Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ὁ μὲν οὖν πιστότατος βασιλεὺς Κωνσταντῖνος τῆς τῶν ἐκκλησιῶν εἰρήνης προμηθούμενος τὰς τούτων φροντίδας κατὰ τὸν ἀπόστολον, ὡς πολλάκις εἰρήκαμεν, ἐν τῇ ψυχῇ περιέφερεν. οἱ δὲ τῷ δοκεῖν ἱερεῖς λεγόμενοι, ὅσοι τὴν Ἀρείου λώβην εἰσεδέξαντο, ἠρεμεῖν οὐκ ἠνείχοντο, ἄσπονδον τὸν κατὰ τῆς ἀληθείας ἀναδεξάμενοι ποικίλας μηχανὰς κατὰ τῆς ὀρθῆς ἐπιτεχνώμενοι πίστεως.

Κων- Ἀρείου βλασφημίας κοινωνῶν, θῶπα ἀκροθίνιον τουνομα Εύτοκιον.

καὶ τὰ μὲν πρῶτα προσεφθάρη τισὶ τῶν τῆς Κωνσταντίας θεραπευτῶν, αὐτίκα δὲ καὶ αὐτῇ τῇ Κωνσταντίᾳ εἰς ὄψιν ἔρχεται. καὶ δὴ πλείστης ὅσης πρὸς αὐτῆς ἀπολαύων παρρησίας ὁμοῦ καὶ κηδεμονίας διὰ τῶν συχνοτέρων συντυχιῶν προὐχώρει αὐτῷ καὶ ἡ περἰ Ἀρείου πρὸς αὐτὴν ὁμιλία.

θαρρήσας δὲ λοιπὸν συνήρπαζεν αὐτὴν διὰ τὠν ἀπατηλῶν αὐτοὐ λόγων. ὡς φθόνος, φησί, μόνος τὰ κατὰ Αρείου εἰργάσατο. ἔπειθέ τε αὐτὴν διὰ τούτων καὶ τῶν τοιούτων ἀπατηλῶν αὐτοῦ λόγων, ὡς τὰ αὐτά φησι φρονεῖ καὶ διδάσκει [*](15 – S. aus 7 aus Johannes? Gelasius bietet mehr als die Parallelrecensionen Socr. I 25, Thdt. 11 3, Rufin X 12 — 22 s. SS. 13, 6f. 18, 16. 147, 19 — 24 f der Name nur hier überliefert) [*](Α 2) [*](zu 7 vgl. Thdt. 8 ἵστατο Thdt. 17 τῷ Holl] τοῦ A 2 27 ἀπολαύων υ auf Rasur (vgl. S. 155, 27) A 2 31 Ἄρειον A 2 32 λόγον A 2)

159
Ἄρειος ὁμοίως Ἀλεζάνδρῳ καὶ τοῖς ἀνὰ τὴν οἰκουμένην ἐπισκόποις.

ἡ δὲ Κωνσταντία ἐπίστευσε τοῖς λεγομένοις αὐτῇ παρ’ αὐτοῦ, μάλιστα ἀκούσασα πὰρ αὐτοῦ ὁμόφρονα εἶναι τὸν Ἄρειον Ἀλεξάνδρου τοῦ ἐπισκόπου Ἀλεξανδρείας, ζήλῳ δὲ τῆς παρὰ τῶν πολλῶν εὐκληρίας μάτην αὐτῷ ἐναντιοῦσθαι τὸν πάπαν Ἀλέξανδρον. γίνεται οὖν εἰσδεξαμένην τὴν Κωνσταντίαν τὰ τῆς τοῦ κατὰ Ἄρειον πρεσβυτέρου ἀπάτης ῥήματα ἡσθῆναι μὲν αὐτὴν ἐπὶ τοῖς εἰρημένοις καὶ πλείονος τὸν πρεσβύτερον ἐκεῖνον ἀξιῶσαι τιμῆς κοὶ ἐν τοῖς οἰκειοτάτοις ἔχειν αὐτόν.

Μετ᾿ οὐ πολὺ δὲ ἀσθενείᾳ χαλεπωτάτῃ περιέπεσεν, ἐν ᾗ καὶ ἐτελεύτησε. γνοὺς τοίνυν ὁ εὐσεβέστατος βασιλεὺς Κωνσταντῖνος παρεγένετο σπουδαίως πρὸς αὐτὴν ἐπισκεψόμενος αὐτήν. καὶ γὰρ μετὰ τὴν τοῦ ἀσεβοῦς ἀνδρὸς αὐτῆς τελευτὴν καὶ τὴν τῆς θεοφιλεστάτης καὶ ἀοιδίμου Ἑλένης τῆς μητρὸς αὐτῶν εἰς τὸν ἄλυπον βίον μετάστασιν πάσης αὐτὴν κηδεμονίας ἠξίου ὁ πανεύφημος οὗτος καὶ πιστότατος βασιλεύς, καὶ τῶν τῆς χηρείας ἢ ὀρφανίας ὀδυνηρῶν πεῖραν αὐτὴν λαβεῖν οὐκ ἐφῆκέν. οὗ καὶ χάριν καὶ παρ᾿ αὐτὴν τὴν τελευτὴν τὴν ἁρμόττουσαν αὐτῇ καὶ ἀπὼν καὶ παρὼν παρεῖχε θεραπείαν.

μετὰ γοῦν πολλὴν συνομιλίαν τοῦ τε βασιλέως καὶ τῆς Κωνσταντίας λέγει πρὸς αὐτὸν ἡ Κωνσταντία ἅτε πρὸς γνήσιον ἀδελφὸν θαρροῦσα· »μίαν μοι χάριν δός, ὦ πανεύφημε βασιλεῦ, ἀπερχομένῃ πρὸς τὸν θεόν« ὁ δὲ βασιλεὺς πρὸς αὐτήν· »ποίαν, φησίι ταύτην«; ἡ δὲ Κωνσταντία πρὸς αὐτὸν ἐφη· »δέομαί σου, φησί, βασιλεῦ, ἵνα τὸν Ἄρειον ἀνεθῆναι τῆς ἐξορίας κελεύσῃς καὶ τὴν ἀπὸ συοκευῆς ἐπαναστᾶσαν αὐτῷ συμφορὰν καταστείλῃς, μηδὲ ἐν βραχεῖ ἀθώοις αἵμασι κηλίδα τῇ εὐοεβεῖ σου βασιλείᾳ προσάφῃς«.

ἠνέσχετο οὖν τῆς ἀδελφῆς ὁ βαοιλεὺς Κωνσταντῖνος, νομίσας αὐτὴν ἀδελφικῇ διαθέσει ταῦτα λέγειν πρὸς αὐτὸν καὶ μὴ παραπεισθεῖσαν ὑπὸ τοῦ κατὰ Ἄρειον πρεσβυτέρουι σύμβουλον ἀσφαλῆ νομίσας αὐτῷ εἶναι τὴν ἀδελφήν.

καὶ τέως μὲν ἐπιβῆναι τὸν Ἄρειον τῇ Ἀλεζαδρείαι καὶ τῇ Αἰγύπτῳ ἐκώλυσεν, ἀνεθῆναι δὲ αὐτὸν εὐθέως τῆς ἐζορίας ἐκέλευσε διὰ τὴν τῆς Κωνοταντίας τῆς αὐτοῦ ἀδελφῆς παράκλησιν. παρθετο δὲ αὐτῷ ἡ Κωνσταντία καὶ τὸν πρεσβύτερον ἐκεῖνον τὸν κατὰ Ἄρειον πείθεσθαι αὐτῷ τὸν βασιλέα παρακαλέσασα καὶ τοῖς ὑπ᾿ αὐτοῦ λεγομένοις ἥδεσθαι· »ὡς ἔχουσα πεῖραν αὐτοῦ τῆς ὀρθότητος, σοὶ τοῦτον, εὐσεβέστατε βασιλεῦ, παρακατατίθημι«.

[*](12—17 vgl. Thdt. II 3, 2f p. 96)[*](Α2)[*](6f πρεσβύτερον A2 25 συσκευῆς corr. aus σκευῆς A2)
160

Καὶ δὴ ἡ μὲν Κωνσταντία τὸν ἀνθρώπειον ὑπεξέρχεται βίον· ὅ γε μὴν πρεσβύτερος ἐκεῖνος ἐν τοῖς βασιλείοις εἰσέδυ, ὁ γὰρ δὴ ἡμερώτατος καὶ θεοφιλέστατος βασιλεὺς τῇ Κωνσταντίᾳ τοῦτο ποιεῖν ὑποσχόμενος, μετὰ ταῦτα πεπληρωκε τὴν υποσχεσιν κοὶ θαμὰ φοιτᾶν παρ’ αὐτὸν ἐκελεύετο, παρρησίας τε ὅτι μάλιστα πλείστης αὐτῷ ὁ βασιλεὺς μετἐδωκε, καὶ λίαν ἐν τοῖς οἰκειοτάτοις τοῦ χριστοφόρου βασιλέως Κωνσταντίνου ὑπῆρχε.

Ταῦτα ἀκούσαντες Εὐσέβιος ὁ Νικομηδείας καὶ Θεόγνιος ὁ Νικαίας ἔτι έν τῇ ἐξορίᾳ διάγοντες, θαρρήσαντες γράφουσι βιβλίον μετανοίας δῆθεν καὶ πέμπουσι τοῖς κορυφαιοτάτοις τῶν ἐπισκόπων ἀνακληθῆναι τῆς ἐξορίας αἰτοῦντες, διαβεβαιούμενοι λόγῶ, οὐ τρόπῳ, ὡς καὶ τὸ πρότερον, δέχεσθαι καὶ κρατεῖν τὴν ἐν Νικαίᾳ πίστιν.

καὶ δὴ χρηστευσαμένων εἰς αὐτοὺς τῶν ἐπισκόπων τῶν τὸ βιβλίον τῆς ἐπιπλάστου μετανοίας αὐτῶν δεξαμένων, καὶ τῆς ἐξορίας κατὰ παρἀκλησιν ἀνεκλήθημεν ἐκ βασιλικοῦ προστάγματος καὶ τὰς ἐκκλησίας ἐξ ὧν ἐξηλάθησαν, ἀπειλήφασι, τοὺς εἰς τὸν αὐτῶν τόπον χειροτονηθέντας ἐπισκόπους ἐξωθήσαντες, Ἀμφίονα μὲν Εὐσέβιος, Χρῆστον δὲ Θεόγνιος.

Καλὸν δ’ ἂν εἴη καὶ αὐτοῦ τοῦ βιβλίου τῆς νόθου αὐτῶν μετανοίας τὸ ἀντίγραφον ἐντάξαι τῇδε τῇ συγγραφῇ. ἔστι δὲ οὕτως·

  • Βιβλίον ἐπιπλάστου μετανοίας Εὐσεβίου τοῦ Νικομηδείας καὶ Θεογνίου Νικαίας·