Acta Philippi
Acta Philippi
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
(15) Ἰδὼν δὲ αὐτοὺς ὁ ἀνθύπατος ἔβρυξεν τοὺς ὀδόν τας αὐτοῦ λέγων· Βασανίσατε τοὺς μάγους τούτους τοὺς πλανήσαντας πολλὰς γυναῖκας καὶ ἄνδρας νέους τε καὶ νεάνιδας, λέγοντας ἑαυτοὺς θεοσεβεῖς εἶναι, βδέλυγμα ὄντες. Καὶ ἐκέλευσεν ἐνεχθῆναι ὠμοὺς ἱμάντας καὶ τύπτεσθαι τόν τε Φίλιππον καὶ τὸν Βαρθολομαῖον καὶ τὴν Μαριάμνην· καὶ μετὰ τὸ μαστιχθῆναι αὐτοὺς τοῖς ἱμᾶσιν ἐκέλευσεν δεθῆναι τοὺς πόδας αὐτῶν καὶ σύρεσθαι αὐτοὺς διὰ τῶν πλατειῶν τῆς πόλεως ἕως τῆς πύλης τοῦ ἱεροῦ αὐτῶν. πολλοὶ δὲ ὄχλοι συνήχθησαν, ὡς σχεδὸν μὴ μεῖναί τινα εἰς οἰκίαν, καὶ ἦσαν πάντες θαυμάζοντες αὐτοὺς ἐπὶ τῇ ὑπομονῇ αὐτῶν, βιαίως καὶ ἀπανθρώπως συρομένων αὐτῶν.
(16) Ὁ δὲ ἀνθύπατος βασανίσας τοὺς ἁγίους τοὺς ἀμφὶ τὸν ἀπόστολον Φίλιππον ἐκέλευσεν εἰσενεχθῆναι αὐτοὺς
καὶ ἀσφαλισθῆναι εἰς τὸ ἱερὸν τοῦ εἰδώλου τῆς ἐχίδνης πρὸς τοὺς ἱερεῖς αὐτῆς, ἕως ἂν βουλεύσηται ποίῳ θανάτῳ ἕκαστον αὐτῶν ἀπολέσῃ. πολλοὶ δὲ ἐκ τοῦ ὄχλου ἐπίστευσαν χάριτι τοῦ Χριστοῦ καὶ προσετέθησαν τῷ ἀποστόλῳ Φιλίππῳ καὶ τοῖς σὺν αὐτῷ, ἀποστάντες τοῦ εἰδώλου τῆς ἐχίδνης, καὶ ἐστηρίζοντο ἐν τῇ πίστει μεγαλυνόμενοι ἐν τῇ ὑπομονῇ τῶν ἀγίων, καὶ ὁμοῦ πάντες μετὰ φωνῆς ἐδόξαζον τὸν θεὸν λέγοντες τὸ ἀμήν.(17) Ὅτε δὲ ἐνεκλείσθησαν ἐν τῷ ἱερῷ τῆς ἐχίδνης ὅ τε Φίλιππος ὁ ἀπόστολος καὶ Βαρθολομαῖος καὶ Μαριάμνη, συνήχθησαν οἱ ἱερεῖς τῆς ἐχίδνης ἐπὶ τὸ αὐτὸ καὶ ὄχλος πολὺς ὡς ἄνδρες ἑπτακισχίλιοι, καὶ δραμόντες πρὸς τὸν ἀνθύπατον κατεβόων λέγοντες· Ἐκδίκησον ἡμᾶς ἐκ τῶν ξένων καὶ μάγων καὶ φθορέων καὶ πλανησάντων τοὺς ἀνθρώπους. ἀφ᾽ οὗ γὰρ ἐπεδήμησαν εἰς ἡμᾶς, ἐπλήσθη ἡ πόλις ἡμῶν
πάσης κακῆς πράξεως· ἀπέκτειναν δὲ καὶ τοὺς ὄφεις τοὺς υἱοὺς τῆς θεᾶς ἡμῶν· ἔκλεισαν δὲ καὶ τὸ ἱερόν, καὶ ἠρήμωται ὁ βωμός· καὶ οὐχ εὑρήκαμεν προσενηνεγμένον νον οἶνον ἵνα πιοῦσα ἡ ἔχιδνα ὑπνώσῃ. εἰ δὲ θέλεις γνῶναι ὅτι ὄντως μάγοι εἰσίν, βλέψον καὶ ἴδε πῶς ἡμᾶς θέλουσιν μαγεῦσαι, λέγοντες Ζήσατε ἐν ἁγνείᾳ καὶ σεμνότητι, πιστεύσαντες τῷ θεῷ, πῶς δὲ καὶ εἰσῆλθον εἰς τὴν πόλιν, πῶς δὲ καὶ οἱ δράκοντες οὐκ ἐτύφλωσαν αὐτοὺς ἢ καὶ ἀνεῖλαν αὐτούς, πῶς δὲ καὶ τὸ αἷμα αὐτῶν οὐκ ἔπιον, ἀλλὰ καὶ αὐτοὶ οἱ τηροῦντες τὴν πόλιν ἡμῶν ἀπὸ παντὸς ξένου ὑπὸ τούτων κατεβλήθησαν.(18) Ἀκούσας δὲ ταῦτα ὁ ἀνθύπατος πλεῖον ἐξεκαύθη
τῷ θυμῷ, ὀργῆς τε καὶ ἀπειλῆς ἐπληρώθη, καὶ ἦν ὀργιζόμενος σφόδρα καὶ λέγων πρὸς τοὺς ἱερεῖς· Τί ὅτι τὴν ἐμὴν ἐμάγευσαν γυναῖκα; καὶ ἐκεῖθέν μοι ξένα ῥήματα ὁμιλεῖ, καὶ διὰ πάσης νυκτὸς εὐχομένη ξενοφωνεῖται φωτὶ καταλαμπομένη, καὶ ἀναστενάζουσα λέγει· Ἦλθέν μοι τὸ ἀληθινὸν φῶς Ἰησοῦς. Κἀγὼ δὲ ἀπὸ τοῦ ἐμοῦ κοιτῶνος ἐξελθὼν ἠθέλησα διὰ τῆς θυρίδος κατοπτεῦσαι καὶ ἰδεῖν ὅνπερ ἔλεγεν φῶς Ἰησοῦν· καὶ ὥσπερ ἀστραπὴ προσαπήντησέν μοι, ὥστε με παρ᾽ ὀλίγον ἀποτυφλωθῆναι· καὶ ἐξ ἐκείνου λοιπὸν τὴν γυναῖκά μου φοβοῦμαι διὰ τὸν φωτεινὸν αὐτῆς Ἰησοῦν. εἴπατέ μοι ἱερεῖς τί πράξω. Οἳ δὲ εἶπον· Ἀνθύπατε, τάχα οὐκ ἐσμὲν ἱερεῖς· ἀφ᾽ οὗ γὰρ συνέκλεισας αὐτούς, εὐχομένων αὐτῶν οὐ μόνον τὸ ἱερὸν ἐκ θεμελίων ἐσαλεύθη ἀλλὰ τάχα καὶ συμπίπτει.(19) Τότε προσέταξεν ὁ ἀνθύπατος ἐξαγαγεῖν αὐτοὺς
ἐκ τοῦ ἱεροῦ τοὺς περὶ τὸν Φίλιππον καὶ ἀναγαγεῖν ἐπὶ τοῦ βήματος, εἰπὼν τοῖς δημίοις· Ἀποδύσαντες τὸν Φίλιππον διερευνήσατε μή πως εὕρητε αὐτῶν τὰς μαγείας. Ἀπέδυσαν οὖν πρῶτον τὸν Φίλιππον, εἶτα τὸν Βαρθολομαῖον· ἧλθον δὲ καὶ ἐπὶ τὴν Μαριάμνην, καὶ σύροντες αὐτὴν ἔλεγον· Γυμνώσωμεν αὐτήν, ἵνα πάντες ἴδωσιν αὐτὴν ὅτι γυνὴ οὖσα πῶς ἀνδράσιν ἐπακολουθεῖ· αὐτὴ γὰρ μάλιστα πάσας τὰς γυναῖκας ἀπατᾷ. Καὶ λέγει ὁ τύραννος πρὸς τοὺς ἱερεῖς· Κηρύξατε ἐν τῇ πόλει κύκλῳ ἵνα ἔλθωσιν πάντες ἄνδρες τε καὶ γυναῖκες, ὅπως ἴδωσιν τὴν ἀσχημοσύνην αὐτῆς, ὅτι συμπορευεται μετὰ τῶν, μάγων τούτων, καὶ πάντως ὅτι μοιχεύεται ὑπ᾽ αὐτῶν. Ἐκέλευσεν δὲ κρεμασθῆναι τὸν Φίλιππον καὶ τὰ σφυρὰ αὐτοῦ διατρηθῆναι, κομίσαι δὲ κόρακας σιδηροῦς καὶ τὰς πτέρνας αὐτοῦ διαπαρῆναι, καὶ κρεμασθῆναι κατὰ κεφαλῆς ἀπέναντι τοῦ ἱεροῦ ἐπί τινος δένδρου· καὶ τὸν Βαρθολομαῖον ἐκτείναντες ἀπέναντι τοῦ Φιλίππου ἐπερόνησαν τὰς χεῖρας αὐτοῦ ἐν τῷ τοίχῳ τῆς πύλης τοῦ ἱεροῦ.(20) Ἐμειδίασαν δὲ ἀμφότεροι ὁρῶντες ἀλλήλους ὅ τε Φίλιππος καὶ ὁ Βαρθολομαῖος· ἦσαν γὰρ ὡς οὐ βασανιζόμενοι· αἱ γὰρ κολάσεις αὐτῶν ἦσαν βραβεῖα καὶ στέφανοι. ὅτε δὲ καὶ τὴν Μαριάμνην ἀπέδυσαν, ἰδοὺ εὐθέως ἠλλάγη ἡ ὁμοίωσις τοῦ σώματος αὐτῆς ἐνώπιον πάντων, καὶ εὐθέως ἐγένετο περὶ αὐτὴν νεφέλη πυρὸς ἔμπροσθεν πάντων, καὶ οὐκ
ἠδυνήθησαν ἔτι ἐμβλέψαι τὸ σύνολον εἰς τὸν τόπον ἐν ᾠ ἐτύγχανεν ἡ ἁγία Μαριάμνη, ἀλλ᾽ ἔφυγον ἄπαντες ἀπ᾽ αὐτῆς.(21) Ἐλάλησεν δὲ ὁ Φίλιππος μετὰ Βαρθολομαίου ἐν τῇ ἑβραΐδι διαλέτῳ λέγων· Ποῦ ὁ ἀδελφὸς ἡμῶν Ἰωάννης; ἰδοὺ γὰρ ἐγὼ ἀπολύομαι ἀπὸ τοῦ σώματος, καὶ τίς ὁ εὐξάμενος περὶ ἡμῶν; ὅτι καὶ εἰς τὴν ἀδελφὴν ἡμῶν Μαριάμνην ἐπεχείρησαν παρὰ τὸ καθῆκον· καὶ ἰδοὺ πῦρ ἔρριψαν εἰς τὴν οἰκίαν τοῦ Στάχυος, λέγοντες ὅτι Καύσωμεν αὐτήν, ἐπειδὴ ὑπεδέξατο αὐτούς. Θέλεις οὖν Βαρθολομαῖε εἴπωμεν πῦρ ἐλθεῖν ἀπ᾽ οὐρανοῦ καὶ κατακαύσωμεν αὐτούς;
(22) Ὡς δὲ ταῦτα ἦν λέγων ὁ Φίλιππος, καὶ ἰδου Ἰωάννης εἰσῆλθεν εἰς τὴν πόλιν ὡς συμπολίτης αὐτῶν· καὶ διακινῶν ἐν τῇ πλατείᾳ ἠρώτησεν· Τίνες οὗτοι οἱ ἄνθρωποι, καὶ διὰ τί τιμωροῦνται; Οἳ δὲ λέγουσιν αὐτῷ· Μὴ οὐκ εἶ ἐκ τῆς πόλεως ἡμῶν, καὶ ἐρωτᾷς περὶ τῶν ἀνθρώπων τούτων; οἵτινες πολλοὺς ἠδίκησαν, ἔκλεισαν δὲ καὶ τοὺς θεοὺς ἡμῶν, καὶ ἐν τῆ μαγεῖᾳ αὐτῶν ἀνεῖλον καὶ τοὺς ὄφεις καὶ τοὺς δράκοντας· πολλοὺς δὲ καὶ νεκροὺς ἤγειραν, οἵτινες κατέπληξαν
ἡμᾶς πολλὰς κολάσεις ἐξηγούμενοι. θέλουσιν δὲ καὶ κρεμάμενοι οὗτοι οἱ ξένοι πῦρ αἰτῆσαι ἐξ οὐρανοῦ καὶ κατακαῦσαι ἡμᾶς καὶ τὴν πόλιν ἡμῶν.(23) Εἶτα λέγει ὁ Ἰωάννης· Ἀπέλθωμεν καὶ ὑποδείξατέ μοι αὐτούς. Ἤγαγον οὖν τὸν Ἰωάννην ὡς συμπολίτην αὐτῶν ὅπου ὁ Φίλιππος ἦν· καὶ ἦν ἐκεῖ πλῆθος ὄχλου καὶ ὁ ἀνθύπατος καὶ οἱ ἱερεῖς. καὶ ἰδὼν ὁ Φίλιππος τὸν Ἰωάνην εἶπεν τῷ Βαρθολομαίῳ ἑβραϊστί· Ἀδελφέ, ὁ Ἰωάννης ἦλθεν ὁ εἰς Βαρέκ, ὅπου ἐστὶν τὸ ὕδωρ τὸ ζῶν. Καὶ ὁ Ἰωάννης εἶδεν τὸν Φίλιππον κατὰ κεφαλῆς κρεμάμενον τῶν σφυρῶν καὶ τῶν πτερνῶν· εἶδεν δὲ καὶ τὸν Βαρθολομαῖον ἐκτεταμένον εἰς τὸν τοῖχον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτοῖς· Τὸ μυστήριον
τοῦ κρεμασθέντος ἐν μέσῳ τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἔσται μεθ᾽ ὑμῶν.(24) Εἶπεν δὲ καὶ τοῖς ἀνθρώποις τῆς πόλεως ἐκείνης· Ἄνθρωποι οἱ τὴν Ὀφιορύμην Ἱεράπολιν κατοικοῦντες, πολλή ἐστιν ἡ ἄγνοια ἡ οὖσα μεθ᾽ ὑμῶν. ἐπλανήθητε ἐν τῇ ὁδῷ τῆς πλάνης· πνέων ἔπνευσεν εἰς ὑμᾶς ὁ δράκων καὶ ἐτύφλωσεν ὑμᾶς κατὰ τρεῖς τρόπους, τοῦτ᾽ ἔστιν, ἐποίησεν ὑμᾶς τυφλοὺς τῷ σώματι καὶ τυφλοὺς τῇ ψυχῇ καὶ τυφλοὺς τῷ πνεύματι, καὶ ἐπλήγητε ὑπὸ τοῦ ὀλοθρευτοῦ. ἐμβλέψατε εἰς πᾶσαν τὴν κτίσιν εἴτε ἐν τῇ γῇ εἴτε ἐν τῷ οὐρανῷ εἴτε ἐν τοῖς ὕδασιν,
ὅτι ὁ ὄφις οὐκ ἔχει ὁμοίωμα ἐν οὐδενὶ ἀνθρώπου· ἀλλὰ γένος ἐστὶν φθορᾶς καὶ κατηργήθη ὑπὸ τοῦ θεοῦ, καὶ διὰ τοῦτο εἰλικτός ἐστιν καὶ σκολιός, καὶ οὐδεμία ζωή ἐστιν ἐν αὐτῷ, θυμὸς δὲ καὶ ὀργὴ καὶ σκότος καὶ πῦρ καὶ καπνὸς ὑπάρχει ἐν τοῖς μέλεσιν αὐτοῦ. νῦν οὖν διὰ τί τιμωρεῖτε τοὺς ἀνθρώπους τούτους; ὅτι εἰρήκασιν ὑμῖν ὅτι ἐχθρὸς ὑμῶν ἐστιν ὁ ὄφις;(25) Ὡς δὲ ἤκουσαν τούτους τοὺς λόγους παρὰ τοῦ Ἰωάννου, ἐπῆραν ἐπ᾽ αὐτὸν τὰς χεῖρας λέγοντες· Ἐδόξαμεν συμπολίτην σε εἶναι, νῦν δὲ ἐφανέρωσας σεαυτὸν ὅτι κοινωνὸς αὐτῶν εἶ· ὡς αὐτοὶ οὕτως καὶ σὺ θανατωθήσῃ· οἱ γὰρ ἱερεῖς
ἐσκέψαντο στραγγίσαι ὑμῶν τὸ αἷμα καὶ οἴνῳ μίξαντες τῇ ἐχίδνῃ προσαγαγεῖν τοῦ ποτίσαι αὐτήν. Ὡς οὖν ἐπέβαλον οἱ ἱερεῖς τοῦ κρατῆσαι τὸν Ἰωάννην, παρελύθησαν αἱ χεῖρες αὐτῶν. ὁ δὲ Ἰωάννης εἶπεν τῷ Φιλίππῳ· Οὐ μὴ ἀποδῶμεν κακὸν ἀντὶ κακοῦ. Ὁ δὲ Φίλιππος εἶπεν πρὸς τὸν Ἰωάννην· Ἰδοὺ δή, ποῦ ἐστιν ὁ κύριός μου Ἰησοῦς ὁ εἰπών μοι τοῦ μὴ ἐκδικῆσαι ἐμαυτόν; ἀλλά γε λοιπὸν οὐκ ἀνέξομαι, τελέσω δὲ ἐπ᾽ αὐτοὺς τὸ ἐμβρίμημά μου καὶ ὅλους αὐτοὺς ἀφανίσω.(26) Ὁ δὲ Ἰωάννης καὶ Βαρθολομαῖος καὶ Μαριάμνη διεκώλυον αὐτὸν λέγοντες ὅτι Ὁ διδάσκαλος ἡμῶν ἐραπίσθη, ἐμαστίχθη, ἐξετάσθη, χολὴν καὶ ὄξος ἐποτίσθη, καὶ ἔλεγεν· Πάτερ ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. Κἀκεῖνο δὲ ἐδίδαξεν εἰπών· Μάθετε ἀπ᾽ ἐμοῦ ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Καὶ ἡμεῖς οὖν ὑπομείνωμεν. Λέγει ὁ Φίλιππος· Ἀπόστητε καὶ μὴ πραΰνετέ με, ὅτι οὐκ ἀνέξομαι ὑμῶν, ὅτι ἐπὶ κεφαλῆς ἐκρέμασάν με, σιδήροις ἐπερόνησαν τὰ σφυρά μου καὶ τὰς πτέρνας μου. καὶ σὺ ἀγαπητὲ τοῦ θεοῦ Ἰωάννη, πόσα αὐτοῖς διελέξω καὶ οὐχ ὑπηκούσθης. διὸ συγχωρῄσατέ μοι καὶ καταράσομαι αὐτούς, καὶ ἐξολοθρευθήσονται
ἐν ἐνί. Καὶ ἤρξατο καταρᾶσθαι αὐτοὺς ἐπικαλούμενος καὶ κράζων ἑβραϊστί· Ἀβαλώ, ἀριμουνί, δουθαήλ, θαρσελεήν, ναχαώθ, ἀειδουνάφ, τελετελοεῖν· Τοῦτ᾽ ἔστιν Ὁ πατὴρ τοῦ Χριστοῦ, ὁ μόνος καὶ παντοκράτωρ θεός, θεὲ ὃν φρίττουσιν οἱ πάντες αἰῶνες, ὁ δυνατὸς καὶ ἀπροσωπόληπτος δικαστὴς, οὗ τὸ ὄνομά ἐστιν ἐν τῇ σῇ δυναστείᾳ Σαβαώθ ἀήλ, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας· σὲ τρέμουσιν ἀρχαὶ καὶ ἐξουσίαι τῶν ἐπουρανίων καὶ τὰ ἐμβριμήματα τῶν χερουβικῶν ζῴων πυρίπνοα ἑστῶτα· ὁ βασιλεὺς ὁ ἅγιος τῆς μεγαλειότητος, οὗ τὸ ὄνομα ἔφθασεν εἰς τὰ θηρία τῆς ἐρήμου καὶ ἡσύχασαν καὶ αἰσθητικῇ φωνῇ ᾔνεσάν σε, ὁ ἐπιβλέπων ἡμῖν καὶ διδοὺς ἑτοίμως τὰ αἰτήματα ἡμῶν, ὁ ἐπιγνοὺς ἡμᾶς πρὸ τοῦ πλασθῆναι, ὁ ἐπίσκοπος πάντων· νῦν, δέομαι, ἀνοιξάτω ὁ μέγας ᾅδης τὸ στόμα αὐτοῦ, ἡ ἄβυσσος ἡ μεγάλη, καὶ καταπιέτω τοὺς ἀθέους τούτους τοὺς μὴ βουληθέντας χωρῆσαι τὸν λόγον τῆς ἀληθείας ἐν τῇ πόλει ταύτῃ· ναὶ Σαβαώθ.(27) Καὶ ἰδοὺ ἐξαίφνης ἠνεῴχθη ἡ ἄβυσσος, καὶ κατεπόθη ὅλος ὁ τόπος ἐν ᾧ ἐκάθητο ὁ ἀνθύπατος καὶ ὅλον τὸ ἱερόν, καὶ ἡ ἔχιδνα ἣν ἐσέβοντο, καὶ ὄχλοι πολλοὶ καὶ οἱ ἱερεῖς τῆς ἐχίδνης, ὡς ἄνδρες ἑπτακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων· πλὴν ὅπου ἦσαν οἱ ἀπόστολοι ἔμειναν ἀσάλευτοι· καὶ ὁ ἀνθύπατος κατεπόθη εἰς τὴν ἄβυσσον. καὶ ἦσαν αἱ φωναὶ αὐτῶν ἀνερχόμεναι κάτωθεν, μετὰ κλαυθμοῦ λέγοντες· Ἐλέησον ἡμᾶς ὁ τῶν ἐνδόξων σου ἀποστόλων θεός, ὅτι ἄρτι ὁρῶμεν τὰς κρίσεις τῶν μὴ ὁμολογησάντων τὸν
σταυρωθέντα· ἰδού, ὁ σταυρὸς φωτίζει ἡμᾶς. Ἰησοῦ Χριστέ, φάνηθι ἡμῖν, ὅτι ζῶντες πάντες κατερχόμεθα εἰς τὸν ᾅδην καὶ μαστιζόμεθα, ὅτι ἀδίκως τοὺς σοὺς ἀποστόλους ἐσταυρώσαμεν. Καὶ ἠκούσθη φωνὴ λέγοντος· Ἵλεως ἔσομαι ὑμῖν ἐν τῷ φωτεινῷ μου σταυρῷ.(28) Ἀπέμειναν δὲ ὅ τε Στάχυς καὶ πᾶς ὁ οἶκος αὐτοῦ, καὶ ἡ τοῦ ἀνθυπάτου γυνή, καὶ ἄλλαι πεντήκοντα γυναῖκες αἵτινες ἐπίστευσαν σὺν αὐτῇ ἐπὶ τὸν κύριον, καὶ ἄλλο πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν, καὶ παρθένοι ἑκατόν, αἵτινες οὐ κατεποντίσθησαν διὰ τὴν ἁγνείαν αὐτῶν, ἐσφραγισμέναι τῇ σφραγῖδι τοῦ Χριστοῦ.
(29) Τότε ὁ κύριος φανεὶς τῷ Φιλίππῳ εἶπεν· Ὦ Φίλιππε, οὐκ ἤκουσας Μὴ ἀποδώσῃς κακὸν ἀντὶ κακοῦ; Καὶ διὰ τί τοσοῦτον ἔπληξας ἀφανισμῷ; ὦ Φίλιππε, τίς θέμενος τὴν χεῖρα αὐτοῦ ἐπ᾽ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν αὐτοῦ ἡ αὖλαξ; ἢ τίς παραχωρεῖ τὸν ἑαυτοῦ λύχνον ἑτέρῳ καὶ αὐτὸς ἐν σκότει καθέζεται; ἢ τίς καταλείπει τὸ ἑαυτοῦ οἰκητήριον καὶ αὐτὸς οἰκεῖ ἐν κοπρία; τίς δὲ ἐάσας τὸ ἑαυτοῦ ἔνδυμα ἐν χειμῶνι πορεύεται γυμνός; ἢ τίς χαρήσεται ἐχθρὸς ἐν τῇ χαρᾷ τοῦ μισοῦντος αὐτόν; τίς δὲ στρα
τιώτης πορεύεται ἐπὶ πόλεμον ἄνευ πανοπλίας; τίς δὲ δοῦλος πληρώσας τὸ τοῦ κυρίου αὐτοῦ πρόσταγμα οὐκ ἐπαινεθήσεται; τίς δὲ ἐν σταδίῳ γενναίως δραμὼν οὐ λαμβάνει τὸ βραβεῖον; τίς δὲ πλύνας τὰ ἱμάτια αὐτοῦ ἡδέως αὐτὰ μολύνει; ὦ Φίλιππε ἰδοὺ ὁ νυμφών μου ἕτοιμός ἐστιν, ἀλλὰ μακάριός ἐστιν ὁ εὑρεθεὶς ἐν αὐτῷ ἔχων τὸ ἔνδυμα λαμπρόν· αὐτὸς γάρ ἐστιν ὁ λαμβάνων τὸν στέφανον ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. ἰδοὺ τὸ δεῖπνον ἕτοιμον, καὶ μακάριος ὁ καλούμενος καὶ ἕτοιμος γενόμενος ἐλθεῖν πρὸς τὸν κεκληκότα αὐτόν. πολύς ἐστιν ὁ θερισμὸς τοῦ ἀγροῦ, μακάριος δέ ἐστιν ὁ ἐργάτης ὁ καλός. ἰδοὺ τὰ κρίνα καὶ πάντα τὰ ἄνθη· ὁ δὲ καλὸς γεωργός ἐστιν ὁ πρῶτος μεταλαμβάνων αὐτῶν. πῶς δὲ σὺ γέγονας ὦ Φίλιππε ἄσπλαγχνος, καταρασάμενος τοὺς ἐχθρούς σου ἐν ὀργῇ;(30) Λέγει ὁ Φίλιππος· Τί μοι ὀργίζῃ κύριε ὅτι κατηρασάμην τοὺς ἐχθροὺς μου; διὰ τί γὰρ οὐ πατάσσεις αὐτούς; ὅτι ἔτι ζῶσιν εἰς τὴν ἄβυσσον· καὶ σὺ ἐπίστασαι κύριε ὅτι διὰ σὲ ἦλθον εἰς τὴν πόλιν ταύτην, καὶ τῷ σῷ ὀνόματι ἐδίωξα πᾶσαν πλάνην εἰδώλων καὶ πάντα τὰ δαιμόνια. οἱ δράκοντες ἐξηράνθησαν καὶ οἱ ὄφεις· ἐπειδὴ δὲ οὗτοι οὐκ ἐδέξαντό σου τὸ φῶς, διὰ τοῦτο κατηρασάμην αὐτοὺς καὶ κατέβησαν εἰς ᾅδου ζῶντες.
(31) Καὶ λέγει ὁ σωτὴρ τῷ Φιλίππῳ· Ἀλλ᾽ ἐπειδὴ παρήκουσάς μου καὶ ἀπέδωκας κακὸν ἀντὶ κακοῦ καὶ οὐκ ἐφύλαξας τὴν ἐντολήν μου, διὰ τοῦτο τελειωθήσῃ μὲν ἐνδόξως καὶ χειραγωγηθήσῃ ὑπὸ τῶν ἁγίων μου ἀγγέλων καὶ ἐλεύσῃ μετ᾽ αὐτῶν ἕως τοῦ παραδείσου τῆς τρυφῆς· καὶ αὐτοὶ μὲν ἐλεύσονται πρός με εἰς τὸν παράδεισον, σὲ δὲ κελεύσω ἀποκλεισθῆναι ἔξω τοῦ παραδείσου ἕως ἡμερῶν τεσσαράκοντα, θαμβούμενον ὑπὸ τῆς φλογίνης καὶ στρεφομένης ῥομφαίας, καὶ στενάξεις ὅτι ἐκάκωσας τοὺς κακώσαντάς σε· καὶ μετὰ τεσσαράκοντα ἡμέρας ἀποστελῶ τὸν ἀρχάγγελόν μου Μιχαὴλ· καὶ κρατήσει τὴν ῥομφαίαν τὴν φυλάσσουσαν τὸν παράδεισον, καὶ ὄψει πάντας τοὺς δικαίους οἱτινες ἐν τῇ ἀκακίᾳ αὐτῶν ἐπορεύθησαν, καὶ τότε προσκυνήσεις τὴν δόξαν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· πλὴν τὸ σημεῖον τῆς ἐξελεύσεως σου δοξασθήσεται ἐν τῷ σταυρῷ μου. καὶ ὁ Βαρθολομαιῖος δὲ ἀπελθὼν ἐν Λυκαονία καὶ αὐτὸς ἐκεῖ σταυρωθήσεται· ἡ δὲ Μαριάμνη τὸ σῶμα αὐτῆς ἀποτίθεται ἐν τῷ Ἰορδάνῃ ποταμῶ. ἐγὼ δὲ ὦ Φίλιππε οὐκ ἀνέξομαί σου ὅτι κατεπόντισας τοὺς ἀνθρώπους εἰς τὴν ἄβυσσον· ἀλλ᾽ ἰδοὺ τὸ πνεῦμά
μου ἐν αὐτοῖς, καὶ ἀναγάγω αὐτούς, καὶ οὕτως ἰδόντες σε πιστεύσωσιν ἐν τῇ δόξῃ τοῦ ἀποστείλαντός σε.(32) Καὶ στραφεὶς ὁ σωτὴρ ἀνέτεινεν τὴν ἑαυτοῦ χεῖρα καὶ ἐχάραξεν σταυρὸν ἐν τῷ ἀέρι καταβαίνοντα ἀπὸ τῶν ἄνω ἕως τῆς ἀβύσσου, καὶ ἐπλήσθη ἡ ἄβυσσος φωτός καὶ ἦν ὁ σταυρὸς ἐν ὁμοιώματι ματι κλίμακος ἐχούσης βαθμούς· καὶ ἐφώνησεν φωνὴν ὁ σωτὴρ τοῖς ἐν τῇ ἀβύσσῳ λέγων· Ἀνέλθετε πάντες διὰ τοῦ σταυροῦ, ὅτι καὶ ὁ ἀπόστολος Φίλιππος νῦν ἐσπλαγχνίσθη ἐφ᾽ ὑμᾶς δι᾽ ἐμέ, ἵνα πάλιν θεάσησθε τὸ φῶς τοῦ θεοῦ· καὶ ἰδοὺ ὅλον τὸ πλῆθος τῶν κατενεχθέντων εἰς τὴν ἄβυσσον ἀνέβησαν· ἔμεινεν δὲ κάτω ὁ ἀνθύπατος καὶ ἡ ἔχιδνα ἥν ἐσέβοντο. ὅτε δὲ ἀνῆλθον οἱ
ὄχλοι, ἐμβλέψαντες εἰς τὸν Φίλιππον κατὰ κεφαλῆς κρεμά—· μενον ἐκόψαντο κοπετὸν καὶ θρῆνον μέγαν ἐπὶ τῇ παρανομίᾳ ᾗ ἐποίησαν· εἶδον δὲ καὶ τὸν Βαρθολομαῖον καὶ τὴν Μαριάμνην ἔχουσαν τὸν πρῶτον τύπον. καὶ ἰδοὺ ὁ κύριος ἀνῆλθεν εἰς τοὺς οὐρανοὺς βλεπόντων τοῦ τε Φιλίππου καὶ τοῦ Βαρθολομαίου καὶ τῆς Μαριάμνης καὶ τοῦ Στάχυος καὶ πάντων τῶν πιστῶν λαῶν· καὶ ἦσαν σιγῇ δοξάζοντες τὸν θεὸν ἐν φόβῳ καὶ τρόμῳ. πάντες δὲ οἱ ὄχλοι ἔκραξαν λέγοντες· Εἷς θεὸς ὃν κηρύττουσιν οὗτοι οἱ ἄνθρωποι ἐν ἀληθείᾳ· εἷς θεὸς ὁ ἀποστείλας αὐτοὺς ἐπὶ τῇ ἡμετέρᾳ σωτηρίᾳ. μετανοοῦμεν νῦν ἀληθῶς ἐπὶ τῇ μεγάλῃ ἡμῶν πλάνῃ, ὅτι οὔ πω ἐσμὲν ἄξιοι τῆς αἰωνίου ζωῆς· νῦν πιστεύομεν, ὅτι ἐθεασάμεθα μεγάλα θαυμάσια, ὅτι ἀνήγαγεν ἡμᾶς ὁ σωτὴρ ἀπὸ τῆς ἀβύσσου. Καὶ ἔπεσαν πάντες ἐπὶ πρόσωπον καὶ προσεκύνησαν τῷ Φιλίππῳ, καὶ παρεκάλουν, ἕτοιμοι ὄντες τοῦ φυγεῖν, μὴ ποιήσῃ ἕτερον σημεῖον· καὶ ἐδέοντο ἵνα ἄξιοι γένωνται τῆς τοῦ Χριστοῦ παρουσίας.(33) Ὁ δὲ Φίλιππος ἔτι κρεμάμενος προσεφώνησεν αὐτοῖς καὶ εἶπεν· Ἀκούσατε καὶ μάθετε πόσαι εἰσὶν αἱ δυνάμεις τοῦ θεοῦ μου, ἀναμιμνησκόμενοι ἅπερ κάτω εἴδετε, καὶ πῶς ἡ πόλις ὑμῶν κατεστράφη, πλὴν τῆς οἰκίας τοῦ εἰσδεξαμένου με· καὶ νῦν ἡ γλυκύτης τοῦ θεοῦ μου ἀνήγαγεν ὑμᾶς
ἐκ τῆς ἀβύσσου, κἀγὼ ὀφειλέτης εἰμὶ τεσσαράκοντα ἡμέρας κύκλῳ τοῦ παραδείσου περισκοπεύων δι᾽ ὑμᾶς, ὅτι ὠργίσθην ὑμῖν εἰς ἀνταπόδοσιν· καὶ ταύτην μόνην τὴν ἐντολὴν οὐκ ἐφύλαξα, ὅτι οὐκ ἔδωκα ὑμῖν ἀντάλλαγμα τοῦ κακοῦ τὸ ἀγαθόν. ἀλλὰ λέγω ὑμῖν, ἀπὸ τοῦ νῦν ἐν τῇ ἀγαθότητι τοῦ θεοῦ ἀποβάλετε τὴν κακίαν, ὅπως ἄξιοι γένησθε τῆς τοῦ κυρίου εὐχαριστίας.(34) Τινὲς δὲ τῶν πιστῶν προσέδραμον ἵνα καθέλωσιν τὸν Φίλιππον καὶ ἀροῦσιν ἀπ᾽ αὐτοῦ τοὺς σιδηροῦς κόρακας καὶ τοὺς ὀγκίνους ἐκ τῶν σφυρῶν. ὁ δὲ Φίλιππος εἶπεν· Μὴ τεκνία, μὴ ἐγγίσητέ μοι ἕνεκεν τούτου, ὅτι οὕτως ἔσται ἡ τελείωσίς μου. ἀκούσατέ μου οἱ φωτισθέντες ἐν
κυρίῳ, ὅτι ἦλθον εἰς τὴν πόλιν ταύτην οὐκ ἐμπορείαν τινὰ ποιήσασθαι, οὐκ ἄλλην τινὰ πρᾶξιν, ἐκληρώθην δὲ ἐξελθεῖν ἐκ τοῦ σώματός μου εἰς τὴν πόλιν ταύτην ἐν ᾧ ὁρᾶτέ με σχήματι. μὴ οὖν λυπηθῆτε ὅτι κρέμαμαι οὕτως· τὸν γὰρ τύπον φέρω τοῦ πρώτου ἀνθρώπου κατὰ κεφαλῆς ἐνεχθέντος ἐπὶ τῆς γῆς καὶ πάλιν διὰ τοῦ ξύλου τοῦ σταυροῦ ζωοποιηθέντος ἐκ τοῦ θανάτου τῆς παραβάσεως. καὶ νῦν ἀποπληρῶ τὸ προσταχθέν μοι· εἶπεν γάρ μοι ὁ κύριος· Ἐὰν μὴ ποιήσητε ὑμῶν τὰ κάτω εἰς τὰ ἄνω, καὶ τὰ ἀριστερὰ εἰς τὰ δεξιά, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν μου. Μὴ οὖν ὁμοιωθῆτε τῷ ἀντιπαρηλλαγμένῳ τόπῳ, ὅτι πᾶς κόσμος ἐνήλλακται, καὶ πᾶσα ψυχὴ ἀναστρεφομένη ἐν σώματι γίνεται ἐν λήθῃ τῶν ἐπουρανίων. ἡμεῖς δὲ ἔχοντες τὴν τῶν ἐπουρανίων δόξαν μὴ ζητήσωμεν τὸ ἐκτός, ὅπερ ἐστὶν τὸ σῶμα καὶ ὁ οἶκος τῆς δουλείας. μὴ γίνεσθε ἄπιστοι ἀλλὰ πιστοί· καὶ ἀφίετε ἀλλήλοις. ἰδοὺ κρέμαμαι ἡμέρας ἕξ, ἔχω δὲ μέμψιν τοῦ ἀληθινοῦ κριτοῦ, ὅτι ὅλως ἀπέδωκα ὑμῖν κακά, καὶ ἔθηκα πρόσκομμα τῇ εὐθύτητί μου. καὶ νῦν ἀνέρχομαι εἰς ὕψος. μὴ γίνεσθε στυγνοί, ἀλλὰ μᾶλλον χάρητε ὅτι καταλιμπάνω τὸ κατοικητήριον τοῦτο τὸ σῶμά μου, ἐκφυγὼν τὴν φθορὰν τοῦ δράκοντος τοῦ κολάζοντος πᾶσαν ψυχὴν τὴν ἐν ἁμαρτίαις οὖσαν.