Acta Philippi
Acta Philippi
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
(11) Ταῦτα εἰπούσης τῆς Νικανόρας, προσηύξατο περὶ αὐτῆς πρὸς τὸν θεὸν ὁ ἀπόστολος Φίλιππος ἅμα Βαρθολομαίῳ καὶ Μαριάμνῃ καὶ τοῖς σὺν αὐτοῖς λέγων· Ὁ ζωοποιῶν τοὺς νεκροὺς Χριστὲ Ἰησοῦ δέσποτα, ὁ ἐλευθερώσας ἡμᾶς διὰ τοῦ βαπτίσματος ἐκ τῆς δουλείας τοῦ θανάτου, ῥῦσαι αὐτὴν ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ τελείως, ζωοποίησον αὐτὴν ἐν τῇ ζωῇ σου καὶ τελείωσον αὐτὴν ἐν τῇ τελειότητί σου, ἵνα πορευθῇ εἰς τὴν χώραν τῶν πατέρων αὐτῆς ἐν ἐλευθερίᾳ, ἔχουσα κλῆρον ἐν τῇ ἀγαθότητί σου κύριε Ἰησοῦ.
(12) Πάντων δὲ ἀναπεμψάντων τὸ ἀμὴν ἅμα τῷ ἀποστόλῳ Φιλίππῳ, ἰδοὺ ἦλθεν ὁ τύραννος, ὁ ἀνὴρ τῆς Νικανόρας, ὡς ἵππος ἀδάμαστος μεμηνώς, καὶ ἐπιλαβόμενος τῶν ἱματίων τῆς γυναικὸς αὐτοῦ ἐβόα λέγων· Ὦ Νικανόρα, μὴ οὐκ ἀφῆκά σε ἐπὶ τῆς κλίνης οὖσαν; πῶς τοσαύτην δύναμιν
ἔσχες ἐλθεῖν πρὸς τοὺς μάγους τούτους; πῶς δὲ ἀπὸ τῆς φλεγμονῆς τῶν ὀφθαλμῶν σου; νῦν οὖν ἐὰν μή μοι εἴπῃς τίς ἐστιν ὁ ἰατρός σου καὶ τί τὸ ὄνομα αὐτοῦ, τιμωρήσομαί σε διαφόροις τιμωρίαις καὶ οὐ σπλαγχνισθήσομαι ἐπὶ σοί.(13) Ἣ δὲ ἀποκριθεῖσα λέγει αὐτῷ· Ὦ τύραννε, ἔκβαλε ἀπὸ σοῦ τὴν τυραννίδα σου ταύτην, ἐπιλάθου τῆς πονηρίας σου ταύτης, ἐγκατάλιπε τὸν βίον τοῦτον τὸν πρόσκαιρον, ἀπόθου τὸ θηριῶδες τῆς φαύλης σου γνώμης, φύγε τὸν δράκοντα τὸν πικρὸν καὶ τὰς ἐπιθυμίας αὐτοῦ, ῥῖψον ἀπὸ σοῦ τὰ ἔργα καὶ τὸ βέλος τοῦ ἀνθρωποκτόνου ὄφεως, παραίτησαι τὰς μυσαρὰς καὶ κακὰς θυσίας τῶν εἰδώλων, αἵτινές εἰσιν γεωργία τοῦ ἐχθροῦ, ὁ σκοτεινὸς φραγμός περιποίησαι δὲ ἑαυτῷ βίον σεμνὸν καὶ ἄρυπον, ἵνα γενόμενος ἐν ἁγιασμῷ
δυνηθῇς γνῶναι τὸν ἰατρόν μου καὶ χωρῆσαι τὸ ὄνομα αὐτοῦ. ἐὰν οὖν θέλῃς παρὰ σοί με εἶναι, εὐτρέπισον σεαυτὸν μένειν ἐν ἁγνείᾳ καὶ ἐγκρατείᾳ καὶ ἐν φόβῳ τοῦ ἀληθινοῦ θεοὺ, καὶ συνοικήσω σοι τὸν ἅπαντα χρόνον· μόνον καθάρισον σεαυτὸν ἀπὸ τῶν εἰδώλων καὶ παντὸς ῥύπου αὐτῶν.(14) Ὡς δὲ ἤκουσεν τῶν λόγων αὐτῆς τούτων ὁ τύραννος, ὁ ἀνὴρ αὐτῆς, ἐπελάβετο τῶν τριχῶν τῆς κεφαλῆς αὐτῆς καὶ ἔσυρεν αὐτὴν λακτίζων αὐτὴν καὶ λέγων· Καλόν σοί ἐστιν ἀναιρεθῆναι ἐν ξίφει ἢ ὁρᾶσθαί σε παρ᾽ ἐμοῦ πορνεύουσαν μετὰ τῶν ξένων τούτων τῶν μάγων. ὁρῶ σε γὰρ ὅτι ἐγένου ἐν τῇ μανίᾳ τούτων τῶν πλάνων· σὲ οὖν πρῶτον ἀνελῶ κακῶς, καὶ τότε τούτων οὐ φεισάμενος κακῶς ἐνυβρίσας κακίστως ἀποκτενῶ. Καὶ στραφεὶς εἶπεν τοῖς περὶ αὐτόν· Ἐξαγάγετέ μοι τοὺς μάγους τοὺς ἐπιθέτας ἐκείνους. Εἰσδραμόντες δὲ οἱ δήμιοι εἰς τὴν οἰκίαν τοῦ Στάχυος καὶ κρατήσαντες τὸν ἀπόστολον Φίλιππον καὶ τὸν Βαρθολομαῖον
καὶ τὴν Μαριάμνην ἔσυραν ἄγοντες αὐτοὺς ὅπου ἦν ὁ ἀνθύ πατος. ἠκολούθησεν δὲ καὶ ὁ πιστότατος Στάχυς καὶ πάντες οἱ πιστοί.(15) Ἰδὼν δὲ αὐτοὺς ὁ ἀνθύπατος ἔβρυξεν τοὺς ὀδόν τας αὐτοῦ λέγων· Βασανίσατε τοὺς μάγους τούτους τοὺς πλανήσαντας πολλὰς γυναῖκας καὶ ἄνδρας νέους τε καὶ νεάνιδας, λέγοντας ἑαυτοὺς θεοσεβεῖς εἶναι, βδέλυγμα ὄντες. Καὶ ἐκέλευσεν ἐνεχθῆναι ὠμοὺς ἱμάντας καὶ τύπτεσθαι τόν τε Φίλιππον καὶ τὸν Βαρθολομαῖον καὶ τὴν Μαριάμνην· καὶ μετὰ τὸ μαστιχθῆναι αὐτοὺς τοῖς ἱμᾶσιν ἐκέλευσεν δεθῆναι τοὺς πόδας αὐτῶν καὶ σύρεσθαι αὐτοὺς διὰ τῶν πλατειῶν τῆς πόλεως ἕως τῆς πύλης τοῦ ἱεροῦ αὐτῶν. πολλοὶ δὲ ὄχλοι συνήχθησαν, ὡς σχεδὸν μὴ μεῖναί τινα εἰς οἰκίαν, καὶ ἦσαν πάντες θαυμάζοντες αὐτοὺς ἐπὶ τῇ ὑπομονῇ αὐτῶν, βιαίως καὶ ἀπανθρώπως συρομένων αὐτῶν.
(16) Ὁ δὲ ἀνθύπατος βασανίσας τοὺς ἁγίους τοὺς ἀμφὶ τὸν ἀπόστολον Φίλιππον ἐκέλευσεν εἰσενεχθῆναι αὐτοὺς
καὶ ἀσφαλισθῆναι εἰς τὸ ἱερὸν τοῦ εἰδώλου τῆς ἐχίδνης πρὸς τοὺς ἱερεῖς αὐτῆς, ἕως ἂν βουλεύσηται ποίῳ θανάτῳ ἕκαστον αὐτῶν ἀπολέσῃ. πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν χάριτι τοῦ Χριστοῦ καὶ προσετέθησαν τῷ ἀποστόλῳ Φιλίππῳ καὶ τοῖς σὺν αὐτῷ, ἀποστάντες τοῦ εἰδώλου τῆς ἐχίδνης, καὶ ἐστηρίζοντο ἐν τῇ πίστει μεγαλυνόμενοι ἐν τῇ ὑπομονῇ τῶν ἀγίων, καὶ ὁμοῦ πάντες μετὰ φωνῆς ἐδόξαζον τὸν θεὸν λέγοντες τὸ ἀμήν.(17) Ὅτε δὲ ἐνεκλείσθησαν ἐν τῷ ἱερῷ τῆς ἐχίδνης ὅ τε Φίλιππος ὁ ἀπόστολος καὶ Βαρθολομαῖος καὶ Μαριάμνη, συνήχθησαν οἱ ἱερεῖς τῆς ἐχίδνης ἐπὶ τὸ αὐτὸ καὶ ὄχλος πολὺς ὡς ἄνδρες ἑπτακισχίλιοι, καὶ δραμόντες πρὸς τὸν ἀνθύπατον κατεβόων λέγοντες· Ἐκδίκησον ἡμᾶς ἐκ τῶν ξένων καὶ μάγων καὶ φθορέων καὶ πλανησάντων τοὺς ἀνθρώπους. ἀφ᾽ οὗ γὰρ ἐπεδήμησαν εἰς ἡμᾶς, ἐπλήσθη ἡ πόλις ἡμῶν
πάσης κακῆς πράξεως· ἀπέκτειναν δὲ καὶ τοὺς ὄφεις τοὺς υἱοὺς τῆς θεᾶς ἡμῶν· ἔκλεισαν δὲ καὶ τὸ ἱερόν, καὶ ἠρήμωται ὁ βωμός· καὶ οὐχ εὑρήκαμεν προσενηνεγμένον νον οἶνον ἵνα πιοῦσα ἡ ἔχιδνα ὑπνώσῃ. εἰ δὲ θέλεις γνῶναι ὅτι ὄντως μάγοι εἰσίν, βλέψον καὶ ἴδε πῶς ἡμᾶς θέλουσιν μαγεῦσαι, λέγοντες Ζήσατε ἐν ἁγνείᾳ καὶ σεμνότητι, πιστεύσαντες τῷ θεῷ, πῶς δὲ καὶ εἰσῆλθον εἰς τὴν πόλιν, πῶς δὲ καὶ οἱ δράκοντες οὐκ ἐτύφλωσαν αὐτοὺς ἢ καὶ ἀνεῖλαν αὐτούς, πῶς δὲ καὶ τὸ αἷμα αὐτῶν οὐκ ἔπιον, ἀλλὰ καὶ αὐτοὶ οἱ τηροῦντες τὴν πόλιν ἡμῶν ἀπὸ παντὸς ξένου ὑπὸ τούτων κατεβλήθησαν.(18) Ἀκούσας δὲ ταῦτα ὁ ἀνθύπατος πλεῖον ἐξεκαύθη
τῷ θυμῷ, ὀργῆς τε καὶ ἀπειλῆς ἐπληρώθη, καὶ ἦν ὀργιζόμενος σφόδρα καὶ λέγων πρὸς τοὺς ἱερεῖς· Τί ὅτι τὴν ἐμὴν ἐμάγευσαν γυναῖκα; καὶ ἐκεῖθέν μοι ξένα ῥήματα ὁμιλεῖ, καὶ διὰ πάσης νυκτὸς εὐχομένη ξενοφωνεῖται φωτὶ καταλαμπομένη, καὶ ἀναστενάζουσα λέγει· Ἦλθέν μοι τὸ ἀληθινὸν φῶς Ἰησοῦς. Κἀγὼ δὲ ἀπὸ τοῦ ἐμοῦ κοιτῶνος ἐξελθὼν ἠθέλησα διὰ τῆς θυρίδος κατοπτεῦσαι καὶ ἰδεῖν ὅνπερ ἔλεγεν φῶς Ἰησοῦν· καὶ ὥσπερ ἀστραπὴ προσαπήντησέν μοι, ὥστε με παρ᾽ ὀλίγον ἀποτυφλωθῆναι· καὶ ἐξ ἐκείνου λοιπὸν τὴν γυναῖκά μου φοβοῦμαι διὰ τὸν φωτεινὸν αὐτῆς Ἰησοῦν. εἴπατέ μοι ἱερεῖς τί πράξω. Οἳ δὲ εἶπον· Ἀνθύπατε, τάχα οὐκ ἐσμὲν ἱερεῖς· ἀφ᾽ οὗ γὰρ συνέκλεισας αὐτούς, εὐχομένων αὐτῶν οὐ μόνον τὸ ἱερὸν ἐκ θεμελίων ἐσαλεύθη ἀλλὰ τάχα καὶ συμπίπτει.