Acta Philippi

Acta Philippi

Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.

(19) Τότε προσέταξεν ὁ ἀνθύπατος ἐξαγαγεῖν αὐτοὺς

ἐκ τοῦ ἱεροῦ τοὺς περὶ τὸν Φίλιππον καὶ ἀναγαγεῖν ἐπὶ τοῦ βήματος, εἰπὼν τοῖς δημίοις· Ἀποδύσαντες τὸν Φίλιππον διερευνήσατε μή πως εὕρητε αὐτῶν τὰς μαγείας. Ἀπέδυσαν οὖν πρῶτον τὸν Φίλιππον, εἶτα τὸν Βαρθολομαῖον· ἧλθον δὲ καὶ ἐπὶ τὴν Μαριάμνην, καὶ σύροντες αὐτὴν ἔλεγον· Γυμνώσωμεν αὐτήν, ἵνα πάντες ἴδωσιν αὐτὴν ὅτι γυνὴ οὖσα πῶς ἀνδράσιν ἐπακολουθεῖ· αὐτὴ γὰρ μάλιστα πάσας τὰς γυναῖκας ἀπατᾷ. Καὶ λέγει ὁ τύραννος πρὸς τοὺς ἱερεῖς· Κηρύξατε ἐν τῇ πόλει κύκλῳ ἵνα ἔλθωσιν πάντες ἄνδρες τε καὶ γυναῖκες, ὅπως ἴδωσιν τὴν ἀσχημοσύνην αὐτῆς, ὅτι συμπορευεται μετὰ τῶν, μάγων τούτων, καὶ πάντως ὅτι μοιχεύεται ὑπ᾽ αὐτῶν. Ἐκέλευσεν δὲ κρεμασθῆναι τὸν Φίλιππον καὶ τὰ σφυρὰ αὐτοῦ
διατρηθῆναι, κομίσαι δὲ κόρακας σιδηροῦς καὶ τὰς πτέρνας αὐτοῦ διαπαρῆναι, καὶ κρεμασθῆναι κατὰ κεφαλῆς ἀπέναντι τοῦ ἱεροῦ ἐπί τινος δένδρου· καὶ τὸν Βαρθολομαῖον ἐκτείναντες ἀπέναντι τοῦ Φιλίππου ἐπερόνησαν τὰς χεῖρας αὐτοῦ ἐν τῷ τοίχῳ τῆς πύλης τοῦ ἱεροῦ.

(20) Ἐμειδίασαν δὲ ἀμφότεροι ὁρῶντες ἀλλήλους ὅ τε Φίλιππος καὶ ὁ Βαρθολομαῖος· ἦσαν γὰρ ὡς οὐ βασανιζόμενοι· αἱ γὰρ κολάσεις αὐτῶν ἦσαν βραβεῖα καὶ στέφανοι. ὅτε δὲ καὶ τὴν Μαριάμνην ἀπέδυσαν, ἰδοὺ εὐθέως ἠλλάγη ἡ ὁμοίωσις τοῦ σώματος αὐτῆς ἐνώπιον πάντων, καὶ εὐθέως ἐγένετο περὶ αὐτὴν νεφέλη πυρὸς ἔμπροσθεν πάντων, καὶ οὐκ

ἠδυνήθησαν ἔτι ἐμβλέψαι τὸ σύνολον εἰς τὸν τόπον ἐν ᾠ ἐτύγχανεν ἡ ἁγία Μαριάμνη, ἀλλ᾽ ἔφυγον ἄπαντες ἀπ᾽ αὐτῆς.

(21) Ἐλάλησεν δὲ ὁ Φίλιππος μετὰ Βαρθολομαίου ἐν τῇ ἑβραΐδι διαλέτῳ λέγων· Ποῦ ὁ ἀδελφὸς ἡμῶν Ἰωάννης; ἰδοὺ γὰρ ἐγὼ ἀπολύομαι ἀπὸ τοῦ σώματος, καὶ τίς ὁ εὐξάμενος περὶ ἡμῶν; ὅτι καὶ εἰς τὴν ἀδελφὴν ἡμῶν Μαριάμνην ἐπεχείρησαν παρὰ τὸ καθῆκον· καὶ ἰδοὺ πῦρ ἔρριψαν εἰς τὴν οἰκίαν τοῦ Στάχυος, λέγοντες ὅτι Καύσωμεν αὐτήν, ἐπειδὴ ὑπεδέξατο αὐτούς. Θέλεις οὖν Βαρθολομαῖε εἴπωμεν πῦρ ἐλθεῖν ἀπ᾽ οὐρανοῦ καὶ κατακαύσωμεν αὐτούς;

(22) Ὡς δὲ ταῦτα ἦν λέγων ὁ Φίλιππος, καὶ ἰδου Ἰωάννης εἰσῆλθεν εἰς τὴν πόλιν ὡς συμπολίτης αὐτῶν· καὶ διακινῶν ἐν τῇ πλατείᾳ ἠρώτησεν· Τίνες οὗτοι οἱ ἄνθρωποι, καὶ διὰ τί τιμωροῦνται; Οἳ δὲ λέγουσιν αὐτῷ· Μὴ οὐκ εἶ ἐκ τῆς πόλεως ἡμῶν, καὶ ἐρωτᾷς περὶ τῶν ἀνθρώπων τούτων; οἵτινες πολλοὺς ἠδίκησαν, ἔκλεισαν δὲ καὶ τοὺς θεοὺς ἡμῶν, καὶ ἐν τῆ μαγεῖᾳ αὐτῶν ἀνεῖλον καὶ τοὺς ὄφεις καὶ τοὺς δράκοντας· πολλοὺς δὲ καὶ νεκροὺς ἤγειραν, οἵτινες κατέπληξαν

ἡμᾶς πολλὰς κολάσεις ἐξηγούμενοι. θέλουσιν δὲ καὶ κρεμάμενοι οὗτοι οἱ ξένοι πῦρ αἰτῆσαι ἐξ οὐρανοῦ καὶ κατακαῦσαι ἡμᾶς καὶ τὴν πόλιν ἡμῶν.

(23) Εἶτα λέγει ὁ Ἰωάννης· Ἀπέλθωμεν καὶ ὑποδείξατέ μοι αὐτούς. Ἤγαγον οὖν τὸν Ἰωάννην ὡς συμπολίτην αὐτῶν ὅπου ὁ Φίλιππος ἦν· καὶ ἦν ἐκεῖ πλῆθος ὄχλου καὶ ὁ ἀνθύπατος καὶ οἱ ἱερεῖς. καὶ ἰδὼν ὁ Φίλιππος τὸν Ἰωάνην εἶπεν τῷ Βαρθολομαίῳ ἑβραϊστί· Ἀδελφέ, ὁ Ἰωάννης ἦλθεν ὁ εἰς Βαρέκ, ὅπου ἐστὶν τὸ ὕδωρ τὸ ζῶν. Καὶ ὁ Ἰωάννης εἶδεν τὸν Φίλιππον κατὰ κεφαλῆς κρεμάμενον τῶν σφυρῶν καὶ τῶν πτερνῶν· εἶδεν δὲ καὶ τὸν Βαρθολομαῖον ἐκτεταμένον εἰς τὸν τοῖχον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτοῖς· Τὸ μυστήριον

τοῦ κρεμασθέντος ἐν μέσῳ τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἔσται μεθ᾽ ὑμῶν.

(24) Εἶπεν δὲ καὶ τοῖς ἀνθρώποις τῆς πόλεως ἐκείνης· Ἄνθρωποι οἱ τὴν Ὀφιορύμην Ἱεράπολιν κατοικοῦντες, πολλή ἐστιν ἡ ἄγνοια ἡ οὖσα μεθ᾽ ὑμῶν. ἐπλανήθητε ἐν τῇ ὁδῷ τῆς πλάνης· πνέων ἔπνευσεν εἰς ὑμᾶς ὁ δράκων καὶ ἐτύφλωσεν ὑμᾶς κατὰ τρεῖς τρόπους, τοῦτ᾽ ἔστιν, ἐποίησεν ὑμᾶς τυφλοὺς τῷ σώματι καὶ τυφλοὺς τῇ ψυχῇ καὶ τυφλοὺς τῷ πνεύματι, καὶ ἐπλήγητε ὑπὸ τοῦ ὀλοθρευτοῦ. ἐμβλέψατε εἰς πᾶσαν τὴν κτίσιν εἴτε ἐν τῇ γῇ εἴτε ἐν τῷ οὐρανῷ εἴτε ἐν τοῖς ὕδασιν,

ὅτι ὁ ὄφις οὐκ ἔχει ὁμοίωμα ἐν οὐδενὶ ἀνθρώπου· ἀλλὰ γένος ἐστὶν φθορᾶς καὶ κατηργήθη ὑπὸ τοῦ θεοῦ, καὶ διὰ τοῦτο εἰλικτός ἐστιν καὶ σκολιός, καὶ οὐδεμία ζωή ἐστιν ἐν αὐτῷ, θυμὸς δὲ καὶ ὀργὴ καὶ σκότος καὶ πῦρ καὶ καπνὸς ὑπάρχει ἐν τοῖς μέλεσιν αὐτοῦ. νῦν οὖν διὰ τί τιμωρεῖτε τοὺς ἀνθρώπους τούτους; ὅτι εἰρήκασιν ὑμῖν ὅτι ἐχθρὸς ὑμῶν ἐστιν ὁ ὄφις;

(25) Ὡς δὲ ἤκουσαν τούτους τοὺς λόγους παρὰ τοῦ Ἰωάννου, ἐπῆραν ἐπ᾽ αὐτὸν τὰς χεῖρας λέγοντες· Ἐδόξαμεν συμπολίτην σε εἶναι, νῦν δὲ ἐφανέρωσας σεαυτὸν ὅτι κοινωνὸς αὐτῶν εἶ· ὡς αὐτοὶ οὕτως καὶ σὺ θανατωθήσῃ· οἱ γὰρ ἱερεῖς

ἐσκέψαντο στραγγίσαι ὑμῶν τὸ αἷμα καὶ οἴνῳ μίξαντες τῇ ἐχίδνῃ προσαγαγεῖν τοῦ ποτίσαι αὐτήν. Ὡς οὖν ἐπέβαλον οἱ ἱερεῖς τοῦ κρατῆσαι τὸν Ἰωάννην, παρελύθησαν αἱ χεῖρες αὐτῶν. ὁ δὲ Ἰωάννης εἶπεν τῷ Φιλίππῳ· Οὐ μὴ ἀποδῶμεν κακὸν ἀντὶ κακοῦ. Ὁ δὲ Φίλιππος εἶπεν πρὸς τὸν Ἰωάννην· Ἰδοὺ δή, ποῦ ἐστιν ὁ κύριός μου Ἰησοῦς ὁ εἰπών μοι τοῦ μὴ ἐκδικῆσαι ἐμαυτόν; ἀλλά γε λοιπὸν οὐκ ἀνέξομαι, τελέσω δὲ ἐπ᾽ αὐτοὺς τὸ ἐμβρίμημά μου καὶ ὅλους αὐτοὺς ἀφανίσω.

(26) Ὁ δὲ Ἰωάννης καὶ Βαρθολομαῖος καὶ Μαριάμνη διεκώλυον αὐτὸν λέγοντες ὅτι Ὁ διδάσκαλος ἡμῶν ἐραπίσθη, ἐμαστίχθη, ἐξετάσθη, χολὴν καὶ ὄξος ἐποτίσθη, καὶ ἔλεγεν· Πάτερ ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. Κἀκεῖνο δὲ ἐδίδαξεν εἰπών· Μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ ἡμεῖς οὖν ὑπομείνωμεν. Λέγει ὁ Φίλιππος· Ἀπόστητε καὶ μὴ πραΰνετέ με, ὅτι οὐκ ἀνέξομαι ὑμῶν, ὅτι ἐπὶ κεφαλῆς ἐκρέμασάν με, σιδήροις ἐπερόνησαν τὰ σφυρά μου καὶ τὰς πτέρνας μου. καὶ σὺ ἀγαπητὲ τοῦ θεοῦ Ἰωάννη, πόσα αὐτοῖς διελέξω καὶ οὐχ ὑπηκούσθης. διὸ συγχωρῄσατέ μοι καὶ καταράσομαι αὐτούς, καὶ ἐξολοθρευθήσονται

ἐν ἐνί. Καὶ ἤρξατο καταρᾶσθαι αὐτοὺς ἐπικαλούμενος καὶ κράζων ἑβραϊστί· Ἀβαλώ, ἀριμουνί, δουθαήλ, θαρσελεήν, ναχαώθ, ἀειδουνάφ, τελετελοεῖν· Τοῦτ᾽ ἔστιν Ὁ πατὴρ τοῦ Χριστοῦ, ὁ μόνος καὶ παντοκράτωρ θεός, θεὲ ὃν φρίττουσιν οἱ πάντες αἰῶνες, ὁ δυνατὸς καὶ ἀπροσωπόληπτος δικαστὴς, οὗ τὸ ὄνομά ἐστιν ἐν τῇ σῇ δυναστείᾳ Σαβαώθ ἀήλ, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας· σὲ τρέμουσιν ἀρχαὶ καὶ ἐξουσίαι τῶν ἐπουρανίων καὶ τὰ ἐμβριμήματα τῶν χερουβικῶν ζῴων πυρίπνοα ἑστῶτα· ὁ βασιλεὺς ὁ ἅγιος τῆς μεγαλειότητος, οὗ τὸ ὄνομα ἔφθασεν εἰς τὰ θηρία τῆς ἐρήμου καὶ ἡσύχασαν καὶ
αἰσθητικῇ φωνῇ ᾔνεσάν σε, ὁ ἐπιβλέπων ἡμῖν καὶ διδοὺς ἑτοίμως τὰ αἰτήματα ἡμῶν, ὁ ἐπιγνοὺς ἡμᾶς πρὸ τοῦ πλασθῆναι, ὁ ἐπίσκοπος πάντων· νῦν, δέομαι, ἀνοιξάτω ὁ μέγας ᾅδης τὸ στόμα αὐτοῦ, ἡ ἄβυσσος ἡ μεγάλη, καὶ καταπιέτω τοὺς ἀθέους τούτους τοὺς μὴ βουληθέντας χωρῆσαι τὸν λόγον τῆς ἀληθείας ἐν τῇ πόλει ταύτῃ· ναὶ Σαβαώθ.