Acta Barnabae

Acta Barnabae

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

Μετὰ οὖν τὸ βαπτισθῆναί με εἶδον ἐν ὁράματι ἄνδρα τινὰ ἐφεστῶτα ἐν λευκῇ στολῇ περιβεβλημένον, καὶ εἰπέν μοι· θάρσει Ἰωάννη· καὶ γὰρ τὸ ὄνομά σου μετονομασθήσεται Μᾶρκος, καὶ ἡ δόξα σου ἐν ὅλῳ τῷ κόσμῳ κηρυχθήσεται. καὶ τὸ ἐν σοὶ σκότος παρῆλθεν ἀπὸ σοὺ, καὶ ἐδόθη σοι σύνεσις πρὸς τὸ γνῶναι τὰ μυστήρια τοῦ θεοῦ.

Ὡς δὲ τὸ ὅραμα εἶδον, σύντρομος γενόμενος ἀπῆλθον παρὰ τοὺς πόδας Βαρνάβα καὶ ἀπήγγειλα αὐτῷ ἃ εἶδον καὶ ἤκουσα παρὰ τοῦ ἀνδρὸς ἐκείνου μυστήρια. Παῦλος δὲ ὁ ἀπόστολος οὐκ ἦν ἔγγιστα ἡνίκα ἀνεθέμην τὰ μυστήρια. εἶπεν δέ μοι Βαρνάβας· Μηδενὶ ἐξείπῃς τὴν δύναμιν ἣν εἶδες. κἀμοὶ γὰρ τῇ νυκτὶ ταύτῃ παρέστη ὁ κύριος λέγων ὅτι Θάρσει· ὡς γὰρ ἔδωκας τὴν ψυχήν σου ὑπὲρ τοῦ ὀνόματός μου εἰς τὸ ἀποθανεῖν καὶ ἀπαλλοτριωθῆναι τοῦ σοῦ ἔθνους, οὕτως καὶ τελειωθήσῃ. πλὴν καὶ τὸν ὄντα μεθ᾽ ὑμῶν ὑπηρέτην καὶ αὐτὸν συλλαβοῦ μεθ᾽ ἑαυτοῦ· ἔχει γάρ τινα μυστήρια. Νῦν οὖν τέκνον φύλαξον σεαυτῷ τὰ ῥήματα ἃ εἶδες καὶ ἤκουσας· καιρὸς γάρ σε ἀποκαλύψαι μέλλει.

Ταῦτα δέ μου κατηχηθέντος παρ᾽ αὐτοῦ, ἐμείναμεν ἐν Εἰκονίῳ ἡμέρας ἱκανάς· ἦν γὰρ ἐκεῖ ὅσιος ἀνὴρ καὶ εὐλαβής, ὅστις ἡμᾶς καὶ ὑπεδέξατο, οὗ καὶ τὸν οἶκον ἡγίασε Παῦλος. ἐκεῖθεν τοίνυν κατηντήσαμεν ἐν Σελευκείᾳ, καὶ προσμείναντες ἡμέρας τρεῖς ἐπλεύσαμεν εἰς Κύπρον, καὶ ἤμην ἐγὼ διακονῶν αὐτοῖς ἄχρις οὗ παρήλθομεν τὴν Κύπρον· ἀναχθέντες δὲ ἀπὸ τῆς Κύπρου κατήχθημεν ἐν Πέργῃ τῆς Παμφυλίας. κἀκεῖσε λοιπὸν παρέμεινα ὡσεὶ μῆνας δύο, βουλόμενος ἐπὶ τὰ δυτικὰ μέρη ἀποπλεῦσαι· καὶ οὐκ εἴασέν με τὸ πνεῦμα τὸ ἅγιον. ἐπιστρέψας

δὲ πάλιν ἐζήτησα τοὺς ἀποστόλους, καὶ μαθὼν ὅτι ἐν Ἀντιοχείᾳ εἰσὶν ἐπορεύθην πρὸς αὐτούς.

Εὗρον δὲ τὸν Παῦλον ἀπὸ τοῦ κόπου τῆς ὁδοιπορίας ἐν Ἀντιοχείᾳ ἐπὶ τῆς κλίνης· ὃς καὶ ἰδών με σφόδρα ἐλυπήθη διὰ τὸ βραδῦναί με ἐν Παμφυλίᾳ. καὶ προσελθὼν ὁ Βαρνάβας παρεκάλεσεν αὐτόν, καὶ ἐγεύσατο ἄρτου· ὀλίγον δὲ ἔλαβεν αὐτόν. καὶ εὐηγγελίσαντο τὸν λόγον τοῦ κυρίου, καὶ πολλοὺς τῶν Ἰουδαίων καὶ Ἑλλήνων ἐφώτισαν. ἐγὼ δὲ μόνον προσεῖχον αὐτοῖς. καὶ ἐφοβούμην Παῦλον προσεγγίσαι αὐτῷ καὶ διὰ τὸ ἔχειν με ἱκανὸν χρόνον ἐν Παμφυλίᾳ διάγοντα καὶ πάνυ ταράσσεσθαι αὐτὸν κατ᾽ ἐμοῦ. μετάνοιαν δὲ ἐδίδων ἐπὶ τοῖς γόνασιν εἰς τὴν γῆν Παύλῳ, καὶ οὐκ ἠνείχετο· ὡς δὲ ἐπέμενον ἐπὶ σάββατα τρία τῇ παρακλήσει καὶ τῇ δεήσει γονυπετῶν, οὐκ ἠδυνήθην δυσωπῆσαι αὐτὸν ὑπὲρ ἐμαυτοῦ· ἡ δὲ πολλὴ λύπη αὐτοῦ ἦν πρός με διὰ τὸ ἔχειν με τὰς πλείους μεμβράνας ἐν Παμφυλίᾳ.

Ὡς δὲ ἐγένετο τοῦ τελέσαι αὐτοὺς διδάσκοντας ἐν Ἀντιοχείᾳ, τῇ μιᾷ τῶν σαββάτων καθεσθέντες ὁμοῦ συνεβουλεύσαντο πορεύεσθαι ἐπὶ τοὺς ἀνατολικοὺς τόπους, καὶ μετὰ ταῦτα ἔρχεσθαι ἐν Κύπρῳ καὶ ἐπισκέψασθαι πάσας τὰς ἐκκλησίας ἐν αἷς ἐλάλησαν τὸν λόγον τοῦ θεοῦ. παρεκάλει δὲ ὁ Βαρνάβας ἐλθεῖν τὸν Παῦλον πρότερον ἐν Κύπρῳ καὶ τοὺς ἰδίους αὐτοῦ ἐπισκέψασθαι ἐν τῇ κώμῃ αὐτοῦ, καὶ Λούκιος δὲ παρεκάλει ὥστε ἐπίσκεψιν λαβεῖν τὴν πόλιν αὐτοῦ Κορίνην. ὅραμα δὲ ἦν καθ᾽ ὕπνον ὀφθὲν τῷ Παύλῳ ὥστε σπεῦσαι αὐτὸν ἐπὶ Ἱερουσαλὴμ διὰ τὸ προσδέχεσθαι αὐτὸν τοὺς ἀδελφοὺς ἐκεῖ. Βαρνάβας δὲ παρεκάλει ὥστε ἐλθεῖν αὐτοὺς ἐν Κύπρῳ καὶ ποιῆσαι τὸν χειμῶνα, καὶ τότε ἀπελθεῖν αὐτοὺς εἰς Ἱερουσαλὴμ ἐν τῇ ἑορτῇ.

Πολλὴ τοίνυν φιλονεικία μεταξὺ αὐτῶν ἐγίνετο. Βαρνάβας δὲ παρεκάλει κἀμὲ συνακολουθῆσαι αὐτοῖς διὰ τὸ ἐξ ἀρχῆς ὑπηρέτην αὐτῶν εἶναί με, καὶ ἐν τῇ Κύπρῳ πάσῃ ὑπηρέτησα

αὐτοῖς ἄχρις οὗ κατήντησαν ἐν Πέργῃ τῆς Παμφυλίας, κἀκεῖ ἀπέμεινα ἡμέρας ἱκανάς. ὁ δὲ Παῦλος κατέκραζεν τοῦ Βαρνάβα λέγων ὅτι Ἀδύνατον τοῦτον ἐλθεῖν μεθ᾽ ἡμῶν. Καὶ οἱ ὄντες δὲ μεθ᾽ ἡμῶν ἐκεῖ παρεκάλουν ὥστε κἀμὲ συνακολουθῆσαι αὐτοῖς, διὰ τὸ εὐχήν μοι ὑπάρχειν ἕως τέλους αὐτοῖς ἀκολουθῆσαι· ὥστε λέγειν τὸν Παῦλον τῷ Βαρνάβᾳ ὅτι Εἰ βούλει λαβεῖν Ἰωάννην τὸν καὶ Μᾶρκον μετονομασθέντα μετὰ σεαυτοῦ, πορεύου ἑτέραν ὁδόν· οὐ γὰρ ἔλθῃ μεθ᾽ ἡμῶν. Βαρνάβας δὲ ἐν ἑαυτῷ γενόμενος εἶπεν ὅτι Τὸν ἅπαξ δουλεύσαντα τῷ εὐαγγελίῳ καὶ συνοδεύσαντα ἡμῖν οὐκ ἀποστρέφεται ἡ χάρις τοῦ θεοῦ. εἰ οὖν καὶ τοῦτο ἡδύ σοί ἐστι πάτερ Παῦλε, λαβὼν αὐτὸν πορεύομαι. Καὶ αὐτὸς ἔφη· Πορεύου ἐν τῇ χάριτι τοῦ Χριστοῦ, καὶ ἡμεῖς ἐν τῇ δυνάμει τοῦ πνεύματος.