Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

τούτων ἡμῖν ὁ πιστότατος Βακκούροις ὑφηγητὴς γέγονεν, ἀνὴρ εὐλαβέστατος καὶ τοῦ βασιλικοῦ γένους τῶν παρ᾿ αὐτοῖς Ἰβήρων περιφανέστατος, <ὃς> σατράπης καταστὰς καὶ ταῖς ἀκρωρείαις τῆς Παλαιστίνης κατὰ τῶν Σαρακηνῶν βαρβάρων ἐπιστρατεύσας πόλεμον ἄκρως ὅτι μάλιστα τὴν κατ αὐτῶν νίκην ἤρατο.

Ἀλλ’ ἐπανιτέον εἰς τὸ ἐγχειρισθὲν τῆς βασιλείας τῆς ἱστορίας· ὁ γάρ τοι βασιλεὺς Κωνσταντῖνος ἐπιμελέστερος ὤν περὶ τὸν χριστιανισμὸν καὶ ἀποστολικῷ εἰς τὸν Χριστὸν ἐκκαιόμενος πόθω, ἑτέρας καὶ αὐθις ἐκκλησίας κατὰ πόλεις ἐποίει κοὶ μίαν μὲν ἐν τῇ καλουμένῃ δρυὶ τῇ Μαμβρῇ, ὐφ᾿ ἥν τοὺς ἀγγέλους ξενισθῆναι πρὸς τοῦ Ἀβραὰμ οἱ ἱεροὶ λόγοι μηνύουσι, κατεσκεύασε.

μαθὼν γὰρ ὁ τὰ πάντα ἄριστος καὶ θεοφιλέστατος βασιλεὺς Κωνσταντῖνος ὑπὸ τῇ δρυὶ ἐκείνῃ βωμὸν ἱδρῦσθαι καὶ θυσίας Ἑλληνικὰς ἐπ᾿ αὐτῷ τελεῖσθαι, μεμφεται μὲν δι᾿ ἐπιστολῆς Εὐσεβίῳ τῷ Καισαρείας τῆς Παλαιστίνης ἐπισκόπῳ παριδόντι τὸ τοιοῦτον μυσαρὸν κελεύει δὲ τὸν μὲν βωμὸν ἀνατραπῆναι, πρὸς δὲ τῇ δρυὶ ἐκκλησίαν τοῦ θεοῦ τοῦ ζῶντος κατασκευασθῆναι.

ἔτι καὶ ἐν Ἡλιουπόλει τῆς Φοινίκης μαθὼν αὐτοὺς ἀσεβῶς βιοῦντας καὶ αἰσχρὰν ἀγωγὴν μετιόντας, νόμῳ σεμνῷ τὸν αἰσχρὸν αὐτῶν ἀνεῖλε βίον, ἐκκλησίαν δὲ κτίσας ἐν τῇ αὐτῇ πόλει καὶ ἐπίσκοπον χειροτονηθῆναι παρασκευάσας κλῆρόν τε ἱερὸν σὺν αὐτῷ ἐν αὐτῇ τῇ ἐκκλησίᾳ καθιερω- [*](14 Quellenangabe fast wörtlich so bei Rufin — 20—S. 155, 11 Socr. I 18, 5ff p. 110 — 24 vgl. Gen. 18, ff) [*](A2) [*](1 ῷ in τῷ undeutlich Α2 16 corr. Holl 22 ἐκκαιόμενος: αι durch Correctur A2 30 im Text ἀνατραπῆ, darüber von 2. Hd. εἰναι A2)

155
θῆναι προστάξας, οὕτως τὰ Ἡλιουπολιτῶν κακὰ μετριώτερα ἀπειργάσατο, οὐ μὴν ἀλλὰ γὰρ καὶ ἄρχοντας πολιτικοὺς Χριστιανοὺς καὶ ἐπὶ βίῳ σεμνῷ μαρτυρουμένους ἐπιλεξάμενος προσκατέστησε τῇ πόλει καὶ τῇ περιχώρῳ πάσῃ, θάνατον αὐτοῖς ἀπειλήσας, εἰ μὴ τῆς πρότερον προσούσης αὐτοῖς αἐσχρουργίας καὶ τῆς περὶ τὰ μυσαρὰ εἴδωλα δεισιόαιμονίας αὐτῶν ὡς τάχιστα ἑαυτοὺς μεταβάλοιεν.

ἴτι τε τὸν ἔν Ἀφάκοις τῆς Ἀφροόίτης* ἀρρητοποιΐας ἀνέτρεψε, καὶ τὸν ἐν τῇ Κιλικίᾳ Πυθωνικὸν ἀπήλασε δαίμονα, τὸν ναὸν ἐν ᾧ ἐφώλευεν ἐκ θεμελίων ἀνατραπῆναι κελεύσας. τοιαῦτα ὁ πιστότατος βασιλεὺς Κωνσταντῖνος πανταχοῦ γῆς εἰργάζετο χρηστά.

Παραθήσω δὲ καὶ ἕτερον τεκμήριον τῇδε τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ τῆς τοῦ αὐτοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου εἰς τὸν τῶν ὅλων θεὸν πίστεως. τοσοῦτος γὰρ αὐτῷ ἦν ὁ περὶ τὸν Χριστὸν πόρος καὶ ζῆλος, ὡς καὶ εἰς Πέρσας σκεπτόμενος ὑπὲρ τῶν ἐκεῖσε Χριστιανῶν διαβῆναι κελεῦσαί τε κατασκευασθῆναι σκηνὴν ἐκ ποικίλης ὀθόνης ἐκκλησίας τύπον ἀποτελοῦσαν, ὡς καὶ Μωσῆς ἐν τῇ ἐρήμῳ πεποίηκε καὶ ταύτην φέρεσθαι ἐν τῇ ὁδῷ, ἵνα ἔχῃ κατὰ τοὺς ἐρήμους τόπους εὐκτήριον εὐπρεπές, ἐν ᾧ τὰς εὐχὰς τῷ θεῷ ἀναπέμπει.

ἀλλὰ τὴν μὲν ἐπὶ τὴν Περοίδα πορείαν διανύσαι αὐτὸν τότε κατὰ γνώμην αὐτῷ οὐχ ὑπήντησε, τῆς τῶν ἐκκλησιῶν τοῦ θεοῦ προμηθουμένῳ εἰρήνης· ὁ δ᾿ ἐκεῖσε, τῶν Περσῶν λέγω, βασιλεὺς ὑπὲρ τῶν ὑπ᾿ αὐτὸν τῆς εὐσεβείας τροφίμων τὴν πρόνοιαν ποιούμενος, μαθὼν αὐτοὺς ὑπὸ τῶν ἐκεῖσε ἀσεβῶν ἐλαυνομένους καὶ αὐτὸν δὲ τοῦτον τὸν ἐκε〈ίνων〉 βασιλέα τῇ πλάνῃ δεδουλωμένον παντοδαποὺς αὐτοῑς καττύειν ἐπιβουλάς, Σαβώριος δὲ ἦν, ἐπέστειλεν αὐτῷ καὶ εὐσεβεῖν παραινῶν καὶ τοὺς εὐσεβεῖς καὶ Χριστιανοὺς τιμῆς ἀπολαύειν αἰτῶν. σοφῆ δὲ τὴν τοῦ φιλοχρίστου βασιλέως σπουόὴν αὐτὰ δείξει τὰ γράμματα.

  • Ἐπιστολὴ βασιλέως Κωνσταντίνου πρὸς Σαβώριον τὸν τῶν Περσῶν βασιλέα περὶ
  • τηΛ τοῦ λαοῦ τοῦ θεοῦ προνοίας.