Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἦν δὲ ἐν αὐτοῖς καὶ ὁ μέγας καὶ ἅγιος Παφνούτιος τὸν τῶν ὁμολογητῶν καὶ ἐπισκόπων κατακοσμῶν χορόν, ἀνὴρ Αἰγύπτιος, θεοῦ δὲ ἄνθρωπος ἐκ τῆς ὁμηγύρεως ἐκείνης, οὗ Μαξιμιανὸς ὁ βασιλεὺς τὸν δεξιὸν ἐξώρυξεν ὀφθαλμὸν καὶ τὰς λαιὰς ἐνευροκόπησεν ἀγκύλας παραδοὺς τοῖς μετάλλοις δυνέχεσθαι,

ἐν ᾧ τοσαύτη ἦν ἡ τοῦ θεοῦ χάρις, ὥστε σημεῖα αὐτὸν ποιεῖν μηδὲν ἐλάττω τῶν πάλαι ὑπὸ τῶν [*](9—18 vgl. Rufin. X 2 am Ende, p. 961 — 20—S. 57, 7 vgl. Rufin. p. 963; s. auch Socr. I 11 p. SS. Philostorgius III 12 p. 43 Bidez. Georgios Monachos II p. 507, 15ff de Boor) [*](A1 (bis Ζ. 17 ἐκήρυττον) H V1P3 M2P1P2) [*](1 τῶν > A1P3 2 Περὶ HP3, in A1 ist nur noch ἔφ zu lesen, eine spätere Hd. fügt hinzu κε ° (?) 4f ἁμαρτάνουσι HV1P3 5 προσθῆναι V1 6 A1HM2P1 ἐγεγώνειν P2 ἐγεγόνει V1 γεγόνει P3 7 ἂν > P3 | βλάφη M2P1P2 (Thdt) 8 ἡ2] A1 9 ἡ[μέρας] A1 | δὲ2 + ἡμέρας A1H | καὶ > P3 10 συνερχόμεν[ος] A1 13 ἀρέͅ[ου]A^ 15 ἄ[ριστοι] A1 16 ἠσφαλισ[μένοι] A1 17 ἐκ[ήρυττον] A1 (eine spätere Hd. hat ergänzt ρύτ~; damit endet 17 μεθ᾿—S. 60, 12 μακαρίας > A1 18 θέλουσι M2P1P2 20 καὶ2 > M2 22 Μαξιμῖνος V1P3 23 ἐξώρυττεν V1P3)

57
ἀποστόλων γεγενημένων. λόχῳ γὰρ μόνῳ τοὺς δαίμονας ἐφυγάδευε καὶ εὐχῇ διαφόρους ἀσθενοῦντας ἐθεράπευε τυφλοῖς τε τὸ βλέπειν τὸν θεὸν ἐξαιτούμενος παρείχετο καὶ παρεθέντας πρὸς τὴν κατὰ φύσιν ἦγεν ἀκμὴν τὰ μέλη ἐνεργεῖν ποιῶν ὑγιῶς.

ὃν ὁ βασιλεὺς σφόδρα διὰ τιμῆς ἦγε συνεχῶς τε ἐπὶ τὰ βασίλεια μετεπέμπετο καὶ τὸν ἐξορωρυγμένον ὀφθαλμὸν κατεφίλει· τοσαύτη προσῆν τῷ εὐσεβεῖ βασιλεῖ πρὸς τοὺς ἁγίους πίστις.

  • Περὶ τοῦ ἁγίου Σπυρίδωνος.