Vita Porphyrii episcopi Gazensis

Marcus Diaconus

Marcus Diaconus. Vita Porphyrii episcopi Gazensis. Societatis philologae bonnensis sodales, editor. Leipzig: Teubner, 1895.

κατ’ ἐκεῖνο δὲ καιροῦ γυνή τιϲ ἐξ Ἀντιοχείαϲ, Ἴου λιανὴ καλουμένη, τὴν Γάζαν κατέλαβε τῇ Μανιχαίων [*](f. 128v) αἱρέϲει δεδουλωμένη. ἥτιϲ τοὺϲ νεωϲτὶ προϲιόνταϲ τῇ ὀρθοδόξῳ πίϲτει κακοτεχνίαιϲ τιϲὶν διέϲτρεφε καὶ χρή μάτων δόϲεϲιν. ἔϲτι δὲ πολὺ τὸ διεϲτραμμένον τῆϲ τοιαύτηϲ αἱρέϲεωϲ· θεοὺϲ πολλοὺϲ παρειϲάγουϲι, τοὺϲ Ἕλληναϲ πρὸϲ ἑαυτούϲ οἱ κακόφρονεϲ ἐφελκόμενοι· γέ- νεϲιν καὶ εἱμαρμένην καὶ ἀϲτρολογίαν διδάϲκουϲι, τούϲ ἀνθρώπουϲ πρὸϲ τὸ ἁμαρτάνειν ἀνδραποδίζοντεϲ, ὡϲ μὴ γνώμηϲ ἐξ οἰκείαϲ φερομένουϲ πρὸϲ τοῦτο, ἀλλ’ ἐρ ἀνάγκηϲ τῆϲ εμαρμένηϲ· ὁμολογοῦϲι Χριϲτόν, ἀλλὰ δο κήϲει καὶ φανταϲίᾳ τὴν ἐνανθρώπηϲιν ποιηϲάμενον, ἄλλων αἱρετικῶν οἰκειούμενοι πίϲτειϲ κἅντεῦθεν πολλοὺϲ ὑπο- ϲύροντεϲ. ὅμωϲ τῆϲ ψυχοφθόρου γυναικὸϲ |ἐκείνηϲ τι- νῶν ταῖϲ ἀπάταιϲ καίυπαχθέντων ὁ Πορφύριοϲ τὸ πρᾶγμα [*](18 τιϲίν : τιναῖϲ 19 ἔϲτι : ἔτι)

108
γνοὺϲ οὐκ ἠμέληϲε τὴν διόρθωϲιν, ἀλλὰ πρὸϲ διάλεξιν μᾶλλον εἰπεῖν διόρθωϲιν τὴν γυναῖκα μεταπεμψάμενοϲ, ἐπεὶ μετὰ πολλὰϲ ἐκείνη λόγων προτάϲειϲ καὶ ἀντιθέϲειϲ ἡ αὐτὴ ἦν καὶ οὐκ ἐνεδίδου τῆϲ πονηρᾶϲ ἐκείνηϲ γνώμηϲ καὶ βεβήλου θρηϲκείαϲ, ἐν κακῷ τοὺϲ λόγουϲ ποιουμένη τὴν ψυχὴν ἀπέρρηξεν. οἱ δέ γε ϲυνόντεϲ αὐτῇ φοβη- θέντεϲ καὶ προϲελθόντεϲ τῷ ἐπιϲκόπῳ, καὶ βαπτιϲθέντεϲ, πρότερον καλῶϲ τὴν θεογνωϲίαν ἐκπαιδευθέντεϲ, τῆϲ ἀγαθῆϲ μερίδοϲ γεγόναϲι καὶ πιϲτοὶ διὰ τοῦ βαπτίϲμα- τοϲ ἐγνωρίϲθηϲαν, ἀναθέματι τὸν Μάνην ὑποβαλόντεϲ· ἀρχηγὸϲ δὲ τῆϲ αἱρέϲεωϲ ταύτηϲ ὁ Μάνηϲ οὐτοϲ.

[*](f.129)

πέμπτοϲ ἔκτοτε χρόνοϲ ἐξῆκε, καὶ ὁ ναὸϲ τέλοϲ ἔλαβε καὶ τῆϲ Εξὐδοξίαϲ ἤκουϲε καὶ τὰ ἐγκαίνια κατ’ αὐ- τὴν εἴληφε τὴν ἡμέραν τοῦ πάϲχα. καὶ ὁ Πορφύριοϲ πολὺϲ ἦν οὐ τότε μόνον ἐν ἐλεημοϲύναιϲ, ἀλλὰ καὶ πάν- τοτε καὶ μάλιϲτα ταῖϲ τῶν ἁγίων νηϲτειῶν ἡμέραιϲ· ὃ καὶ κατὰ διαθήκαϲ ὕϲτερον διετυπώϲατο γίνεϲθαι.