Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

»Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς τοῖς ἐν Τύρῳ πάλιν συνελθοῦσιν ἐπισκόποις.

Ἐγὼ μὲν ἀγνοῶ, τίνα ἐστὶ τὰ ὑπὸ τῆς ὑμετέρας συνόδου μετὰ τοσούτου θορύβου καὶ χειμῶνος κριθέντα· δοκεῖ δὲ πως ὑπό τινος ταραχώδους ἀνταξίας ἡ ἀλήθεια διεστράφθαι, ὑμῶν δηλαδὴ διὰ τὴν πρὸς τοὺς πλησίον ἐρεσχελίαν , ἣν ἀήττητον εἶναι βούλεσθε, τὰ τῷ [*](– 10 vgl. Thdt. I 31, 3 p 88 — 10—26 Johannes? — 29—S. als Athan. apol. ad Ar. 86, der Quelle ist ür Socr. I 34 p. 158 ff. Soz. II 28. Johannes? (vgl. G. LoeschckeRhein. Mus. LXI, 34 ff.)) [*](A2)

180
θεῷ ἀρέσκοντα μὴ συνορῶντες.

ἀλλ’ ἔστω τῆς θείας προνοίας >ἔργον τὸ τὰ τῆς φιλονεικίας ἤγουν μᾶλλον κακουχίας ὑμῶν δεινὰ >φανερῶς ἁλόντα διασκεδάσαι καὶ ἡμῖν διαρρήδην δεῖξαι, εἴ τινα τῆς >ἀληθείας συνελθόντες αὐτόθι ἐποιήσασθε φροντίδα καὶ εἰ τὰ κεκρι- >μένα χωρίς τινος χάριτος καὶ ἀπεχθείας ἐκρίνατε.

τοιγαροῦν >ἠπειγμένως πάντας ὑμᾶς πρὸς τὴν ἐμὴν ἐλθεῖν εὐλάβειαν βούλομαι, >ἳνα τὴν τῶν πεπραγμένων ὑμῖν ἀκρίβειαν δι’ ἑαυτῶν ἐπ’ ἐμοῦ παρα- >στήσητε. τίνος δὲ ἕνεκα ταῦτα γράφαι πρὸς ὑμᾶς ἐδικαίωσα καὶ >ὑμᾶς διὰ τοῦ γράμματος πρὸς ἐμαυτὸν ἐκάλεσα, ἐκ τῶν ἑπομένων >γνώσεσθε.

>Ὡς Ἀθανάσιος, ὁ ἐπίσκοπος τῆς κατὰ Ἀλεξάνδρειαν ἐκκλησίας, >ὁ τοῦ θείου νόμου φοιτητής, πρὸς μέ ἐστιν, ὃς εἰσιόντι μοι ἀπὸ >προκέσσου ἐπὶ τὴν ἐπώνυμον ἡμῶν καὶ πανευδαίμονα Κωνσταντι- >νούπολιν πρόσεισιν ἐν μέσῳ τῆς λεωφόρου μετὰ ἑτέρων τινῶν ὡν >παρὶ ἑαυτὸν εἶχε, πενθῶν δὲ καὶ ὀλοφυρόμενος, αἰφνίδιόν τε τὴν >προέλευσιν ἐποιήσατο οὕτως, ὥστε καὶ ἐκπλήξεως ἀφορμὴν ἡμῖν >παρασχεῖν.

μαρτυρεῖ μοι γὰρ ὁ πάντων ἔφορος θεός, ὅτι οὔτε >ἐπιγνῶναι αὐτόν, ὅστις ἦν, κατὰ τὴν πρώτην ὄψιν ἠδυνήθην, εἰ μὴ >τῶν ἠμετέρων τινές, ὅστις <ἦν> καὶ τὴν ἀδικίαν, ἣν πέπονθε παρ’ ὑμῶν, >διηγήσαντο πυνθανομένοις. οὕτως τεταπεινωμένον κοὶ κατηφῆ τεθεά- >μεθα τὸν ἄνδραν, ὥστε ἡμᾶς εἰς ἄφατον οἶκτον ἐπ’ αὐτῷ περιπεσεῖν, >γνόντας ἐκεῖνον εἶναι τὸν Ἀθανάσιον, οὗ ἡ ἱερὰ θέα, ἱκανὴ πρὸς τὸ >εἰς τὸν τῶν ὅλων θεὸν σέβας καὶ τοὺς ἐθνικοὺς ἐφελκύσαι, ὅντινά >πάλαι πονηροί τινες ἄνδρες καὶ τῆς εἰρήνης καὶ ὁμονοίας ἀλλότριοι >συκοφαντίαις οὐ ταῖς τυχούσαις περιέβαλλον,

ὥστε καὶ εἰς] ἐμὲ αὐτὸν >ἐκ τῆς ἐκείνων πολυτέχνου ἀπάτης συναρπαγέντα μέλλειν με] ἁμαρ- >τεῖν εἰς τὸν ἄνδρα, εἰ μὴ θείᾳ κρίσει κινηθεὶς· ἐκέλευσα αὐτὸν τότε >ἀπὸ τῆς Ἀλεξανδρέων ἐπὶ τὸ τῆς ἡμετέρας ἡμερότητος στρατόπεδον >φθάσαι τὸ τάχος.

καὶ οὕτως ἀνακριθεὶς παρὰ τῆς ἐμῆς εὐλαβείας >περὶ τῶν κατ’ αὐτοῦ ψευδῶς δραματουργηθέντων, συστὰς ἐφ’ ἡμῶν >ὁ ἀνὴρ ἑαυτῷ ἤλεγξε μὲν τῶν κατηγορημάτων τὸ ψεῦδος, ἀθῶος δὲ Μοὶ πόντων ἐκείνων ἀποφανθεὶς μετὰ τιμῆς ὅτι μάλιστα πλείστης >παρ’ ἡμῶν ἐπὶ τὴν ἀπεστάλη ἀπεστάλη πατρίδα, ἀποδοθεὶς ἐν εἰρήνῃ >τῷ ὑπ’ αὐτοῦ ἰθυνομένη ὀρθοδόξῳ λαῷ.

[*](5 vgl. Tacitus ann, I 1: sine ira et studio und S. 174, 16)[*](A2)[*](15 (Je von späterer Hd. getilgt A 2 19 (tjv) nach Athan. Ltz. 20 διη· γἠσαντο G. L.] διηγήσατο A 2 23 nach ὅλων wiederholt: γνόντας ἐκεῖνον u. wieder gestrichen, wonach die Zeilenlänge der Vorlage zu bestimmen A 2 25 εἰς von späterer Hd. beanstandet A 2 25 f corr. Ltz.)
181

>Νῦν δὲ πάλιν χείρονα τῶν πρώτων τὰ δεύτερα κατ’ αὐτοῦ τε- >τολμῆσθαι βοᾷ μετὰ πλείονος παρρησίας. οὐδὲν ἕτερον παρ’ >αἰτῶν ἢ τὴν ὑμετέραν πρὸς ἡμᾶς ἄφιξιν, ἣν ἠξίωσεν αὐτῷ >ἵν᾿ ὑμῶν παρόντων ἃ πέπονθεν ἀναγκαίως ἀποδύρασθαι δυνηθῇ.

ὅ- >περ ἐπειδὴ εὔλογον εἶναι καὶ τοῖς καιροῖς πρέπον ἡμῖν κατεφάνη, >ταῦτα γραφῆναι πρὸς ὑμᾶς προσέταξα, ἵνα πάντες ὅσοι τὴν ἐν >σύνοδον γενομένην ἀνεπληρώσατε, ἀνυπερθέτως εἰς τὸ >τὸ ἡμἐτερον φθάσαι ἐπειχθῆτε, τοῖς ἔργοις αὐτοῖς ἐπιδεικνύοντες >τῆς ὑμετέρας κρίσεως καθαρόν τε καὶ ἀδιάστροφον, ἐπ’ ἐμοῦ >ὃν τοῦ θεοῦ εἶναι [με] γνήσιον θεράποντα οὐδ’ ἂν ὑμεῖς >κεκριμένα παρ’ ὑμῶν <ἀπολογούμενοι>.

τοιγαροῦν διὰ τῆς ἐμῆς πρὸς >τὸν θεὸν λατρείας τὰ πανταχοῦ εἰρηνεύεται καὶ τῶν βαρβάρων αὐτῶν >τὰ πλεῖστα ἔθνη τὸ τοῦ θεοῦ ὄνομα γνησίως εὐλαβουμένων, ἃ >νῦν τὴν ἀλήθειαν ἠγνόουν — δῆλον δὲ ὅτι ὁ τὴν ἀλήθειαν >οὐδὲ τὸν θεὸν ἐπιγινώσκει — πλὴν ὅμως, καθὰ προείρηται, καὶ >βάρβαροι αὐτοὶ νῦν δι’ ἐμέ. τὸν τοῦ θεοῦ θεράποντα γνήσιον, >γνωσαν τὸν θεὸν καὶ εὐλαβεῖσθαι μεμαθήκασιν, ὃν ὑπερασπίζειν >καὶ προνοεῖσθαι πανταχοῦ τοῖς ἔργοις αὐτοῖς ᾔσθοντο· ὅθεν >καὶ ἴσασι τὸν θεόν, ὃν ἐκεῖνοι μὲν διὰ τὸν πρὸς ἡμᾶς φόβον εὐλαβοῦν- >ται.

ἡμεῖς δὲ οἱ τὰ ἅγια μυστήρια τῆς εὐμενείας αὐτοῦ δοκοῦντες >προβάλλεσθαι, οὐ γὰρ εἴποιμι φυλάττειν, οὐδὲν ἕτερον >τὰ πρὸς διχόνοιαν καὶ μῖσος συντείνοντα καί, ἁπλῶς έͅπεῖν, τὰ πρὸς >ὄλεθρον τοῦ ἀνθρωπείου γένους ἔχοντα τὴν ἀναφοάν.

>Ἀλλ᾿ ἐπείχθητε, καθὰ προείρηται, πρὸς ἡμᾶς τὸ τάχος, >πεπεισμένοι, ὡς παντὶ σθένει κατορθῶσαι πειράσομαι, ὅπως ἐν τῷ νόμῳ >τοῦ θεοῦ ταῦτα ἐξαιρέτως ἀδιάπτωτα φυλάττηται, οἷς οὔτε ψόγος >οὔτε κακοδοξία τις προσπλακῆναι δυνήσεται, διασκεδασθέντων >λαδὴ καὶ συντριβέντων ἄρδην καὶ παντελῶς ἀφανισθέντων >ἐχθρῶν τοῦ νόμου τοῦ θεοῦ,

οἵτινες ἐπὶ προσχήματι τοῦ ἁγίου ὁνό- >ματος ποικίλας καὶ διαφόρους βλασφημίας πρὸς ἀπάτην τῶν >στέρων προφέρουσιν, ἐπιποθοῦντες ὡς οἷόν τε τὸ τῆς καθολικῆς >ἐκκλησίας καθαρόν, ἥντινα ὁ ἡμέτερος σωτὴρ ἄσπιλον >καὶ ἁγίαν καὶ ἄμωμον, τῷ σωτηριώδει καὶ τιμίῳ αὐτοῦ αἵματι >ράσας αὐτήν, καθὼς οἱ θεῖοι αὐτοῦ καὶ ἀρραγεῖς διαγορεύουσι

[*](33 vgl. Ephes. 5, 25 ff)[*](A2)[*](3 αἰτῶν Cer.] αὐτῶν A 2 Ι ὑμετέραν Cer.] Μέραν A 2 10 ὃν Athan.] ὄντος A 2 Ι με > Athan. 10 ἀρνηθείητε Athan. 10 f τὰ — ὑμῶν erg. etwa <ἀπολογούμενοι> Ltz. 31 ἐπιποθοῦντες — 34 νόμοι >)
182

Ταῦτα τὰ γράμματα εἰς ἀγωνίαν τοὺς ἐν τῇ συνόδῳ κατέστησαν, μάλιστα τοὺς περὶ Εὐσέβιον τὸν Νικομηδείας. οἱ μέντοι έν τῷ ὑπ’ αὐτῶν σταλέντες καὶ τὰ ψευδῆ ὡς ἀληθῆ ἐγγράψ·αντες, πρᾶξιν ὑπομνημάτων κατὰ Ἀθανασίου τοῦ μεγάλου συστησάμενοι κατὰ μονομέρειαν πρὸ τῶν βασιλικῶν τούτων γραμμάτων, φθάζουσιν ἐν τῇ Τύρῳ τῶν θαυμαστῶν ἐπισκόπων τὴν σύνοδον.

ἀλλ’ οὐ πάντες τὴν πλαστὴν ἐκείνην καὶ τῶν μυσαρῶν ἐκείνων συκοφαντῶν γέμουσαν κατὰ Ἀθανασίου πρᾶξιν προσεδέξαντο. ὅθεν οἱ πλεῖστοι αὐτῶν τὰ τοῖς βασιλικοῖς γράμμασι περιεχόμενα ἐκ τῆς ἀναγνώσεως μεμαθηκότες ἐπὶ τὰ ἑαυτῶν δείσαντες ἀνεχώρησαν.

οἱ δὲ περὶ Εὐσέβιον τὸν Νικομηδείας καὶ Θεόγνιον κοὶ τοὺς σὺν αὐτοῖς έν τῇ Τύρῳ ἐχρόνιζον, παρέλκοντες παρέλκοντες ἑκοντὶ τὸν καιρόν, ἔγραφον δὲ τῷ εὐσεβεῖ βασιλεῖ ἄκουσας ἐπέχεσθαι ἐκεῖσε, ἐπειγομένους ἐξορμᾶν πρὸς αὐτὸν καὶ τὴν τῶν πλαστῶν ὑπομνημάτων πρᾶξιν, ἣν ὡς μῦσος ἀπέρριψε καὶ οὔθ’ ὅλως προσδέξασθαι ἠνέχετο βασιλεὺς ὀ πιστότατος, ἥκειν ἅπαξ πρὸς αὐτὸν τοὺς ἀλιτηρίους κελεύσας.

Ἐν δὲ τῷ μεταξὺ βραδυνάντων αὐτῶν, τῶν περὶ Εὐσέβιον λέγω, μετὰ τιμῆς ὅτι μάλιστα πλείστης τὸν Ἀθανάσιον ἐπὶ τὴν Ἀλεξάνδρειαν πάλιν ἀπέπεμψε, γράψας καὶ αὖθις τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ, ὅτι ὁ αὐτῶν ἐπίκοπος Ἀθανάσιος ψευδῶς διεβέβλητο, καὶ ὡς ἡ καθαρότης αὐτοῦ ἐν πᾶσι τηλαυγῶς ἐξέλαμψεν.

ἐν δὲ τῷ παρεῖναι τὸν Ἀθανάσιον κατὰ τὴν Ἀλεξάνδρειαν καὶ συγκροτεῖσθαι κατὰ τὰς βασιλικὰς κελεύσεις καὶ τὰς τῶν ὀρθοδόξων ἐπισκόπων τῶν εἰς τὰ ἐν Ἱεροσολύμοις ἐγκαίνια συναχθέντων προστάξεις <τὴν σύνοδον>, ἀπαντᾷ τὰ κατὰ Ἄρειον, καὶ πολλή τις ἠν τοῦ πλήθους συνέλευσις καὶ ἐλπὶς ἐπὶ ταλαντευομένῃ ἐκβάσει περιαγομένη, μάλιστα πάντων ὁρώντων τὰ τοσούτοις καὶ τηλικούτοις ἐπισκόποις συμφώνως δόξαντα καὶ κριθέντα πάλιν διασκυλλόμενα.

ὁρῶν τοίνυν ὁ θεῖος Ἀθανάσιος ταραττομένην τὴν Ἀλεξάνδρειαν καὶ πᾶσαν τὴν Αἴγυπτον οὐ παρεσιώπησεν, ἀλλὰ φανερὰ διὰ γραμμάτων ταῖς εὐσεβέσιν ἀκοαῖς τοῦ πάντα ἀρίστου καὶ βασιλέως βασιλέως κατέστησεν.

Ὡς δὲ ἔγνω ὁ βασιλεὺς διεστράφθαι τὸν Ἄρειον, πάλιν αὐτὸν ἐπὶ τὴν Κωνσταντινούπολιν ἀχθῆναι προσέταξε, δώσοντα λόγον, ὧν ἀνακαινιεῖν πάλιν ἐτόλμησε, γράψας αὐτῶ καὶ σὺν αὐτῷ ἐπιστολὴν τῆς κατ’ αὐτῶν ἀγανακτήσεως γέμουσαν. τὰ δὲ γραφέντα ἐστὶ ταῦτα·

[*](1 vgl. Socr. I 35, 1 p. 163 — 3—35 Johannes? — 4 vgl. oben S. 178, 10)[*](A2 A1 (von Ζ. 7 σύνοδον an))[*](1 ἀγῶνα Socr. 14 πρᾶξιν <ἀπέστειλαν> wohl zu Unrecht Cerlani 24 corr. Ltz.)
183

  • Ἐπιστολὴ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου πρὸς Ἄρειον καὶ Ἀρειανούς.