Historia Ecclesiastica
Gelasius
Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.
»Εχων τοίνυν τῆς ἐμῆς βουλῆς τὸ γνώρισμα, πᾶσι τοῖς βουλο- >μένοις εἰς τὴν ἐκκλησίαν εἰσελθεῖν ἀκώλυτον πάρασχε τὴν εἴσοδον. >ἐὰν γὰρ γνῶ, ὡς κεκώλυκας τινὰς τῆς ἐκκλησιαστικῆς >νους πίστεως ἢ ἀπεῖρξας τοὺς τοιούτοις τῆς εἰσόδου, ἀποστελῶ παραχρῆμα τὸν καθαιρήσοντά σε ἐξ ἐμῆς κελεύσεως καὶ τῶν τόπων >μεταστησοντα«.
Ὁμοίως δὲ καὶ Ἀλεξάνδρῳ τῷ ἐπισκόπῳ ὑπὲρ Ἀρείου τὰ ἴσα ἔγραφεν·
»Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς πατρὶ Ἀλεξάνδρῳ >ἐπισκόπῳ.
>Καὶ νῦν ἄρα ὁ παμμίαρος φθόνος ἀνοσίοις ὑπερθέσεως σοφίσμα- >σιν ἀνθυλακτήσει· τί οὐν πρὸς τὸ παρόν; ἕτερα παρὰ τὰ ὑπὸ τοῦ >ἁγίου πνεύματος δι’ ὑμῶν κεκριμένα δογματίσομεν, ἀδελφὲ τιμιώ- >τατε;