Acta Barnabae

Acta Barnabae

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

Ὡς δὲ ἐκρύβημεν ἐν τῷ τόπῳ, ζήτησιν οὐκ ὀλίγην ἐποιήσαντο οἱ Ἰουδαῖοι καθ᾽ ἡμῶν, καὶ μόλις εὑρόντες κατεδίωξαν ἕως τῆς κὠμης Λεδρῶν· καὶ εὑρόντες κἀκεῖ σπήλαιον πλησίον τῆς κώμης καχεφύγομεν ἐν αὐτῷ καὶ οὕτως διελάθομεν αὐτούς. ἀπεκρύβημεν δὲ ἐν τῷ σπηλαίῳ τρεῖς ἡμέρας, καὶ ἀναχωρησάντων τῶν Ἰουδαίων ἐξελθόντες κατελείψαμεν τὸν τόπον νυκτός. προσλαβόμενοι δὲ Ἀρίστωνα καὶ Ῥόδωνα ἤλθομεν ἐν κώμῃ Λιμνῆτι.

Ἐλθόντες δὲ ἐπὶ τὸν αἰγιαλὸν εὕρομεν πλοῖον Aἰγύπτιον, καὶ ἀνελθόντες εἰς αὐτὸ κατήχθημεν ἐν Ἀλεξανδρείᾳ. κἀκεῖ

ἔμεινα ἐγὼ διδάσκων τοὺς ἐρχομένους ἀδελφοὺς τὸν λόγον τοῦ κυρίου, φωτίζων αὐτοὺς καὶ εὐαγγελιζόμενος ἅπερ ἐδιδάχθην παρὰ τῶν ἀποστόλων τοῦ Χριστοῦ, τῶν καὶ βαπτισάντων με εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, τῶν καὶ μετονομασάντων με Μᾶρκον ἐν τῷ ὕδατι τοῦ βαπτίσματος, ἐν ᾡ καὶ ἐλπίζω προσενέγκαι πολλοὺς εἰς τὴν δόξαν τοῦ θεοῦ διὰ τῆς χάριτος αὐτοῦ· ὅτι αὐτῷ πρέπει τιμὴ καὶ δόξα αἰώνιος ἀμήν.