Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Καὶ δὴ καὶ Σπυρίδων Κύπριός τις ἀνὴρ ἐπίσημος ἐν κυρίῳ καὶ τὴν ἐκ ποιμενικὴν ποιμενικὴν πεῖραν τῇ τοῦ Χριστοῦ ποίμνῃ καθιερωμένος, προφητικῷ βίω̣ διαγινόμενος ἐγνωρίζετο, ὃς καί γε διέπων τὴν ἐπισκοπὴν τοῦ ποιμαίνειν τὰ ἴδια πρόβατα οὐκ ἐπαύετο.

οὕτω δὲ ἦν χρηστὸς καὶ ἀνεξίκακος, ὅτι λῃστῶν ἐφόδου δόλῳ προσβαλόντων τῇ ποίμνῃ ἀοράτοις τε δεσμοῖς κρατουμένων κινηθῆναί τε μὴ δυναμένων ἕως πρωί, ἐπιστὰς ὁ μακάριος δι’ εὐχῆς ἀνεθῆναι αὐτοὺς τῆς συνοχῆς ποιεῖ· οὐ μὴν ἀλλὰ καὶ τῶν κριῶν τὸν κράτιστον άποιχομένοις δίδωσιν, εἰπών· λάβετε, »λάβετε, νεανίσκοι, πρὸς ἀπόχρησιν τοῦτον. μὴ ἄπρακτοι ἀπιόντες τῇ νυκτὶ ταύτῃ δι’ ἐμὲ τὴν αἰτίαν τῆς ἀπο- ρίας καταμέμψησθε.«

πολλὰ μὲν οὐν καὶ ἄλλα θαυμαστὰ περὶ τοῦ ἁγίου τούτου ἀκηκόαμεν, ἓν δὲ ἐκ πολλῶν παραθήσομεν.

  • Ὅπου τὴν θυγατέρα αὐτοῦ τεθνεῶσαν ἐγείρει διὰ τὸν ἔμπορον.