Acta Barnabae

Acta Barnabae

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

Καταντήσαντος δὲ τοῦ Bαριησοῦ μετὰ δύο ἡμέρας μετὰ τὸ κατηχῆσαι Ἰουδαίους οὐκ ὀλίγους, θυμωθεὶς συνῆξε πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων, καὶ κατασχόντες τὸν Βαρνάβαν ἐζήτησαν παραδοῦναι Ὑπάτῳ τῷ ἡγεμόνι τῆς Σαλαμίνης. καὶ δήσαντες αὐτὸν πρὸς τὸ ἀγαγεῖν πρὸς τὸν ἡγεμόνα, εὐσεβοῦς δὲ Ἰεβουσαίου

συγγενοῦς Νέρωνος καταντήσαντος ἐν Κύπρῳ, μαθόντες οἱ Ἰουδαῖοι λαβόντες τὸν Βαρνάβαν νυκτὸς ἔδησαν ἐν σχοινίῳ κατὰ τοῦ τραχήλου, καὶ σύραντες ἐπὶ τὸ ἱπποδρόμιον ἀπὸ τῆς συναγωγῆς καὶ περάσαντες ἔξω τῆς πύλης περιστάντες κατέκαυσαν αὐτὸν πυρί, ὥστε καὶ τὰ ὀστᾶ αὐτοῦ κονίαν γενέσθαι. εὐθέως δὲ αὐτῇ τῇ νυκτὶ λαβόντες τὴν κονίαν αὐτοῦ ἔβαλον ἐν σινδόνι, καὶ ἐν μολίβδῳ ἀσφαλισάμενοι ἐσκέπτοντο κατὰ τοῦ πελάγους ῥῖψαι αὐτόν.

Ἐγὼ δὲ εὑρὼν καιρὸν τῆς νυκτός, καὶ τοῦτον μετὰ Τίμωνος καὶ Ῥόδωνος βαστάσαι δυνηθείς, ἤλθομεν ἐν τόπῳ τινί, καὶ εὑρόντες σπήλαιον κατηγάγομεν αὐτὸν ἐκεῖ, ἔνθα τὸ ἔθνος τῶν Ἰεβουσαίων τὸ πρὶν κατῴκει· ἀποκεκρυμμένον δὲ τόπον εὑρόντες ἐν αὐτῷ ἀπεθέμεθα σὺν τοῖς μαθήμασιν οἷς παρέλαβεν παρὰ Ματθαίου. ἦν δὲ ὥρα τετάρτη τῆς νυκτὸς δευτέρας σαββάτων.