Vita Porphyrii episcopi Gazensis

Marcus Diaconus

Marcus Diaconus. Vita Porphyrii episcopi Gazensis. Societatis philologae bonnensis sodales, editor. Leipzig: Teubner, 1895.

φθόνοϲ ἐντεῦθεν ἀνήφθη τοῖϲ τὰ Ἐλλήνων φρονοῦϲι. καὶ τοὺϲ πιϲτοὺϲ ἐκάκουν, ὀλέϲαι δὲ καὶ τὸν μέγαν ἐζή- τουν καὶ ἐπεὶ μὴ εὕριϲκον (δέδωκε γὰρ τόπον τῇ ὀργῇ], τὰϲ τοῦ ἐπιϲκοπείου κατεάξαντεϲ θύραϲ τὰ ἐν αὐτῷ πάντα διήρπαϲαν. γίνεται τῷ ἁγίῳ παιδίϲκη τιϲ πρό- φαϲιϲ ϲωτηρίαϲ· ἧπερ ἐντυχών, ἐπείπερ χριϲτιανὴν μὴ εἰναι παρ’ αὐτῆϲ μεμάθηκε, τὸν λόγον αὐτῇ τῆϲ ἀ|λη- θείαϲ ἐκθέμενοϲ ἐβάπτιϲέ τε ταύτην καὶ χριϲτιανὴν ἐποί- ηϲε κἀν τῷ οἴκῳ ταύτηϲ μείναντεϲ μετελάβομεν ἄρτου. Εἰρήνη τῇ κόρῃ τὸ ὄνομα. τοῦ θορύβου τοίνυν κατα- ϲταλέντοϲ ἡμεῖϲ τὴν ἐκκληϲίαν κατελάβομεν καὶ τὸν Βα- ρουχᾶν εὕρομεν μόνον, ταῖϲ τῶν πληγῶν ἐπαγωγαῖϲ [*](20 cf Rom.12,19)

109
θάνατον περιμένοντα. ἔγνω τὰ πεπραγμένα τῇ ἑξῆϲ ὁ ὑπατικὸϲ καὶ πέμπει κομενταρήϲιον καὶ κολάζει τοὺϲ τὴν ϲτάϲιν ποιήϲανταϲ. μετὰ γοῦν τινα χρόνον ὁ μέγαϲ Πορ- φύριοϲ τὴν ὑποδεξαμένην αὐτὸν κόρην κατηχήϲαϲ μονά- ζουϲαν ἀποκείρει καὶ τοῦ ἀγγελικοῦ ϲχήματοϲ ἀξιοῖ. καὶ μέντοι δὴ καὶ ταῖϲ κατὰ θεὸν ἀρεταῖϲ ἐκείνη μεγάλη γί- νεται καὶ πολλὰϲ τῶν γυναικῶν ἐνάγει πρὸϲ τὸν ὅμοιον | ζῆλον.

[*](f. 129v)

ϲὺ δέ, ἡ τιμία κεφαλὴ καὶ αἰδέϲιμοϲ, ὁ καλὸϲ Πορ- φύριοϲ μετά γε χρόνον τῆϲ ἐπιϲκοπῆϲ εἰκοϲτὸν καὶ τέ- ταρτον νόϲῳ θανάτου πάντωϲ αἰτίᾳ ληφθεὶϲ τὴν ψυχὴν ἐν εἰρήνῃ τῷ θεῷ παρατίθεϲαι ἐν εἰκοϲτῇ ἕκτῃ τοῦ Φε- βρουαρίου μηνόϲ. καὶ νῦν ἐν οὐρανοῖϲ οἰκῶν καὶ τὰ ἐκεῖϲε κάλλη διορθῶν καὶ τὰϲ ὑπὲρ τοῦ κόϲμου πρεϲ- θείαϲ ποιούμενοϲ χάριϲαι ταῖϲ εἰϲ θεὸν εὐκτικαῖϲ ἱκε ϲίαιϲ ϲου καὶ βαϲιλεῖ ἡμῶν τῷ ϲεμνῷ τῷ πιϲτῷ τῷ πᾶϲιν ἐμπρέποντι τοῖϲ ἀγαθοῖϲ κατορθώμαϲι | μακρὰν ζωὴν καὶ χαρμόϲυνον ἰϲχύι θεοῦ ϲυνεχομένην τε καὶ ἰθυνομένην, χρηϲτῶν ἐκ τρόπων ταύτην ἐκκαλουμένῳ, ἀλλὰ δὴ καὶ μάλιϲτα μενόντων νέμοιϲ τούτων τὴν εὐκληρίαν, ἣν αἰῶνεϲ ἔχουϲι, καὶ εἰϲ αἰῶναϲ, λαμπροῖϲ ἡδυνομένῳ καὶ καλοῖϲ τρόποιϲ, πᾶϲι χαίροντι ϲὺν ἁγίοιϲ ἀξίωϲ καὶ βα- ϲιλείαϲ τρυφῶντι τῆϲ ἀύλου· καὶ γὰρ ἐν αὐτοῖϲ τῷ θεῷ πρέπει δόξα κράτοϲ τιμή τε καὶ προϲκύνηϲιϲ ἅμα καὶ νῦν καὶ ἀεὶ καὶ εἰϲ χρόνουϲ αἰώνων. ἀμήν.