Acta Barnabae

Acta Barnabae

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

Κλίναντες τοίνυν τὰ γόνατα προσηύξαντο τῷ θεῷ. καὶ ἀναστενάξας Παῦλος ἔκλαυσεν, ὁμοίως δὲ καὶ Βαρνάβας, λέγοντες πρὸς ἀλλήλους· Καλὸν μὲν ἦν ἡμᾶς κοινῶς καθὼς τὴν ἀρχὴν οὕτως καὶ τὸ τέλος ποιήσασθαι τὸ ἐν ἀνθρωποις. ἐπειδὴ δὲ οὕτως σοι ἔδοξε πάτερ Παῦλε, πρόσευξαι ὑπὲρ ἐμοῦ ἵνα τέλειός μου ὁ κάματος γένηται εἰς αἴνεσιν· οἶδας γὰρ πῶς σοι ἐδούλευσα εἰς τὴν χάριν τοῦ Χριστοῦ τὴν δοθεῖσαν ἡμῖν. πορεύομαι γὰρ ἐν Κύπρῳ καὶ σπεύδω τελειωθῆναι· οἶδα γὰρ ὅτι οὐκέτι ὄψομαι τὸ πρόσωπόν σου πάτερ Παῦλε. Καὶ πεσὼν ἐπὶ τὴν γῆν εἰς τοὺς πόδας αὐτοῦ ἔκλαυσεν ἱκανῶς.

Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτόν· Κἀμοὶ τῇ νυκτὶ ταύτῃ παρέστη ὁ κύριος λέγων· Μὴ βιάσῃ Βαρνάβαν τοῦ μὴ πορευθῆναι εἰς Κύπρον· ἐκεῖ γὰρ αὐτῷ ἡτοίμασται τοῦ φωτίσαι πολλούς· καὶ σὺ δὲ ἐν τῇ δοθείσῃ σοι χάριτι πορεύου εἰς Ἱεροσόλυμα προσκυνῆσαι ἐν τῷ ἁγίῳ τόπῳ, κἀκεῖ σοι δειχθήσεται

ποῦ σοι τὸ μαρτύριον ἡτοίμασται. Ἠσπασάμεθα δὲ ἀλλήλους, καὶ παρέλαβέν με Βαρνάβας.

Καὶ κατελθόντες εἰς Λαοδίκειαν ἠρωτῶμεν περᾶσαι εἰς Κύπρον, καὶ εὑρόντες πλοῖον ἀπερχόμενον εἰς Κύπρον ἀνήλθομεν· καὶ πλευσάντων ἡμῶν ὁ ἄνεμος ἐναντίος εὑρέθη. ἤλθομεν δὲ ἐν τῷ Κορασίῳ, καὶ κατελθόντων ἡμῶν παρὰ τὸν αἰγιαλόν, ἔνθα πηγὴ ἦν, ἀνεψύξαμεν ἐκεῖ, μηδενὶ ἑαυτοὺς ἐμφανίζοντες διὰ τὸ μὴ γνῶναί τινα ὅτι ἀπεχωρίσθη Βαρνάβας τοῦ Παύλου. ἀναχθέντες δὲ ἀπὸ Κορασίου ἤλθομεν εἰς Παλαιὰς τῆς Ἰσαυρίας, κἀκεῖθεν ἤλθομεν ἐν νήσῳ τινὶ Πιτυούσῃ καλουμένῃ, καὶ χειμῶνος γενομένου ἐποιήσαμεν ἐκεῖ ἡμέρας τρεῖς· ὑπεδέξατο δὲ ἡμᾶς ἀνήρ τις εὐλαβὴς ὀνόματι Εὔφημος, ὅν καὶ πολλὰ κατήχησε Βαρνάβας εἰς τὴν πίστιν σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ.

Ἐκεῖθέν τε παρεπλεύσαμεν τὰς Ἀκονησίας καὶ ἤλθομεν ἐν πόλει Ἀνεμουρίῳ, καὶ εἰσελθόντων ἡμῶν ἐν αὐτῇ εὕρομεν δύο Ἕλληνας· ἐλθόντες δὲ πρὸς ἡμᾶς ἐπηρώτων πόθεν καὶ τίνες ἐσμέν. εἶπεν δὲ αὐτοῖς Βαρνάβας· Εἰ βούλεσθε γνῶναι πόθεν καὶ τίνες ἐσμέν, ἀπορρίψατε ἣν ἔχετε ἐσθῆτα, καὶ περιβάλλω ὑμᾶς ἐσθῆτα ἥτις οὐδέποτε ῥυπαίνεται, οὐδὲ ἔστιν ἐν αὐτῇ ῥυπαρία, ἀλλὰ πάντοτε λαμπρά ἐστιν. Ξενισθέντες δὲ ἐπὶ τῷ λόγῳ ἠρώτων ἡμᾶς· Τί ἐστι τὸ ἔνδυμα ἐκεῖνο ὃ μέλλει διδόναι; Εἶπεν δὲ αὐτοῖς Βαρνάβας· Ἑὰν ἐξομολογήσησθε τὰς ἁμαρτίας ὑμῶν καὶ συντάξησθε τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ,

λαμβάνετε τὸ ἔνδυμα ἐκεῖνο ὅπερ ἐστὶν ἄφθαρτον εἰς τὸν αἰῶνα.

Κατανυχθέντες δὲ ὑπὸ τοῦ ἁγίου πνεύματος ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ παρακαλοῦντες καὶ λέγοντες· Ἀξιοῦμέν σε πάτερ, δὸς ἡμῖν τὸ ἔνδυμα ἐκεῖνο· ἡμεῖς γὰρ πιστεύομεν ᾧ κηρύττεις ζῶντι θεῷ καὶ ἀληθινῷ. Καταγαγὼν δὲ αὐτοὺς κάτω εἰς τὴν πηγὴν ἐβάπτισεν αὐτοὺς εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος· καὶ ἔγνωσαν ἑαυτοὺς ὅτι ἐνεδύσαντο δύναμιν καὶ στολὴν ἁγίαν. λαβὼν δὲ παρ᾽ ἐμοῦ μίαν στολὴν ἐνέδυσεν τὸν ἕνα, καὶ ἐκ τῆς ἰδίας στολῆς ἐνέδυσε τὸν ἕτερον. προσήνεγκαν δὲ χρήματα αὐτῷ, καὶ εὐθέως διέδωκεν αὐτὰ Βαρνάβας τοῖς πτωχοῖς· ἀφ᾽ ὧν καὶ οἱ ναῦται πολλὰ ἠδυνήθησαν κερδᾶναι.

Κατελθόντες δὲ ἐν τῷ αἰγιαλῷ ἐλάλει αὐτοῖς τὸν λόγον τοῦ θεοῦ· καὶ εὐλογήσας αὐτοὺς ἠσπασάμεθα αὐτοὺς καὶ ἀνήχθημεν ἐν τῷ πλοίῳ. ὁ δὲ εἷς αὐτῶν, ὁ ἐπικληθεὶς Στέφανος, ἐβούλετο συνακολουθῆσαι ἡμῖν· καὶ οὐκ εἴασεν ὁ Βαρνάβας. διαπερασάντων δὲ ἡμῶν κατεπλεύσαμεν ἐν Κύπρῳ διὰ νυκτός, καὶ ἐλθόντες ἐν τῷ λεγομένῳ Κρομμυακίτῃ εὕρομεν Τίμωνα καὶ Ἀρίστωνα τοὺς ἱεροδούλους, πρὸς οὓς καὶ ἐξενίσθημεν.