον P ν 7f ἐ. τὸ κρεῖττον ἐκλαμβάβάνεται Ph 8 καθ. ἀποδ. ὕστ. < Ph 9 τὴν ἐκ Ph: < Ρ 11 τὴν vor εἰς < JhBekker 12 ἐλέου Pha Ι τοῦ θεοῦ Β Ρh: αὐτοῦ Ρ 13 τοῦ θεοῦ + Ph 15 καὶ ὥσπερ — λιπᾶναι Z. 16 < Ph 18 ὑφ' ὧν — ἄγνος Z. 19 < Ph 19 τὸ vor φυτὸν < P 20 πεφυκέναι < Ph 23 f εἰσακ. ἐν.] εἰσακουσθῆναι Ph 24 ὄτι P 224 Ι ὅτι τὸν φεύγοντα οἶστρον P 25 τὴν ἡδονὴν P: καὶ τὴν ἡδ. Ph)

125
στοῦ βασιλεῦσαν τῶν ἀνθρώπων. τῶν γὰρ πρώτων ἀδυνατησάντων σῶσαι νουθετημάτων τὸν ἄνθρωπον, τῶν ἐπὶ τοῦ Ἀδὰμ καὶ τοῦ Νῶε καὶ τῶν ἐπὶ τοῦ Μωσέως, ἡ κατὰ τὸ εὐαγγέλιον ἔσωσε μόνη νομοθεσία πάντας. — ἡ γὰρ συκῆ ταύτῃ λέγεται μὴ βασιλεῦσαι — τῶν ξύλων τῶν ἀνθρώπων νοουμένων, συκῆς δὲ τῆς ἐντολῆς — , ἀνθ’ ὧν ὁ ἄνθρωπος μετὰ τὸ πεσεῖν ἤθελε πάλιν ὑπὸ τῆς ἀρετῆς βασιλεύεσθαι καὶ τῆς ἀφθαρσίας τοῦ παραδείσου τῆς τρυφῆς μὴ ἀποβληθῆναι, ἀλλ’ ἀπεκρούσθη παραβὰς καὶ ἀπεβλήθη μακρόν, ὡς μὴ δυνάμενος ὑπὸ τῆς ἀφθαρσίας ἔτι μηδὲ χωρῶν βασιλεύεσθαι. καὶ πρῶτον αὑτῷ τὸ κήρυγμα μετὰ τὴν παράβασιν πέμπεται τὸ διὰ Νῶε, ἵν' ἐὰν πρόσσχῃ κἂν σωθῆναι σωθῆναι τῆς ἁμαρτίας ἐσχύσῃ, ἀνάπαυσιν ἐπαγγελλόμενον τὴν ἀπὸ τῶν κακῶν καὶ εὐφροσύνην , εἰ ἀσκήσαιεν αὐτὸ κατὰ κράτος, ὥσπερ καὶ τὸν οἶνον ἡ ἄμπελος ἐπαγγέλλεται γεννᾶν τοῖς ἀσκοῦσιν αὐτὴν καὶ ἐργαζομένοις. ἀλλὰ καὶ τοῦτο οὐΚ ἐβασίλευσε τὸ νομοθέτημα τῆς ἀνθρωπότητος, ὅτι μὴ ἐπείσθησαν αὐτῷ κηρυσσομένῳ σπουδαίως πρὸς τοῦ Νῶε. ἀλλὰ καὶ μετὰ τὸ συνίχεσθαι ἤδη καὶ πνίγεσθαι τοῖς ὕδασιν ἤρξαντο μετανοεῖν καὶ ἐπαγγέλλεσθαι παρέχειν ἑαυτοὺς πεισθησομένους ταῖς ἐντολαῖς. ὅθεν καὶ ὑπερηφανοῦνται βασιλεύεσθαι, τουτέστιν ὑπὸ τοῦ κηρύγματος ὑπερηφανοῦνται βοηθεῖσθαι τῆς ἐντολῆς, ἀνταποκρινομένου τοῦ πνεύ- ματος αὐτοῖς καὶ ὀνειίζοντος, οὄπερ κατέλειψαν οἱς ἐκέλευσεν ὁ θεὸς ἀνθρώποις, ὦ ἀτεράμονες, βοηθεῖν μὲν καὶ σῴζειν τούτους καὶ εὐφραί- [*](8 Gen. 3, 24 — 10 Gen. 9, 1ff — 13 Psal. 103, 15) [*](1 τῶν γὰρ — ἐντολαῖς S. 126, 11 Ph nur dem Sinn nach ταύτην γὰρ μόνην τὴν τῆς ἁγνείας βασιλείαν ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἀμεταμελητὶ προσήκαντο οἰ ἄνθρωποι, ἑκάστης (A ν) τῶν προδεδομένων αὐτοῖς αὐτοῖς πρὸ τῆς Χριστοῦ παρουσίας κατὰ τάχος βασιλείας ἐαυτοὺς ἀφηνιάζοντες,. καὶ τῇ ἀντιμίμῳ μᾶλλον πειθρχεῖν καὶ ὐπ' αὐτῆς βασιλεύεσθαι προαιρούμενοι, εἰ καὶ μεταμελόμενοι μεταμελώμενοι Phb) πολλάκις ἐπεζήτουν πάλιν τὴν πρὸς θεοῦ δεδομένην αὐτοῖς βασιλικωτάτην ἐντολὴν καὶ ἀνακαινισμὸν τῶν διαφθαρέντων αὐτῶν ἐκ κακίας ψυχικῶν κατορθωμάτων. παραδιδόμενοι γὰρ εἰς χεῖρας ἐχθρῶν καὶ πάθη ἀτιμίας, ἐπεζήτουν βασιλεύεσθαι τῇ ἐντολῇ καὶ τοῖς προστάγμασι τοῦ θεοῦ, ἕνα γένηται αὐτοῖς λύσις τῶν πολυπλόκων συμφορῶν καὶ ἀπαλλαγὴ τῶν κακῶν. αἱ δὲ διὰ τὸ προσόζειν αὐτῶν καὶ ἀνιάτως ἔχειν τοὺς τῆς ψυχῆς μώλωπας οὐκ ἐβούλοντο βασιλεύειν αὐτῶν Ι πρῶτον B Ι ἀδυνατ. Jh: ἀθετησάντων P 3 μωυσέως B 5 τῶν ξύλων verbindet B mit dem Vorhergehenden 10 πρώτω Ρ 14 καὶ τοῦτο P ν 21 οἵπερ Jh: ὥσπερ P Ι κατελείψατε vermutet Kl 22 ὦ ἀτερ. vor ἔλθω S. 126, 1 Jh; wohl vor βοηθῆσαι S. 126, 1 Bo)
126
νειν οἷον τὸν Νῶι καὶ τοὺς σὺν αὐτῷ· ἔλθω βοηθῆσαι τοῖς φρονήσεως ὑμῖν ἀκάρποις καἰ ξύλων ξηρῶν οὐδὲν ἀπεοικόσι, πρότερον μὴ πιστεύσασί μοι κηρύσσοντι φύξιν τῶν παρόντων;

Καὶ δὴ καὶ τούτων οὕτως ἀπαξιωθέντων τῆς θείας κηδεμονίας καὶ πάλιν τῆς ἀνθρωπότητος εἰς πλάνην κεχυμένης αὐθις ὁ θεὸς ἀπέστειλε βασιλεύσοντα νόμον καὶ ὑπομνήσοντα δικαιοσύνην ἐπὶ Μωσέως. οἱ δὲ μακρὰν καὶ τούτῳ χαίρειν φράσαντες εἰς εἰδωλολατρείαν μετέστησαν. ὅθεν ὁ θεὸς εἰς ἀλληλοφονίας καὶ δρασμοὺς καὶ αἰχμαλωσίας παρέδωκε καὶ τούτους ἀποδοξήσαντος αὐτοὺς σᾠζειν τοῦ νόμου, οἳ μετὰ τὸ συνελαθῆναι τοῖς κακοῖς ποτνιώμενοι πάλιν ἀπηγγέλλοντο πειθαρχεῖν ταῖς ἐντολαῖς, μέχρις ὁ θεὸς τέταρτον κατελεήσας τὸν ἄνθρωπον τὴν ἁγνείαν ἀπέστειλε βασιλεῦσαι, ἥν ῥάμνον ἀκολούθως ἐκάλεσεν ἡ γραφή· ἥτις καταναλώσασα τὰς ἡδονὰς καὶ ἀπειλήσασα λοιπόν, εἰ μὴ αὐτῇ πείθοιντο πάντες ἀνενδοιάστως καὶ ἐν ἀληθείᾳ προσέρχοιντο , πυρὶ καταδαπανῆσαι πάντας· οὐκέτι γὰρ μετὰ ταύτην ἔσεσθαι νόμον ἢ διδασκαλίαν ἑτέραν, ἀλλὰ κρίσιν καὶ πῦρ. καὶ διὰ τοῦτο λοιπὸν ἀπεντεῦθεν δικαιοπραγεῖν ὁ ἄνθρωπος ἤρξατο καὶ πιστεύειν βεβαίως τῷ θεῷ καὶ ἀποσχίζεσθαι τοῦ διαβόλου. οὕτως ὠφελιμώτατον καὶ ἀρωγὸν κατεπέμφθη τοῖς ἀνθρώποις ἁγνεία· μόνης γὰρ αὐτῆς ἀντίμιμον οὐκ ἴσχυσεν ἐργάσασθαι πρὸς ἀπάτην ὁ διάβολος, ὥσπερ καὶ τῶν ἄλλων νομοθετημάτων.

Τῆς γὰρ συκῆς, διὰ ἔφην, διὰ τὴν γλυκασίαν τοῦ καρποῦ καὶ τὸν ὡραϊσμὸν ἐν τύπῳ τῆς ἐν παραδείσῳ τρυφῆς παραληφθείσης, τοῖς ἀντιμίμοις αὐτῆς ἀποβουκολήσας τὸν ἄνθρωπον ὁ διάβολος ἠγρευσε, τὴν γύμνωσιν καλύψαι πείσας τοῦ σώματος πετάλοις συκῆς, ὅ ἐστι διὰ τὸ κνησμῶδες τρυφῇ φιληδόνῳ τοὺς δὲ περισωθέντας αὖθις ἐκ τοῦ κατακλυσμοῦ διὰ τὴν τῆς πνευματικῆς εὐφροσύνης ἄμπελον ἀντιμίμῳ πόματι μεθύσας κατεχλεύασε πάλιν ἀπογυμνώσας τὸν ἄνθρωπον ἀρετῆς. ἔσται δὲ σαφέστερον μᾶλλον ἐντεῦθεν ὄ λέγω. ἡ ἀντικειμένη· δύναμις ἀεὶ μιμεῖται τῆς ἀρετῆς καὶ τῆς δι [*](4 vgl. Plato Pol. V, 463 D — 25 Gen. 3, 7 — 28 Gen. 9, 21. 22 — 30 Τertull. De spect. 2. De bapt. 5. De ieiim. 16. De exhort. cast. 13) [*](11—19 Phot. Bibl. 237 S. 313a, 1—10) [*](3 πιστεῦσαι· P 7f εἰδωλολατρίαν P 10 οἵ P 225 Ι συνελασθῆναι P (nicht B) 14 πείθονται Ph:< BJh Ι ἀνενδυάστως P, e. Strich unter υ Β: < Ph 16 nach ἀλλὰ + καὶ Ph 19 διαβόλου] es endet Ph 20 αὐτῆς: ταύτης? Kl 26 τοὺς δὲ P 225ν)

127
καιοσύνης τὰ σχήματα, οὐ πρὸς ἄσκησιν κατὰ ἀλήθειαν, ἁλλὰ πρὸς ἀπάτην καὶ ὑπόκρισιν. ἵνα γὰρ δελεάσῃ πρὸς θάνατον τοὺς φεύγοντας τὸν θάνατον, ἀθανασίας ἔξωθεν καλλωπίζεται σχηματισμοῖς, καὶ ταύτῃ συκῆ βούλεται νομίζεσθαι καὶ ἄμπελος, καὶ γλυκύτητα καὶ εὐφροσύνην γεννᾶν, »εἰς ἀγγελον« μετασχηματιζομένη »φωτὸς« καὶ προσχήματι θεοσεβείας δελεάζουσα πολλούς. δύο γὰρ εἶναι διαφθορὰς συκέων καὶ ἀμπέλων εὑρίσκομεν ἐν ταῖς γραφαῖς, σῦκα τὰ χρηστά, »χρηστὰ λίαν, καὶ σῦκα τὰ πικρά, πικρὰ λίαν‘, »οἶνον εὐφραίνοντα καρδίαν ἀνθρώπων«, καὶ »οἶνον θυμὸν δρακόντων καὶ θυμὸν ἀσπίδων ἀνίατον«. ἀλλ' ἀφ' οὗ λοιπὸν ἐβασίλευσεν <ἡ> ἁγνεία ἀνθρώπων, ἠλέγχθη ἡ πλάνη καὶ νενίκηται, τοῦ ἀρχιπαρθένου Χριστοῦ καταστρέψαντος αὐτήν, καὶ ἡ ἀληθινὴ δὲ ἐλαία καὶ] ἡ ἀληθινὴ συκῆ καὶ ἡ ἀληθινὴ ἄμπελος καρποφοροῦσι μετὰ τὸ κρατῆσαι πάντων ἁγνείαν, καθάπερ καὶ Ἰωὴλ ὁ προφήτης εὐαγγελίζεται, θάρσει, γῆ«. λέγων »καὶ χαῖρε καὶ εὐφραίνου, ὅτι ἐμεγάλυνε κύριος τοῦ ποιῆσαι. θαρσεῖτε, κτήνη τοῦ πεδίου, ὅτι βεβλάστηκε τὰ πεδία τῆς ἐρήμου, ὅτι ξύλον ἤνεγκε τὸν καρπὸν οὐτοῦ· ἄμπελος καὶ συκῆ ἔδωκαν τὴν ἰσχὺν αὐτῶν. καὶ τὰ τέκνα Σιὼν χαίρετε καὶ εὐφραίνεσθε ἐπὶ κυρίῳ θεῷ ὑμῶν, διότι ἔδωκεν ὑμῖν βρῶσιν εἰς δικαιοσύνην«, ἄμπελον καὶ συκῆν δένδρα καρποὺς εἰς δικαιοσύνην βλαστήσαντα τοῖς τέκνοις τῆς νοητῆς Σιὼν τὰς ἔμπροσθεν νομοθεσίας καλῶν, ἅ μετὰ τὴν ἐνανθρώπησιν ἐκαρποφόρησαν τοῦ λόγου ὁπότε ἐβασίλευσεν ἡμῶν ἡ ἁγνεία, πρόσθεν ἀποκρατήσαντα καὶ ἀπομύσανα τὰς βλαστὰς διὰ τὴν ἁμαρτίαν καὶ τὴν πολλὴν πλάνην. οὐδὲ γὰρ ἠδύνατο τὴν εἰς ζωὴν ἀναδιδομένην ἡμῖν παρασχεῖν τροφὴν ἡ ἄμπελος ἡ ἁληθινὴ καὶ ἡ συκῆ ἡ ἀληθινή, ἔτι τῆς συκῆς τῆς μὴ ἀληθινῆς καὶ πρὸς ἀπάτην πεποικιλμένης ἀνθούσης. ἀλλ’ ὅτε κατεξήρανεν ὁ κύριος τὰ νόθα καὶ ἀντίμιμα τῶν ἀληθινῶν, ἀποφηνάμενος τῇ κικροφόρῳ συκῇ, τό μηκέτι γένηται καρπὸς ἐκ σοῦ εἰς τὸν αἰῶνα«, τότε τὰ ὄντως ἀνέθαλε καρποφόρα καὶ ἐβλάστησε »βρῶσιν εἰς δικαιοσύνην«. ἔστι δὲ καὶ ὅτε εἰς αὐτὸν ἀναφέρεται τὸν κύριον ἡ ἄμπελος πολλαχῶς, εἰς δὲ τὸ πνεῦμα τὸ ἅγιον ἡ συκῆ, ὡς τοῦ μὲν [*](5 II Kor. 11, — 8 Jerem. 24, 3 — Psal. 103, 15 — 9 Deut. 32, 33 — 14 Joel 2, —23 — 29 Mt. 21, 19 — 30 vgl. Joh. 6, 27 — 31 Joh. 15, 1) [*](1 κατὰ: καὶ? Kl 2 καὶ: καθ'? 3 ἐτ in καλλωπίζεται auf Rasur in P 6 δελεάζουσαν P 10 ἡ + mit AI, vgl. Ζ. 23 12 καὶ ἡ—ἐλαία < B (auch ἡ ἀλ. συκῆ hatte B zuerst ausgelassen) Po Cb Jh 19 ἡμῶν B 28 τῇ P 226ν)
128
κυρίου τὰς καρδίας ἱλαρύνοντος τῶν ἀνθρώπων, τοῦ δὲ πνεύματος ἰωμένου. καὶ διὰ τοῦτο προστάσσεται πρῶτον Ἐζεκίας παλάθῃ καταπλασθῆναι σύκων, ὅ δὴ ἐστι τῷ καρπῷ τοῦ πνεύματος, ἵνα θεραπαθῇ οἱονεὶ κατὰ τὸν ἀπόστολον τῇ ἀγάπῃ. »ὁ« γάρ καρπός. φησί »τοῦ πνεύματος ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, πίστις, πραότης, ἀγκράτεια«, ὅν διὰ τὴν πολλὴν γλυκύτητα σῦκα ὁ προφήτης ἐκάλεσε. καὶ ὁ Μιχαίας δέ καὶ ἀναπαύσεται ἕκαστος« φησίν »ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ἔκαστος ὑποκάτω τῆς συκῆς αὐτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν«. δῆλον γὰρ ὅτι οἱ ὑπὸ τὴν τοῦ πνεύματος προσφυγόντες καὶ ἐπαναπαυσάμενοι καὶ τὴν τοῦ λόγου σκέπην οὐ δειλιάσουσιν οὐδὲ πτυρήσονται τὸν ταράσσοντα τὰς καρδίας.

Ὅτι δὲ καὶ ἡ ἐλαία τὴν ἐπὶ Μωσέως αἰνίσσεται νομοθεσίαν ὁ Ζαχαρίας παρίστησιν οὕτω λέγων· »καὶ ἀπέστρεψεν ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί, καὶ ἐξήγειρέ με ὂν τρόπον ὅταν ἐξεγερθῇ ἄνθρωπος ἐξ ὕπνου αὐτοῦ, καὶ εἶπε πρός με· τί σὺ βλέπεις; καὶ εἶπα· ἑώρακα, καὶ ἰδοὺ λυχνία χρυσῆ ὅλη καὶ τὸ λαμπάδιον ἐπάνω αὐτῆς, καὶ δύο ἐλαῖαι, μία ἐκ δεξιῶν τοῦ λαμπαδίου αὐτῆς καὶ μία ἐξ εὐωνύμων«. καὶ μετ' ἀλίγα· »καὶ τίνες εἰσίν« ἐρομένου αἱ ἀλαῖαι« τοῦ προφήτου »αἱ ἐκ δεξιῶν τῆς λυχνίας καὶ αἱ ἐξ εὐωνύμων‘ καὶ οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶ τῶν δύο μυξωτήρων;‘ ἀπεκρίθη καὶ εἶπεν ὁ ἄγγελος »οὗτοι οἱ δύο υἱοὶ τῆς πιότητος, οἳ παρεστήκασι τῷ κυρίῳ πάσης τῆς γῆς«, τὰς δύο λέγων ἀρχεγόνους δυνάμεις εἶναι τὰς δορυφορούσας τὸν θεόν, αἳ ἐν τῷ οἴκῳ περὶ τὸ σχοίνισμα διὰ τῶν κλάδων ἐπιχορηγοῦσαι τὸ πνευματικὸν ἔλαιον τοῦ θεοῦ, ἵνα φῶς ἔχῃ θείας γνώσεως. οἱ γὰρ δύο κλάδοι τῶν δύο ἐλαιῶν ὁ νόμος εἰσὶ καὶ οἱ προφῆται οἱ περὶ τὸ σχοίνισμα τῆς κληρονομίας ἀπικληθέντες, οὓς ἐβλάτησεν ὁ Χριστὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, οὔπω δυναμένων ἡμῶν χωρῆσαι τὸν καρπὸν ὅλον καὶ τὸ μέγεθος τῶν φυτῶν τούτων, πρὶν ἄρξαι τοῦ κόσμου καὶ βασιλεῦσαι τὴν ἁγνείαν· ἀλλὰ τοὺς κλάδους αὐτῶν μόνους ·τὸν νόμον οἱονεὶ καὶ τὴν προφητείαν πρόσθεν ἐγεωργήσαμεν, καὶ ταῦτα μετρίως, πολλάκις διολισθήσαντες. τίς γὰρ Χριστὸν ἢ τὸ πνεῦμα τέλειον ἴσχυσε χωρῆσαί ποτε, μὴ καθαρεύσς [*](1 Psal. 103, 15 — 2 ΙΙ ön. 20, 7. Jes. 38, 21 — 4 Gal. 5, 22 — 7 Mich. 4, 4 — 14 Sachar. 4, —3. 11. 12. 14 — 24 vgl. Plato Pol. IX, 574 D — 27 vgl. Deut. 32, 9) [*](1 ἱλαρύν. ντος B 9 ὃν] ὦν Ρ 7 ἀναπαύσεται P (nicht B) 10 ἀνα- παυσάμενοι Po Cb Jh Ι καὶ] κατὰ B 14 ὁ ἄγγελος P 227 15 ἐξήγ. K: ἐξέγειρε P 19 ἐρωμένου B 20 αἱ vor ἐξ εὐων. < P (nicht B) 25 ἀπιχορηγοῦσι Jh Ι τῷ θεῷ P 32 ταῦτα P 227ν)

129
πρῶτον; ἡ γὰρ πρὸς εὐδοξίαν ἐπιθυμητήν τε καὶ ἐραστὴν ἐκ παίδων ἐργαζομένη τὴν ψυχὴν ἄσκησις, καὶ τὸν κόσμον αὐτῇ τοῦτον μετὰ ῥᾳστώνης ἀβασάνιστον ἐκεῖ διακομίζουσα, καὶ μικρῶν αἱρουμένη πόνων μεγάλας ἀλπίδας, ἐστὶν ἡ ἀθανατοπιὸς τῶν σωμάτων ἡμῶν Ι ἁγνεία, ἥν δεῖ πάντας ἀσμένως ἀνθρώπους προτιμᾶν καὶ αἰνεῖν, τοὺς μὲν ὅτι δἰ αὐτὴν ἀνυμφαγωγήθησαν τῷ λόγῳ παρθενίαν ἀσκήσαντες, τοὺς δὲ ὅτι πρὸς αὐτῆς ἠλευθερώθησαν τῆς »γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ« κατακρίσεως.

Οὗτος, ὦ Ἀρετή καὶ ὁ παρ’ ἐμοῦ σοι, καθ’ ὅσον ἐγὼ δύναμαι, λόγος ὑπὲρ ἁγνείας, ὂν ἀξιῶ, κἂν μέτριος ᾖ, δέσποινα, καὶ ὀλίγος, προθυμότατά σε δέξασθαι παρ’ ἐμοῦ τελευταίαν εἰπεῖν ᾑρημένην.

Ἀλλὰ δέχομαι, τὴν Ἀρετὴν ἡ Θεοπάτρα ἔφη φάναι, καὶ πάσας ἐπαινῶ· κράτιστα γὰρ δή, κἂν οὕτω μὴ φανερῶς, ἀλλὰ μετὰ σπουδῆς τὰ λεχθέντα δεχομένη διεξελήλυθας, οὐ γλυκυμυθίαν πρὸς τέρψιν ·τῶν ἀκουόντων συσκευασαμένη , ἀλλὰ πρὸς ἐπανόρθωσιν ὑπόμνημα καὶ νῆψιν. προτάττειν γὰρ τῶν ἐμῶν ἐπιτηδευμάτων ἁγνείαν ὁ λέγων δεῖν καὶ ἀσπάζεσθαι πρώτην τῶν ἄλλων ὀρθῶς παρακελεύεται· ἥν τιμᾶν μὲν νομίζουσι καὶ θεραπεύειν πολλοί, τιμῶσι δ' αὐτὴν ὡς ἔπος εἰπεῖν ὀλίγοι. οὐ γὰρ ὁπόταν τὴν ἑαυτοῦ σάρκα τῆς κατὰ συνουσίαν ἄγευστον ἡδονῆς φιλοτιμῆται τηρεῖν ἄνθρωπος, τῶν ἄλλων μὴ κρατῶν, ἁγνείαν τιμᾷ· ἀτιμάζει μὲν οὖν αὐτὴν μᾶλλον οὐχ ἥκιστα βαναύσοις ἐπιθυμίαις, ἡδονὰς ἀντικαταλλασσόμενος ἡδοναῖς. οὐδέ γε ὁπόταν πρὸς τὰς ἔξω μὲν ἐπιθυμίας διαπονῇ καρτερῶν, ὑπεραίρηται δὲ φυσιούμενος, αὐτῷ δὴ τούτῳ τῷ δύνασθαι τῶν τῆς σαρκὸς ὑπεκκαυμάτων κρατεῖν, καὶ πάντας ὡς οὐδὲν ἐξουδενῶν ἡγῆται, ἁγνείαν τιμᾷ · ἀτιμάζει γὰρ αὐτὴν ὑβρίζων ὑψηλοφροσύνῃ, τῷ τὸ μὲν ἕξωθεν τοῦ [*](5 Symp. 4, 1. 9, 5 S. 46, 5f. 119, 28f. Plato Symp. 212 B — 7 Gen. 3, 19 — 15 De res. I, 28, 3; vgl. Symp. S. 101, If — 18 Plato Legg. V, 727 A C E. 728 A — 20 Symp. 1, 1. 5, 4. 9, 4 — 23 Plato Phaed. 69 A — 27 Mt. 23, 25) [*](9 ὁ üb. d. Lin. P 11 εἰπεῖν] λέγειν B 12 Ἀρετή. Λόγος ιά Cb Jh 13 πᾶσαν B Jh 15 πρὸς P 228 18ff PI τὴν αὑτοῦ ψυχὴν . . τιμᾶν δεῖν λέγων δευτέραν ὀρθῶς παρακελεύομαι. τιμᾶ δ’ ὡς ἔπος εἰπεῖν ἡμῶν οὐδεὶς ἀρθῶς, . . οὐδ’ ὁπόταν . . τότε οὐδαμῶς τιμᾷ, ἀτιμάζει δὲ 23 PI ἡδονὰς πρὸς ἡδονὰς . . καταλλάττεσθαι 24 ὅτων B Ι ἔξω μὲν] μὲν] B 26 ὡς u. ἐξουδενῶν < Jh Ι ἡγεῖται Ρ 27 τιμᾶν P)

130
πίνακος καθαίρειν καὶ τῆς παροψίδος, τὴν σάρκα, τὸ σῶμαι τὴν Τε καρδίαν τύφῳ σίνεσθαι καὶ φιλοδρατίᾳ. οὐδέ γε ὁπότε ἀναβρύνεταί τις χρήμασι, τιμᾶν αὐτὴν σπουδάζει· ἀτιμάζει μὲν οὑν παντὸς μᾶλλον δὲ καὶ οὑτος, προκρίνων αὐτῆς ὀλίγον κέρδος, ἡς οὐδὲν ἀντάξιον τῶν ἐν τῷ τιμίων· »πᾶς« γὰρ πλοῦτος πλοῦτος ἐνώπιον αὐτῆς καὶ »χρυσὸς« ὡς »ψάμος ἀλίγη«. οὐδέ γε ὁ ἑαυτὸν ὑπερφυῶς ὑγούμενος φιλεῖν καὶ τὸ ἑαυτῷ μόνῳ συμφέρον σπουδάζων σκοπεῖν, ἄφροντις δὲ τῶν πλησίων, ἁγνείαν τιμᾷ· ἀτιμάζει μὲν οὖν αὐτὴν καὶ οὗτος· πολὺ γὰρ λείπεται τῶν κατ' ἀξίαν ὁμιλούντων αὐτῇ. τῷ τὴν ἀγάπην αὐτῆς καὶ τὸ συμπαθητικὸν καὶ τὸ φιλάνθρωπον λωβήσασθαι. οὐ γὰρ τῇδε μὲν ἁγνεύοντας παρθενεύειν δεῖ, τῇδε δὲ κακοπραγοῦντας χραίνεσθαι καὶ ἀκολασταίνειν , οὐδὲ τῇδε μὲν ἐπαγγέλλεσθαι καθαρεύειν καὶ σωφρονῖν, τῇδε δὲ μολύνεσθαι καὶ ἁμαρτάνειν, οὐδ' αὖ τῇ μὲν ὁμολογεῖν μὴ πεφροντικέναι τῶν κοσμικῶν , τῇ δὲ κτᾶσθαι καὶ ἐν αὐτοῖς ἐξετέζεσθαι., ἀλλὰ πάντα τὰ μέλη φθορᾶς ἀκοινώνητα καὶ ἀμιγῆ τηρεῖν, οὐ μόνον τὰ κνησμώδη καὶ συνουσιαστικά, ἀλλ’ ἤδη καὶ τὰ τούτων ἐνεργέστερα. χλεύη γὰρ τὰ μὲν τῆς παιδοποιήσεως ὄργανα τηρεῖν παρθένα, τὴν δὲ γλῶτταν μὴ τηρεῖν, ἢ τὴν γλῶσσαν μὲν τηρεῖν παρθένον, τὴν δὲ ὅρασιν ἢ τὴν ἀκοὴν ἢ τὰς χεῖρας μὴ τηρεῖν, ἢ ταῦτα μὲν ἔχειν κοὶ τηρεῖν παρθένα, τὴν καρδίαν δὲ μὴ τηρεῖν , ἀλλ’ ἑταιρίζεσθαι τύφῳ καὶ θυμῷ. δεῖ γὰρ πάντως τὸν μέλλοντα μὴ ἁμαρτήσεσθαι περὶ τὴν ἄσκησιν τῆς ἁγνείας τὰ μέλη πάντα καὶ τὰ αἰσθητήρια τηρεῖν ἑαυτοῦ καθαρὰ καὶ συνεσφιγμένα καθάπερ δὴ καὶ πλοίων ὧν] οἱ κυβερνῆται τὰς ἁρμογὰς σφίγγουσι, πρὸς τὸ μὴ σχεῖν ἔσω δίοδον τὴν ἁμαρτίαν ἐπεισχεομένην. τοῖς γὰρ μεγάλοις ἐξ ἀνάγκης ἐπιτηδεύμασι μεγάλα καὶ τὰ πταίσματα συμβαίνει, καὶ τῷ ὄντι τῷ ἀγαθῷ μᾶλλον ἐναντιώτερον τὸ κακὸν ἢ τῷ [*](2 De lepra 12, 1 — 5 Weish. Sal. 7, 9 — vgl. De lepra 17, 5; vgl. Plato Legg. V, 728 A — 15 Symp. 5, 1 S. 53, 18 f — 18 vgl. Jak. 1, 26 — 21 De lepra 6, 1 — 24 vgl. 7, 1 u. S. 139, 4f — 27 Plato Pol. VI, 491 D) [*](1 7 Maximus, Loci comm. PGr 91 S. 737 C) [*](4 δὲ καὶ P: δὲ < Jh, καὶ < VB Ι ἀντάξ. P 228v 8 πλησίον B Jh 17 τὰ vor τούτων < B Ι χλεύη — θυμῷ Z. 21 bei Maximus. Lemma Χρυσοστ. Ι γὰρ < Max Ι παιδοποίας Max 18 παμένια B, παρθενίᾳ Po Ι γλῶσσαν1 Max 19 παρθένον < Max 20 τὴν δὲ καρδίαν Max 21 θυμῷ] es endet Max Ι δεῖ 229 24 ὧν tilgt Jh 27f PI ἀγαθῷ γάρ ποι κακὸν ἐνανιώτερον ἢ τῷ μὴ ἀγαθῷ)
131
μὴ ἀγαθῷ. πολλοὶ οὖν δοξάζοντες τὸ περὶ τὰς οἰστρώδεις μᾶλλον καρτερεῖν ἐπιθυμίας εἶναι τὴν ἁγνείαν, τῶν ἄλλων ἀμελήσαντες αὐτῆς ἔπταισαν καὶ τοῖς ὀρθῶς πρὸς αὑτὴν ὡρμημένοις προσῆψαν φόγους, οὕς ὑμεῖς ἀλέγξατε, νόμος διὰ πάντων, αὐταὶ γὰρ] παρθενεύσασαι καὶ ἔργῳ καὶ λόγῳ. καὶ τὰ μὲν δὴ τῆς παρθένου, ποταπὴν εἶναι προσῆκε, διεγράφη· ὐμᾶς δὲ διαρκῶς ἀγωνισαμένας τῷ λόγῳ αὐτήκοος γενομένη πάσας αποφαίνομαι νικᾶν καὶ στέφω, Θέκλαν Ι δὲ τῷ μείζονι στεφάνῳ καὶ δασυτέρῳ ὡς πρώτην ὑμῶν καὶ μεγαλοπρεπέστερον ἐκλάμψασαν.

Ταῦτα οὖν εἰποῦσαν ἔφη κελεῦσαι πάσας ἀναστῆναι τὴν Ἀρετὴν ἡ Θεοπάτρα, καὶ στάσας ὑπὸ τὴν ἄγνον εὐχαριστήριον πρεπόντως ὕμνον ἀναπέμψαι τῷ κυρίῳ , ἐξάρχειν δὲ τὴν Θέκλαν καὶ προϋφηγεῖσθαι. ὡς οὖν ἀνέστησαν, τὴν Θέκλαν μέσην μὲν τῶν παρθένων ἔφη, ἐκ δεξιῶν δὲ τῆς Ἀρετῆς στᾶσαν κοσμίως ψάλλειν, τὰς δὲ λοιπὰς ἐν κύκλῳ καθάπερ ἐν χοροῦ σχῆματι συστάσας ὑπακούειν αὐτῇ.

  • Ὑπακοή.
  • ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντάνω σοι.
  • Ψαλμός.
  • Ἄνωθεν, παρθένοι, βοῆς
  • ἀγερσίνεκρος ἀχος ἠλθε νυμφίῳ λέγων
  • [*](1 Plato Legg. V, 734 A. Tim. 91 B — 14 Johannesacten 94)[*](1 δόξαντες Ρ 1 f PI οἰστρώδεις ἐπιθυμίας 1 μᾶλλον < B Jh 4 οὕς Kl: ὡς P Ι γὰρ tilgt Kl: γε Jh 4f παρθεύουσαι B Jh 8f μεγαλοπρεπεστέραν Ρ Fendt 11 Θεόπ.] P ν Ι στάσας VB: πάσας P(?) Jh 11 f ὕμνον πρεπόντως B Jh 12 f παροαφηγεῖσθαι 13 θέκλην 16 Ὑπακοή — ὑπαντ. σοι Ζ. 18 erst hinter ἄναξ S. 132, 3 Jh, der hier überhaupt, beraten von G. F. Rettig, gewaltsam ändert hat Ι Ὑπακοή und ἁγνεύω etc. Ζ. 16ff stets in Majuskel in P Ι Bei W. Christ u. M. Paranikas, Anthologia graeca canninum christianorum, Leipzig 1871, S. 33 — 37. Christ gibt Jh's Text; nur seine Abweichungen von Jh sind notiert. — W. Meyer, Ges. Abhandlungen über Rhythmik II 1905 S. 44 — 48. Meyer S. 45 »Die Strophen bestehen meistens aus 50 Silben, die sich in 3 langzeilen zu 14 und 1 Kurzzeile zu 8 Silben gliedern. In einigen Strophen stehen entschieden mehr Silben; so geht in A und M der ersten Langzeile ein ück von 8 Silben, in Η und Ν ein ück von unsicherer änge «. L. Havet bei Bouvy, Etude sur les orig. du rythme tonique, Nimes 1886 S. 126 ff 19 Ψαλμός < B 20 Ἀνωθεν παρθ. βοῆς ist als Vorschlag der Strophe, die stets mit einem Vierzehnsilber beginnt, voranzustellen, vgl. Meyer S. 46 Ι Ἄνωθα Havet 21 λέγων <Jh.)
    132

    πασσυδὶ ὑπαντάνειν λευκαῖσιν ἐν στολαῖς καὶ λαμπάσι πρὸς ἀντολάς· ἔγρεσθε πρὶν φθάσῃ μολεῖν εἴσω θυρῶν ἄναξ.

    <Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> Βροτῶν παλυστένακτον ὄλβον ἐκφυγοῦσα βίου τρυφῆς ἁδονὰς ἔρωτα, σαῖς ὑπ' ἀγκάλαις ζωηφόροις ποθῶ σκέπεσθαι καὶ βλέπειν τὸ σὸν κάλλος διηνεκῶς, μάκαρ.

    <Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> Γάμων λιποῦσα θνητὰ λέκτρα καὶ . . ἄναξ, διὰ σὲ πολύχρυσον, ἠλθον ἀσπίλοις ἐν εἴμασιν, ὅπως φθάσω κἀγὼ πανολβίων θαλάμων εἴσω σὺν σοὶ μολεῖν.

    <Ὑπ.> ἁγνεύω σοι καὶ φαεσφόρους φαεσφόρους νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> Δόλους δράκοντος <ἠλθον> ἐκψυγοῦσα μυρίους, μάκαρ, θελδτηρίους· ἔτλην δὲ καὶ πυρὸς φλόγα καὶ θηρίων ἀνημέρων ὁρμὰς βροτοφθόρους, σὲ προσμένουσ' ἀπ' οὐρανῶν.

    <῾Υπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> Ἐλαθόμην πάτρας, ποθοῦσα σὴν χάριν, ἐλαθόμην <καὶ> παρθένων ὁμηλίκων χορούς, [*](12 vgl. Paulusacten 20 — 19 Paulusacten 22. 28. —35 — 24 vgl. Psal. 44, 10) [*](1 <νῦν> πασσυδὶ stellt Meyer zur ägung Ι λευκέσιν P: λευκοῖσι Christ Ι ἐν στολαῖς <; Jh 2 φθάσει P 7 βίου τρυφῆς ἁδονὰς P: ἁδονὰς < Jh: der Text fordert eine Emendation, doch wage ich nicht einfach τρυφὴν ἡδύν τε, das Meyer S. 46 empfiehlt, als Text zu bieten Ι μωρόν nach ἔρωτα Christ 10 die Worte der ë werden in P von καὶ λαμπάδας oder φαεσφόρους oder κρατοῦσα oder etwa νυμφίε Ζ. 12 an meist nicht ändig mitgeteilt, sondern nur markiert 12 die Einteilung der Strophen nach Meyer S. 46f Ι τὰ θνητὰ Po Cb Ι β vor δόμον etwas ausgefallen, mit Recht Meyer; δόμον bedarf auch eines Beiworts 14 f θαλάμων τῶν πανολβίων Christ 15 μολεῖν] ἄναξ öchte Christ ügen 18 Δόλους P 230 Ι <ἦλθον> ἐκφυγοῦσα 19 ἔτι δὲ Po Ι <ἥκω> θελκτ. Havet; καὶ δεινὴν πυρ. φλ. Christ 21 Β 25 καὶ vor παρθένων + Jh)

    133
    μητρός τε καὶ γένους φρύαγμα· πάντα γὰρ σύ μοι αὐτὸς σύ, Χριστἐ, τυγχάνεις.

    <Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> > Ζωῆς Χριστέ, τυγχάνεις,] χαῖρε φῶς ταύτην δέδεξο τὴν βοήν· χορός σε παρθένων προσεννέπει, τέλειον ἄνθος, ἀγάπη, χαρά, φρόνησις, σοφία, λόγε.

    <Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> Ἠνοιγμέναις θύραις, ἄνασσα φαιδρόκοσμε, ἐδέξω θαλάμων εἴσω χ' ἠμᾶς, ἀχραντόσωμε, Καλλίνικε νύμφα, καλλίπνου· ὁμόστολοι παρήμεθα Χριστῷ, πανόλβιον μέλπουσαι σὸν γάμον, θάλος.

    <Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> Θρηνοῦσι νῦν βαρύστονοι κόραι πυλῶν νυμφῶνος ἔξω καὶ βοῶσι γοερῶς, ὅτι τὸ λαμπάδων ἀποοβέσασαι φῶς οὐκ ἔφθασαν χαρᾶς ταμεῖον εἰσιδεῖν.

    <Ὑπ.> ἁγνεύω σοι καὶ φαεσφόρους φαεσφόρους νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> Ἱρᾶς ὁδοῦ γὰρ ἐκτραπεῖσαι πρὸς βίου κτήσασθ’ ἔλαιον ἠμέλησαν ἄθλιαι πλέον· νεκρὰς δὲ φλογεροῦ πυρὸς φέρουσαι λαμπάδας στένουσιν ἔνδον ἐκ φρενῶν.

    <Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> Κροτῆρες ἁδυπληθέες πρόκεινται νέκταρος· πίνωμεν· οὐράνιόν ἐστι πόμα, παρθένοι, [*](1 vgl. Paulusakten — 18 Mt. 25, 11 — 25 Mt. 25, 3) [*](5 τυγχάνεις < Jh ; Meyer machte mich darauf aufmerksam, β es aus Z. 2 übergenommen 7 προσενέπει B 8 φρόνησι Havet 11 Ἠνοιγμ. — ἄνασσα Vorschlag, vgl. Meyer S. 45 12 μαιδρόκοσμ' ἡμᾶς δέδεξο Christ Ι ἐδέξω Meyer: δέδεξο P, δέδεξ' Jh Ι θαλάμων εἴσω χ' < Jh 14 πανόλβιε AI Christ; πανόλβιαι P Jh; πανόλβιον Po, vgl. S. 132, 14f 19 νυμφῶνος < Β 21 ταμεῖον Jh Meyer: ταμιεῖον P 24 Ἱρᾶς wegen des Rhythmus Meyer (auch Havet): Ἱερᾶς PJh 26 φλογ. π. φερ. P: φλογεροῦ nach φέροισαι Jh 31 πίν. P 230V Ι οὐρ. γάρ ὲστι Jh Ι ἐστι <Β<)

    134
    ὁ νυμφίος ὅπερ τέθεικε τοῖς μετ' ἀξίας εἰς τὸν γάμον κεκλημένοις.

    <῾Υπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> Λαμπρῶς σου τὸν <φονὸν> Ἄβελ ἔλεξεν αὑματοσταγὴς βλέπων εἰς οὐρανόν. ἀνηλεῶς με συγγόνου τετρωμένον χειρὶ δέξαι, λιτάζομαι, λόγε.

    <Ὑπ.> ἁγνεύω σοι καὶ φαεσξόρους φαεσφόρους νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> Μέγιστον ἀθλον ὁ κάρτερος σου παῖς, λόγε, Ἰωσὴφ ἀνείλετο· γυνὴ γὰρ αὐτὸν εἰς ἄθεσμα λέκτρα βιαίως εἷλκε φλογωμένη πόθοις, ὁ δ’ οὐδὲν ἐντραπεὶς ἔφευγε γυμνὸς ἐκβοῶν·

    <῾Υπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> Νεοσφαγῆ ὁ Ἰεφθάε κόρην ἀνῆγε θυσίαν θεῷ, ἄπειρον ἄπειρον ἀμφὶ βωμὸν ἀμνάδος δίκην ἡ δ' εὐγενῶς σου τὸν τύπον τῆς σαρκός, ὦ μάκαρ, τελοῦσ' ἔκραζε καρτερῶς·

    <῾Υπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντόνω σοι.

    <Ψ.> Ξένων στρατηλάταν ὄχλων εὔτολμος εὐστόχοις Ἰουδὴθ δόλοις καρατόμησε, κάλλεος τύποις [*](5 Gen. 4, 9. 10 — 7 De autex. 3, 3. De res. I, 37, 6. Syrnp. 5, 5 S. 59, 16 f — 11 Gen. 39,7ff — 18 Richt. 11, 31. 38 — 26 Judith 13, 8. Tert. De monog. 17) [*](5 ὁ σου Havet Ι σου τὸν] σὸν Meyer Ι φονὸν + Bo: θάνατον + Po Cb Jh, τὸν θάν. σου Christ Ι προτυπῶν Christ Ι die Namen Ἀβελ, Ἐωσήφ etc. ärt Havet ür Glssen 6 ἐς Havet Ι οὐρανοὺς (aber übergeschr. ὁν) V Jh 11 Μέγ. ἆθλον ἁγνείας Vorschlag, vgl. Meyer S. 45. 47 12 ὁ κάρτερος < Jh Ι λόγε < Jh Ι ἀνείλατο P (nicht V) 13 < Jh 14 εἵλκυσεν Jh. Ι φλεγουμένη Cb, φλεγομένη Jh Ι αἰσχροῖς φλεγομένη πόθοις vermutet Christ Ι δὲ B ἐκτραπεὶς P 18 Νεοσφαγῆ ὁ Ἰεφθάε?) Vorschlag, vgl. Meyer S. 45 »ein ück von unsicherer änge geht « 19 κόραν ἦγε Jh Ι θυσίαν tilgt Christ 21 δὲ B 25 Ὁρῶντες etc. (S. 135, 5) vor Ξένων etc. in B, aber die versehentliche Versetzung ist angedeutet Ι Ξένον P 26 καρατόμησε Christ: καρατομήσασα PJh: καρατομήσασα καλλοῦς)? Meyer: κόρα κόρα ἥ Havet)

    135
    θέλξασα τοῦτον, οὐ χράναντα σώματος μέλη, νικαφόροις δ’ ἔφη βοαῖς·

    <Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> Ὁρῶντες εἶδος εὐπρεπὲς ὑφῆς δύο Σουσάννας, ἐμμανεῖς ἔρωτι λέξαν· ὠ γύναι, κρυπτῶν [σου] γάμων λέχη ποθοῦντες ἥκομεν, φίλα. ἡ δ’ ἐντρόμοις ἴφη βοαῖς·

    <Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> Πολλῷ με κατθανεῖν ἄμεινόν ἐστιν ἢ λέχη προδοῦσαν, ὠ γυναιμανεῖς, ὑμῖν αἰωνίαν δίκην ὑπ΄ ἐμπύροις θεοῦ τιμωρίαις παθεῖν· σῶσόν με, Χριστέ, τῶνδε νῦν.

    <Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόροις νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> Ῥοαῖς καθαρσίοις λούων πλήθη βροτῶν ὁ πρόδρομος ἀνόμως κακοῦ πρὸς ἀνδρὸς εἰς σφαγὴν ἤχθη δι’ ἁγνείαν, λύθρῳ δὲ φοινίω̣ κόνιν δεύων ἔκραζέ σοι, μάκαρ·

    <῾Υπ> ἁγνεύω σοι καὶ φαεσφόρους φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> Σοῦ καὶ ζωητόκος χάρις ἄθικτος,] ἄτεγκτος, ἀσπίλους τὰς σὰς γονὰς ἐν ἀσπόρῳ φέρουσα νηδύι, μορφὴν ὑπέσχεν ὡς προδοῦσα λέκτρα παρθένος· ἔλεξε δ' ἔγκυος, μάκαρ·

    <῾Υπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> Τὴν σήν, μάκαρ, γαμήλιον ποθοῦντες ἁμέραν ἰδεῖν, ὅσους ἄνωθεν αὐτὸς ἀγγέλων ἅναξ κέκληκας, ἥκουσιν μέγιστα δῶρά σοι, λόγε, φέροντες ἀσπίλοις στολαῖς.

    [*](5 Dan. 13, 19f — 19 De res. I, 37, 6. Symp. 5, 5 S..59, 17 — 25 Mt. 1, 18f — 29 I Petr. 1, 12; vgl. Luk. 17, 22. 10, 24. Joh. 8, 56 — 31 Mt. 2, 11 — 32 vgl. Apok. Joh. 7, 9. 18)[*](1 οὐ Jh: οὐδὲ P 2 δ’ < Jli 1 σου < Jh Meyer Ι λέχ B 8 δὲ B | ἔφησε Ρ: ἔφη Jh Meyer 11 Πολλῷ] Ρ 231 13 ἐμπυρίοις Ρ 19 φονίω P; aber φοινίῳ λύθρῳ De res. I, 37, 6 23 ἄθικτος tilgt Christ; ebenso, da drei Silben zu viel, Meyer, Havet ἄτεγκτος 31 ἥκουσιν Jh: ἥκασι P)
    136

    <῾Υπ.> ἁγνεύω σοι καἰ λαμπάδας φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> Ὑμνοις, μάκαιρα θεόνυμφε, θαλαμηπόλοι αἱ σαὶ γεραίρομεν σὲ νῦν, ἄθικτα παρθένε, ἐκκλησία χιονόσωμε, κυανοβόστρυχε, σῶφρον, ἄμωμ΄, ἀρασμία.

    <῾Υπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> Φθορὰ πέφευγε καὶ νόσων πόνοι δακρυσταγεῖς, θάνατος ᾐρέθη, ὄλωλε πᾶσα ἀφροσύνη, λύπη τέθνηκε τηξίφρων, ἔλαμψε δ' ἠ τοῦ] θεοῦ Χριστοῦ] χαρὰ βροτοῖς ἄφνω πόλιν.

    <῾Υπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> Χῆρος ὁ] βροτῶν παράδεισός ἐστιν πάλιν γὰρ αὐτὸν ἐκ θείας ὤσπερ τὸ πρὶν ταγῆς οἰκεῖ τέχναις ὁ ποικίλαις δράκοντος ἐκπεσών, ἄφθαρτος ἄφοβος, μάκαρ.

    <Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> Ψάλλων τὸ καινὸν ᾆσμα νῦν χορός σε καθιστάνει πρὸς οὐρανούς, ἄνασσα, φῶς ὅλη, ἐστεμμένος λευκοῖς κρίνων κάλυξι καὶ φλόγας χερσὶ σελασφόρους φέρων.

    <Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους νυμφίε, ὑπαντάνω σοι.

    <Ψ.> Ὠ τὰς ἀχράντους οὐρανοῦ, μάκαρ, ναίων ἄναρχε, πάντα συγκροτῶν αἰωνίῳ κράτει, δέξαι σὺν παιδὶ σῷ, πάρεσμεν, ἔνδον εἰς ζωῆς πύλας, πάτερ, καὶ ὴμέας.

    [*](10 Tgl. Symp. 10, 1 S. 122, 13f — 21 vgl. Apok. Joh. 5, 9)[*](3 θεόνυμφε CbJh: νεόνυμφε P: θεόνυμφ' αἱ? Meyer 4 αἱ σαὶ Meyer S. 47: αἵ σε P, αἰέν σε Jh, αἰὲν Christ 5 ἰοβόστρυχε? Christ 6 σώ΄φρων P 10 ἠρέθη VBAI 11 τοῦ < Jh Ι Χριστοῦ tilgen Christ, Havet, Meyer 12 χαρὰ vgl. S. 77, 12. 85, 8: χαρὶς Jb, vgl. S. 69, 23 15 Χῆρος P ν Ι ὁ < Jh, vor παράδ. setzt es Christ 22 φῶς ὅλη Meyer (vgl. dazu S. 51, 21. 87, 21f): σαφῶς ὅλη P: σαφῶς ὅλος Jh ἄναξ σ. ὅ. Hav.): φωσφόρος? Christ 24 σελασφόροις V B (? P) 28 συγκρατῶν Jh 29 σὺν π. σῷ δέξαι Hav.)
    137

    <> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντάνω σοι.

    ΕΥΒΟΥΛ. Ἀξίως ἀπηνέγκατο τὰ πρῶτα τῶν ἄθλων ἡ Θέκλα, ὠ Γρηγόριον.

    ΓΡΗΓ. Ἀξίως μὲν οὖν.

    ΕΥΒΟΥΛ. Τί δαί; ἡ Τελμησιακὴ ξένη, εἰπέ μοι, κἂν ἀξωθεν οὐκ ἐπηκροᾶτο; θαυμάζω γὰρ εἰ ἡσυχίαν εἶχεν ἐκείνη μαθοῦσα τὸ συσσίτιον τοῦτο , καὶ οὐκ εὐθέως ὥσπερ ὄρνεον ἐπὶ τροφὴν ἐφίπτατο τῶν λεγομένων ἀκουσομένη.

    ΓΡΗΓ. Οὐ· λόγος γὰρ αὐτὴν Μεθοδίῳ συμπαραγεγονέναι αὐτὰ δὴ ταῦτα τὴν Ἀρετὴν πυνθανομένῳ. ἀλλὰ καλὸν καὶ μακάριον τοι. αύτῃ διδασκάλῳ χρήσασθαι καὶ ὁδηγῷ, τῇ Ἀρετῇ.

    ΕΥΒΟΓΛ. Ἀτάρ, ὦ Γρηγόριον, ποτέρους ἀμείνους λέγομεν, τοὺς μὴ ἐπιθυμοῦντας μέν, κρατοῦντας δὲ τῆς ἐπιθυμίας, ἢ τοὺς ἐπιθυμοῦντας καὶ παρθενεύοντας;

    ΓΡΗΙ. Τοὺς μὴ ἐπιθυμοῦντας καὶ παρθενεύοντας > ἐπειδὴ καὶ τὴν διάνοιαν οὗτοι καὶ τὴν αἴσθησιν ἀμόλυντον κέκτηνται καί εἰσιν ὁλοτελῶς ἀδιάφθοροι, κατὰ μηδὲν ἀξημαρτηκότες.

    ΕΥΒΟΥΛ. Εὐγε νὴ τὴν σωφροσύνην, ὠ Γρηγόριον, καὶ συνετῶς. ἀτὰρ μή τι κωλύω, ἐὰν ἀντιλαμβάνωμαι τῶν λόγων, ἵνα ἐρρωμενέστερον μάθω καὶ σηθεὶς ἐξελέγξῃ με ἔτι;

    ΓΡΗΓ. Ἀλλ' ἀντιλαμβάνου, ὅπῃ καὶ θέλεις· ἐγὼ γὰρ ἱκανῶς, ὠ Εὐβούλιον, διδάξαι σε ἔχω, ὅτι τοῦ ἐπιθυμοῦντος ὁ μὴ ἐπιθυμῶν χρείσσων ἐστί, καὶ οὐδεὶς οὐ μή σε ἐλέγξῃ.

    ΕΥΒΟΥΛ. Βαβαί· χαίρω τάρ, ὅτι μοι μεγαλοφρόνως ἀποκρίνῃ καὶ δεικνύεις ὅσον πεπλούτηκας ἐπὶ σοφίᾳ.

    ΓΡΗΓ. Κωτίλος τις ὡς ἔοικεν ἄνθρωπος εἶναι δοκεῖς, ὠ Εὐβούλιον. ΕΥΒΟΥΛ. Τίνος δὴ χάριν;

    ΓΡΗΓ. Ὅτι τωθαζομένη με ταῦτα λέγεις μᾶλλον ἢ ἀληθεύουσα.

    [*](6 vgl. De res. I, 13, 1 —19 —24 Plato Hipp. Mai. 287 A — 25 vgl. Plato Euthyd. 293 A. Euthyphr. 12 A)[*](3 Εὐβούλιον B: st. Εὐβ. u. Γρηγ. immer Α u. B in P 6 Τἱ δὲ B Ι Τελμισιακὴ B 8 ἵπτατο Jh 9 ἀκουσαμένη B 10 οὐ λόγος Ρ: Εὐλόγος B, aber mit e. Strich unter ο 11 πυνθ. P 232 12 χρῆσθαι Jh 13 γρηγόριε P (nicht B) 14 τὴν ἐπιθυμίαν Β 16 Γρηγόριον Β | Τ. μὴ ἐ. δηλονότι + Cb Jh, κ. π. + KlBo 19 Εὐβ. fortan stets B Ι Εὖ γε νὴ τὴν u. ἀτὰρ — μάθω u. Ἀλλ' ἀντ. auch PI Ι γρηγόριε P 23 εὐβούλιε P 23f PI ἐγώ σε διδάξαιμι. ὥστε μηδένα 29 ΓΡΗΓ.] P ν Ι τωθαζόμενος P, τωθαζόμενον B Ι ἀληθεύων P, ἀληθεῦον B)
    138

    ΕΥΒΟΓΛ. Εὐφήμησον, ὦ μακαρία· θαυμάζω γὰρ σφόδρα σου τὸ συνετὸν καὶ μεγαλόδοξον. ἐγὼ τοῦ το ἔφην, ὄτι περὶ ὡν πολλοὶ πρὸς ἑαυτοὺς πολλάκις ἀμφισβητοῦσι σοφοί, ταῦτα οὐ μόνον ἐπίστασθαι σὺ λέγεις, ἀλλὰ καὶ διδάσκειν ἑτέρους σεμνύνῃ.

    ΓΡΗΓ. Σὺ γὰρ ἐξ ἀληθείας, εἰπέ μοι, δυσχεραίνεις, εἰ διαφέρουσιν ὅλως οἱ μὴ ἐπιθυμοῦντες τῶν ἐπιθυμούντων τε καὶ ἐγκρατευομένων; ἢ πάντως ἐμοῦ ταῦτα προσπαίζεις;

    ΕΥΒΟΥΛ. Καὶ πῶς ἀποπειρωμένη, ἥ ὁμολογῶ μὴ εἰδέναι; ἀλλ’ ἴθι φράσον ἐμοί, ὠ σοφωτάτη, τίνι διαφέρουσιν οἱ μὴ ἀπιθυμοῦντες καὶ ἁγνεύοντες τῶν ἐπιθυμούντων τε καὶ παρθενευόντων.

    ΓΡΗΓ. Ὅτι πρῶτον μὲν καθαρὰν ἔχουσιν αὐτὴν τὴν ψυχὴν καὶ ἀεὶ τὸ πνεῦμα τὸ ἄλγιον ἐν αὐτῇ κατοικεῖ, μὴ περιελκομένης αὐτῆς καὶ ἐπιθολουμενης φαντασίαις καὶ λογισμοῖς ἀκρασίας, ὥστε καὶ διὰ τῆς ἐνθυμήσεως ἐπιλωβηθῆναί ποτε· ἀλλ' εἰσὶν ἀνεπίδεκτοι πάντῃ καὶ κατὰ τὴν σάρκα καὶ κατὰ τὴν καρδίαν οὗτοι τῆς ἐπιθυμίας, γαλήνην ἄγοντες τῶν παθημάτων. οἱ δὲ διὰ τῆς οψεως ἔξωθεν δελεαζόμενοι ταῖς φαντασίαις καὶ ἐπεισρέουσαν δεχόμενοι τὴν ἐπιθυ- μίαν δίκην ῥεύματος εἰς τὴν καρδίαν οὐδὲν ἧσσον μολύνονται πολλάκις, κἂν νομίζωσιν ἀντιφιλονεικεῖν καὶ μάχεσθαι πρὸς τὰς ἡδονάς, ἡττώμενοι τὸν λογισμόν.

    ΕΥΒΟΥΛ. Οὐκοῦν γαλήνην τοὺς ἄγοντας καὶ μὴ διοχλουμένους ὑπὸ τῆς ἐπιθυμίας λέξομεν καθαρούς;

    ΓΡΗΓ. Καὶ σφόδρα. τούτους γὰρ τοιούτους ὁ καὶ θεοὺς διὰ τῶν μακαρισμῶν ἀπεργαζόμενος τοὺς ἀνενδοιάστως αὐτῷ πιστεύοντας θεὸς »ὄψεσθαι« μετὰ παρρησίας ἀποφθέγγεται τὸν θεόν‘, ὅτι μηδὲν ἐπισκοτοῦν ἢ συνταράσσον τὸν ὀφθαλμὸν τῆς Ψυχῆς πρὸς τὴν θείαν ἐπιφέρονται θεωρίαν, ἀλλ’ ἐκτὸς γεγονότες τῶν ὀρέξεων πάντῃ τῶν κοσμικῶν τὴν σάρκα καθαρὰν οὐ μόνον, ὡς ἔφην, μίξεως τηροῦσιν, ἀλλ' ἤδη καὶ τὴν καρδίαν ἀνεπίδεκτον λογισμῶν ἀκρασίας, ἐν ᾗ μέλιστα καὶ τὸ ἅγιον ὡς ἐν ναῷ κατοικοῦν ἀναπαύεται πνεῦμα.

    ΕΥΒΟΥΛ. Ἔχε δὴ οἶμαι γὰρ ἐπὶ τὴν εὕρεσιν τῶν ὄντως κρειτ- [*](7 vgl. Plato, Menex. 235 C — 12. 30 Hermas ΙΙ, 5, 2ff — 16 De res. II, 25, 5 — 17 De res. II, 7, 2 (vgl. Symp. S. 7, 18ff. 46, 17. 47, 18) — 19 Plato Lach. 191 D — 20 Plato Prot. 355 B — 25 Mt. 5, 8 — vgl. Plato Phaed. 66 A. 65 E — 30 vgl. I Kor. 3, 16. 6, 19. Ephes. 3, 17. Jak. 4, 5) [*](8 ἀποπειρωμένη ἥ Β: ἀποπειρώμενος ὃς P Jh 14 ἐπιθυμήσεως Β 17 ταῖς P 233 18 ἦττον B 20 PI ὑπὸ τούτων τῶν ἡδονῶν) ἡττώμενος 21 τοὺς γαλήνην B Jh 22 τῆς < B 23 σφόδρα] μάλα B Ι θεοὺς καἰ P (nicht B) 24 ἀνενδυάστως P)

    139
    τόνων ὀρθότερον ἡμᾶς ἐντεῦθεν διελθεῖν) καί μοι φράσον· καλεῖς τινα κυβερνήτην ἀγαθόν;

    ΓΡΗΓ. Ἔγωγε.

    ΕΥΒΟΥΛ. Πότερον τὸν ἐν μεγάλαις καὶ ἀμηχάνοις περισώσαντα ζάλαις τὸ σκάφος ἢ τὸν ἐν γαλήνῃ καὶ νηνεμέᾳ;

    ΓΡΗΓ. Τὸν ἐν μεγάλαις καὶ ἀμηχάνοις.

    ΕΥΒΟΥΛ. Οὐκοῦν καὶ ψυχὴν τὴν περιαντλουμένην ταῖς τρικυ- μίαις τῶν παθημάτων καὶ μὴ ἀποκάμνουσαν ἢ ἐκλυομένην, ἀλλὰ τὸ σκάφος, τὴν σάρκα, γενναίως εἰς λιμένα τὸν τῆς σωφροσύνης ἀπευθύνουσαν λέξομεν τῆς ἐν εὐδίᾳ πλοϊζομένης κρείττονα καἰ δοκιμωτεραν;

    ΓΡΗΓ. Λέξομεν.

    ΕΥΒΟΥΛ. Τὸ γὰρ ἁρμόζεσθαι πρὸς τὰς ἐμβολὰς τῶν καταφυσημάτων τοῦ πονηροῦ πνεύματος καὶ μὴ ἀπορρίπτεσθαι ἢ νικᾶσθαι, ἀλλὰ πάντα πρὸς Χριστὸν ἀνανεύοντα καρτερῶς μάχεσθαι ταῖς ἡδοναῖς μείζονα τὸν ἔπαινον φέρει τοῦ μετὰ ῥᾳστώνης ἀχειμαστὶ παρθενεύοντος.

    ΓΡΗΓ. Ἐοικεν.

    ΕΥΒΟΥΛ. Τί δαὶ καὶ ὁ κύριος; οὐ δοκεῖ δεικνύναι διαφέρειν τὸν ἐπιθυμοῦντα μᾶλλον καὶ ἐγκρατευόμενον τοῦ μὴ ἐπιθυμοῦντός τε καὶ παρθενεύοντος;

    ΓΡΗΓ. Ποῦ δή;

    ΕΥΒΟΓΛ. Ἐνθα τὸν φρόνιμον παραβάλλων οἰκίᾳ τεθεμελιωμένῃ καλῶς ἄπτωτον αὐτὸν ἀποφαίνεται, μὴ δυνάμενον ὑπὸ τῆς βροχῆς καὶ τῶν ποταμῶν καὶ τῶν ἀνέμων καταβληθῆναι, ταῖς μὲν ἐπιθυ- μίαις ὡς ἔοικέν ἀπεικάζων τοὺς χειμῶνας, τῇ δὲ πέτρᾳ τὴν ἀκίνητον ἔνστασιν καὶ ἀδιάπτωτον τῆς ψυχῆς περὶ τὴν ἁγνείαν.

    ΓΡΗΓ. Ἀληθῆ λέγειν δόξαις.

    ΕΥΒΟΥΛ. Τί δαὶ καὶ ἰατρόν; οὐ τὸν ἐπὶ μεγάλαις ἤδη δεδοκιμασμένον νόσοις καὶ πολλοὺς ἰασάμενον ἄριστον καλεῖς;

    ΓΡΗΓ. Ἕγωγε.

    ΕΥΒΟΥΛ. Τὸν δὲ μηδὲν μηδέπω διαπραξάμενον, μηδὲ νοσοῦντας ὅλως ἐν χερσὶν ἐσχηκότα οὐ πάντως ἀδοκιμώτερον ἔτι;

    [*](19 Tgl. z. B. Plato Erat. 423 E — 23 Mt. 7, 24)[*](4 ΕΥΒ.] P 233ν 4 u. 5 αι in μεγάλαις und ν in νηνεμίᾳ erneuert in Ρ 6 Γρηγόριον B 19 PI τί Τε δὴ τόδε; οὐ καὶ οὐσία δοκεῖ σοι νἶναι; Ι δαὶ] δὲ B Jh 20 ἐγχρατεύοντα Po Cb Jh 24 αὐτὸν P 234 Ι δυν.] α u. ον erneuert in P Ι ὑπὸ] ὑ erneuert in P, ἀπὸ B 29 δαὶ B : δὲ P Jh)
    140

    ΓΡΗΓ. Ναί.

    ΕΥΒΟΥΛ. Οὐκοῦν καὶ Ψυχὴν τὴν ἀνεχομένην ὑγροτέρου σώματος καὶ τὰς περὶ τὰς ἡδονὰς αὐτοῦ νόσους καταπραϋνουσαν σωφρο- σύνης φαρμάκοις ἰατρικωτέραν λεκτέον τῆς ὑγιεινὸν διοικεῖν κεκληρωμένης σῶμα καὶ ἀπαθές;

    ΓΡΗΓ. Λεκτέον γάρ.

    ΕΥΒΟΓΛ. Τί δαὶ καὶ ἐν πάλῃ; πότερον παλαιστὴς ἀμείνων ὁ ἀνταγωνιστὰς ἔχων μεγάλους καὶ ἰσχυρούς, καὶ προσπαλαίων ἀεὶ καὶ μὴ καθαιρούμενος, ἢ ὁ μὴ ἔχων ἀνταγωνιστάς;

    ΓΡΗΓ. Δῆλον ὡς ὁ ἔχων.

    ΕΥΒΟΥΛ. Καὶ ἐν πάλῃ ἄρα δοκιμώτερος ἀθλητὴς ὁ τοὺς ἀνταγωνιστας ἔχων;

    ΓΡΗΓ. Ἀνάγκη.

    ΕΥΒΟΥΛ. Οὐκοῦν καὶ ψυχὴν ἀνάγκη πᾶσα τὴν μηχανωμένην πρὸς τὰς ἐφόδους τῆς ἐπιθυμίας καὶ μὴ κατασπωμένην, ἀλλ' ἀνθέλκουσαν καὶ ἀντιτασσομένην, ἰσχυροτέραν φαίνεσθαι τῆς μὴ ἐπιθυμούσης;

    ΓΡΗΓ. Ἀληθῆ.

    ΕΓΒΟΥΛ. Τί δαὶ τὸ καρτερῶς ἔχειν πρὸς τὰς ὁρμάς, Γρηγόριον, τῶν φαύλων ὀρέξεων; δοκεῖ σοι μᾶλλον ἀνδρείας εἶναι;

    ΓΡΗΓ. Καὶ σψόδρα.

    ΕΥΒΟΥΛ. Ἡ δὲ ἀνδρεία αὕτη δύναμις ἀρετῆς;

    ΓΡΗΓ. Δῆλον.

    ΕΥΒΟΥΛ. Οὐκοῦν εἰ δύναμις ἀρετῆς ἐστιν ἡ ὑπομονή, ἡ διοχλουμένη ἄρα ψυχὴ καὶ καρτεροῦσα πρὸς τὰς ἐπιθυμίας δυνατωτέρα φαίνεται τῆς μὴ ὀχλουμένης;

    ΓΡΗΓ. Ναί.

    ΕΥΒΟΥΛ. Εἰ δὲ δυνατωτέρα, καὶ κρείσσων;

    ΓΡΗΓ. Ναί.

    ΕΥΒΟΥΛ. Κρείσσων ἄρα ἡ ἐπιθυμοῦσα καὶ ἐγκρατευομένη τῆς μὴ ἐπιθυμούσης ἐστὶν ἐκ τῶν προωμολογημένων καὶ ἐγκρατευομενης.

    [*](2 ob. S. 39, 18. Plato Tim. 86 D — 3 Plato Tim. 67 A. Hipp. Min. 375 B; ob. S. 102, 17 f — 14 vgl. Plato Pol. IV, 441 D — 24 Plato Hipp Min. 375 E)[*](3 καταπραύνουσιν P: καταπραϋνον PI 4 ἰατρικώτερον P: ἰατρικντέρα PI Ι ὑγιηνὸν P (nicht B) 7 δαὶ Ρ: δὲ Jh 10 Γρηγ.] P 234ν 11 δοκιμώ- τερος undeutl. in P 14 PI κ. τοῦτο πᾶσα ἀνάγκη 19 δαὶ P: δὲ Jh 31 προομολογουμένων B)
    141

    ΓΡΗΓ. Ἀληθῆ λέγεις, καὶ ἐπιθυμήσω πληρέστερον ἔτι περὶ τούτων διαλεχθῆναί σοι. εἰ οὖν σοι φίλον, αὔριον ἀφίξομαι πάλιν ἀκουσομένη τούτων. νῦν γάρ, ὡς ὁρᾷς, ὥρα λοιπὸν τραπέσθαι καὶ περὶ τὸ τοῦ ἔξωθεν ἀσχολεῖν ἡμᾶς ἀνθρώπου.

    [*](2 vgl. Plato Piot. 353 B. Lach. 201 BC — ob. S. 45, 16f)[*](2 διαλ . σε P 8 ὡς — ἀνθρ. Ζ. 4 von and. Hd. P 4 ἐπὶ τὴν + vor π. τὸ Jh Ι περὶ τὸ] πρὸς τὴν (. . ἀσχολίαν) Kl Ι τὸ τοῦ Bo : τὸν τοῦ P, τὴν τοῦ B: τὸν Jh Ι ἀσχολεῖν (od. ἀσχολεῖσθαι) Bo: ἀσχολίαν P Ausgg. Ι ἀνθρώπου P: τέλος καὶ τῷ θεῷ δόξα + B: τέλος τοῦ περὶ ἁγνείας συμποσίου τοῦ ἁγίου μεθοδίου ἐπισκόπου πατάρων + V)