Acta Philippi
Acta Philippi
Acta Philippi et Acta Thomae accedunt Acta Barnabae. Bonnet, Maximilian, editor. Leipzig: Hermannus Mendelssohn, 1903.
(35) Καὶ περιβλεψάμενος ὁ Φίλιππος κύκλῳ τοὺς ὄχλους εἶπεν· Ὦ ὑμεῖς οἱ ἀνελθόντες ἐκ νεκρῶν ἀπὸ τοῦ ᾅδον καὶ τῆς καταποντίσεως τῆς ἀβύσσου, καὶ σταυρὸς φωτεινὸς ἀνήγαγεν ὑμᾶς εἰς τὸ ὕψος διὰ τὴν ἀγαθότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· οὗτος θεὸς ὢν ἄνθρωπος ἐγένετο, σαρκωθεὶς ἐκ τῆς παρθένου Μιαρίας, ἀθάνατος μένων σαρκί, καὶ ἐν τῷ θανάτῳ γενόμενος ἤγειρεν τοὺς
νεκρούς, ἐλεήσας τὸ τῶν ἀνθρώπων γένος, ἀνελὼν τὸ κέντρον τῆς ἁμαρτίας· μέγας ἦν καὶ ἐγένετο μικρὸς δι᾽ ἡμᾶς, ἕως οὗ αὐξήσῃ τοὺς μικροὺς καὶ εἰσενέγκῃ εἰς τὸ μέγεθος αὐτοῦ. καὶ αὐτός ἐστιν ὁ ἔχων τὴν γλυκύτητα, καὶ ἐνέπτυσαν αὐτὸν ποτίσαντες αὐτὸν χολήν, ἵνα ποιήσῃ τοὺς πικρανθέντας τῆς γλυκύτητος αὐτοῦ γεύσασθαι. προσκολλήθητε οὖν αὐτῷ καὶ μὴ ἐγκαταλείψητε αὐτόν· αὐτὸς γάρ ἐστιν ἡ ζωὴ ἡμῶν εἰς τοὺς αἰῶνας.(36) Ὅτε δὲ ἐπλήρωσεν τὴν ἐπαγγελίαν ταύτην ὁ Φίλιππος, λέγει αὐτοῖς· Λύσατε τὸν Βαρθολομαῖον. Καὶ προσελθόντες ἔλυσαν αὐτόν. ὅτε οὖν ἔλυσαν αὐτόν, λέγει αὐτῷ
ὁ Φίλιππος· Βαρθολομαῖε ἀδελφέ μου ἐν κυρίῳ, οἶδας ὅτι ὁ κύριος ἀπέσταλκέν σε σὺν ἐμοὶ εἰς τὴν πόλιν ταύτην, καὶ ἐκοινώνησάς μοι εἰς πάντας τοὺς κινδύνους μετὰ τῆς ἀδελφῆς ἡμῶν Μαριάμνης· ἀλλὰ γίνωσκε ὅτι ἡ ἔξοδος τοῦ σώματός σου ἐτάγη ἐν τῇ Λυκαονίᾳ, καὶ τῇ Μαριάμνῃ ἐκληρώθη ἐξελθεῖν ἀπὸ τοῦ σώματος εἰς τὸν Ἰορδάνην ποταμόν. νῦν οὖν ἐντέλλομαι ὑμῖν ὅτι ὅτε ἐξέλθω ἀπὸ τοῦ σώματός μου οἰκοδομήσατε εἰς τὸν τόπον τοῦτον ἐκκλησίαν ἐν ᾧ ἐξέλθω ἀπὸ τοῦ σώματος. καὶ τὸν λεόπαρδον καὶ τὸν ἔριφον τῶν αἰγῶν ἐάσατε εἰς τὴν ἐκκλησίαν εἰς σημεῖον τῶν πιστευόντων, καὶ ἡ Νικανόρα δὲ προνοείσθω αὐτῶν ἕως ἂν ἐξέλθωσιν ἀπὸ τοῦ σώματος· καὶ ὅταν ἐξέλθωσιν, θάψατε αὐτὰ πρὸς τὸν πυλῶνα τῆς ἐκκλησίας. καὶ τὴν εἰρήνην ὑμῶν θέσθε ἐν τῇ οἰκίᾳ τοῦ Στάχυος, ὥσπερ ὁ κύριος ἔθηκεν τὴν ἑαυτοῦ εἰρήνην ἐν τῇ πόλει ταύτῃ. ἔστωσαν δὲ ἐν τῇ οἰκίᾳ ἐκείνᾳ πᾶσαι αἱ παρθένοι αἱ πιστεύουσαι καθ᾽ ἑκάστην ἡμέραν ἐπισκέπτουσαι τοὺς νοσοῦντας, βαδίζουσαι ἀνὰ δύο δύο· ἀλλὰ μὴ ὁμιλείτωσαν μετὰ νεανίσκων, ἵνα μὴ πειράσῃ αὐτὰς ὁ Σατανᾶς· ὄφις γάρ ἐστιν ἕρπων, καὶ ἐποίησεν διὰ τῆς Εὔας τὸν Ἀδὰμ ὀλισθῆσαι εἰς θάνατον· μή οὕτως πάλιν ἔσται ἐν τῷ καιρῷ τούτῳ ὥσπερ ἐπὶ τῆς Εὔας.(37) σὺ δὲ Bαρθολομαῖε γενοῦ καλὸς δοκιμαστής, καὶ δώσεις τὰς παραγγελίας ταύτας τῷ Στάχυϊ καὶ καταστήσεις
αὐτὸν ἐπίσκοπον. μὴ ἐμπιστεύσῃς δὲ τὸν τόπον τῆς ἐπισκοπῆς νεωτέρῳ, ἵνα μὴ καταισχυνθῇ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· πᾶς δὲ ὁ διδάσκων ἐχέτω τὰ ἔργα ἴσα τοῖς λόγοις. ἐγὼ δὲ ὑπάγω πρὸς τὸν κύριον· καὶ λάβε τὸ σῶμά μου καὶ ἐνταφίασον αὐτὸ ἐν χάρταις κυριακαῖς, καὶ μὴ ἐπιβάλῃς μοι ὀθόνην λινῆν, ὅτι τὸ σῶμα τοῦ κυρίου ἐν σινδόνι ἐνειλήθη. ἐνταφιάσας μου τὸ σῶμα ἐν ταῖς χάρταις σφίγξον αὐτὸ παπύροις, καὶ χῶσον αὐτὸ ἐν τῇ ἐκκλησίᾳ. καὶ γίνεσθε εὐχόμενοι ὑπὲρ ἐμοῦ ἐπὶ ἡμέρας τεσσαράκοντα ἵνα ἀφῇ μοι ὁ κύριος τὴν παράβασιν ἢν παρέβην ἀποδώσας τοῖς κακοποιήσασίν μοι. ἴδε ὦ Βαρθολομαῖε πῶς στάζει τὸ αἷμά μου ἐπὶ τῆς γῆς· φυτὸν ἀνατελεῖ ἀπὸ τοῦ αἵματός μου, καὶ γενήσεται ἄμπελος καὶ ποιήσει καρπὸν σταφυλῆς. καὶ λαβόντες τὸν βότρυν ἀποθλίψατε αὐτὸν εἰς τὸ ποτήριον· καὶ μεταλαβόντες εἰς τὴν τρίτην ἡμέραν ἀναπέμψατε εἰς ὕψος τὸ ἀμήν, ἵνα γένηται τελεία προσφορά.(38) Καὶ εἰπὼν ταῦτα ὁ Φίλιππος ηὔξατο οὕτως· Κύριε Ἰησοῦ Χριστέ, ὁ πατὴρ τῶν αἰώνων, βασιλεῦ τοῦ φωτός, ὁ σοφίσας ἡμᾶς ἐν τῇ σοφίᾳ σου καὶ δοὺς ἡμῖν τὴν σὴν σύνεσιν, ἐχαρίσω δὲ ἡμῖν τὴν βουλὴν τῆς ἀγαθότητός σου, ὁ μηδέποτε χωρισθεὶς ἡμῖν, σὺ εἶ ὁ αἴρων τὴν νόσον
τῶν καταφευγόντων εἰς σέ· σὺ εἶ ὁ δεδωκὼς ἡμῖν τὴν σὴν παρρησίαν τῆς σοφίας, ὁ δεδωκὼς ἡμῖν σημεῖα καὶ τέρατα καὶ ἐπιστρέψας τοὺς πλανηθέντας, ὁ στεφανῶν τοὺς νικῶντας τὸν ἀντίπαλον, ὁ καλὸς ἀγωνοθέτης· ἐλθὲ νῦν Ἰησοῦ καὶ δός μοι τὸν στέφανον τῆς νίκης αἰώνιον κατὰ πάσης ἐναντίας ἀρχῆς καὶ ἐξουσίας, καὶ μὴ καλυψάτω με ὁ σκοτεινὸς αὐτῶν ἀήρ, ὅπως διαπεράσω τὰ τοῦ πυρὸς ὕδατα καὶ πᾶσαν τὴν ἄβυσσον. κύριέ μου Ἰησοῦ Χριστέ, μὴ σχῇ χώραν ὁ ἐχθρὸς κατηγορῆσαί μου ἐπὶ τοῦ βήματός σου, ἀλλ᾽ ἔνδυσόν με τὴν ἔνδοξόν σου στολήν, τὴν φωτεινήν σου σφραγῖδα τὴν πάντοτε λάμπουσαν, ἕως ἂν παρέλθω πάντας τοὺς κοσμοκράτορας καὶ τὸν πονηρὸν δράκοντα τὸν ἀντικείμενον ἡμῖν. νῦν οὖν κύριέ μου Ἰησοῦ Χριστὲ ποίησόν μοι ἀπαντῆσαί σοι ἐν τῷ ἀέρι, χαρισάμενός μοι τὴν ἀνταπόδοσιν ἣν ἀνταπέδωκα τοῖς ἐχθροῖς μου· καὶ μεταμόρφωσον τὴν μορφὴν τοῦ σώματός μου ἐν ἀγγελικῇ δόξῃ· καὶ ἀνάπαυσόν με ἐν τῇ μακαριότητί σου, καὶ λήψομαι τὸ παρὰ σοῦ ἐπάγγελμα ὃ ἐπηγγείλω τοῖς ἀγίοις σου εἰς τοὺς αἰῶνας. ἀμήν.(39) Καὶ ταῦτα εἰπὼν ὁ Φίλιππος παρέδωκεν τὸ πνεῦμα, πάντων τῶν ὄχλων βλεπόντων εἰς αὐτὸν καὶ κλαιόντων καὶ λεγόντων· Ἐπληρώθη ἐν εἰρήνῃ ὁ βίος τούτου τοῦ πνεύματος. Καὶ ἔλεγον τὸ ἀμήν.
(40) Ὁ δὲ Βαρθολομαῖος καὶ ἡ Μαριάμνη καθεῖλαν τὸ σῶμα αὐτοῦ καὶ ἐποίησαν καθ᾽ ἃ ἐνετείλατο αὐτοῖς ὁ
Φίλιππος, καὶ ἔθαψαν αὐτὸν ἐν ἐκείνῳ τῷ τόπῳ. φωνὴ δὲ εὐθέως ἐκ τῶν οὐρανῶν ἐγένετο· Φίλιππος ὁ ἀπόστολος ἐστεφάνωται τὸν τῆς ἀφθαρσίας στέφανον ὑπὸ τοῦ ἀγωνοθέτου Ἰησοῦ Χριστοῦ. Καὶ πάντες ἔκραξαν τὸ ἀμήν.(41) Μετὰ δὲ τὰς τρεῖς ἡμέρας ἐβλάστησεν τὸ φυτὸν τῆς ἀμπέλου ὅπου ἔσταξεν τὸ αἷμα τοῦ ἁγίου Φιλίππου. καὶ ἐποίησαν πάντα τὰ ἐντεταλμένα αὐτοῖς παρ᾽ αὐτοῦ, ἐπὶ ἡμέρας τεσσαράκοντα προσφέροντες προσφορὰς, ἀδιαλείπτως προσευχόμενοι. καὶ ᾠκοδόμησαν τὴν ἐκκλησίαν ἐν τῷ τόπῳ ἐκείνῳ, καταστήσαντες τὸν Στάχυν ἐπίσκοπον ἐν τῇ ἐκκλησίᾳ. καὶ ἡ Νικανόρα δὲ καὶ πάντες οἱ πιστοὶ συνήγοντο καὶ οὐ διέλειπον
πάντες δοξάζοντες τὸν θεὸν διὰ τὰ θαυμάσια τὰ γεγενημένα ἐπ᾽ αὐτούς. καὶ πᾶσα ἡ πόλις ἐπίστευσεν εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ· ἐνετείλατο δὲ ὁ Βαρθολομαῖος τῷ Στάχυϊ βαπτίζειν τοὺς πιστεύοντας εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καὶ ἵνα λέγωσιν ἀμήν.(42) Μετὰ δὲ τὰς τεσσαράκοντα ἡμέρας φανεὶς ὁ σωτὴρ ἐν μορφῇ τοῦ Φιλίππου εἶπεν τῷ Βαρθολομαίῳ καὶ τῇ Μαριάμνῃ· Ἀδελφοί μου ἠγαπημένοι θέλετε ἀναπαῆναι ἐν τῇ ἀναπαύσει τοῦ θεοῦ; ἠνοίχθη μοι ὁ παράδεισος καὶ
εἰσῆλθον ἐν τῇ δόξῃ τοῦ Ἰησοῦ. ἀπέλθατε εἰς τὸν τόπον τὸν κεκληρωμένον ὑμῖν· τὸ γὰρ φυτὸν τὸ ὡρισμένον καὶ φυτευθὲν ἐν τῇ πόλει ταύτῃ καρποφορεῖ καλῶς. Ἀσπασάμενοι οὖν τοὺς ἀδελφοὺς καὶ ἐπευξάμενοι ἑκάστῳ αὐτῶν ἐξῆλθον ἀπὸ τῆς πόλεως Ὀφιορύμης τῆς Ἱεραπόλεως τῆς Ἀσίας, καὶ ὁ Βαρθολομαῖος ἀπῆλθεν εἰς τὴν Λυκαονίαν, ἡ δὲ Μαριάμνῃ ἐπορεύθη ἐν τῷ Ἰορδάνῃ· ὁ δὲ Στάχυς καὶ οἱ σὺν αύτῷ ἔμειναν κατέχοντες τὴν ἐκκλησίαν ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.