Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἀλλὰ τὸ κατὰ τὴν σύνοδον γεγονὸς θαυμαστὸν παρὰ του τὰ πάντα νικηφόρου βασιλέως οὐκ ἄξιον σιωπῇ παραπέμψασθαι. καὶ γὰρ ἐπισυναχθέντων πάντων τῶν ἐπισκόπων καί, καθὼς ἔθος ἐστί, γενομένων ζητήσεών τε καὶ συγκρίσεων παρά τινων τῶν ἐπισκόπων ἐρεσχελιῶν ἕνεκα ἄλλου πρὸς ἄλλον ἔχοντος, λιβέλλων τε ἐπιδιδομέ- [*](1—24 vgl. Thdt. I 7, 13. 14 p. 32f. Socr. I 8, 31 p. 46. Rufin. Χ 5 p. 964 — 25—S. 55, 18 vgl. Rufin. X 2 p. 961. Socr. I 8, 18ff p. 41 A2A1 (von Ζ. 25 ὅπου an) H V1P3 M2P1P2) [*](1 τὰ > H 2 προσέφερε] φέρων A2 4 δὲ > P2 es ist ein Anakoluth. Pasquali. 5 πρός—6 τε > V1 7 πάλαι εἰρήκαμεν] προειρήκαμεν M2P1P2 8 ἀντεμάχοντο] ἀντέχον τ P3 10 θεόγνιος A2 θεόγνης V1P3 θέογνις HM2P1P2 11 Μάρῑς A2 12 πατρόφυλος HM2P1P2 | νάρκισος HM2P1P2V1P3 16 ἀντεπράττοντο 17 δὲ > V1P3 18 Ἀλέξ. + ὁ HM2P1P2 28 ἐπισυνεχθέντων M2 | ἔστιν ἔθος ~ P2)

55
νων ὑπ᾿ αὐτῶν καὶ ἐγκλημάτων συγκροτουμένων παρὰ τῷ εὐσεβεῖ βασιλεῖ, δεξάμενος τοὺς λιβέλλους σφραγίσας τε τῷ δακτυλίῳ αὐτοῦ ἐκέλευσε φυλάττεσθαι·

ἐνορῶν τε τῶν τοιούτων ἐπισκόπων τὴν πρὸς ἀλλήλους ζυγομαχίαν, εἶπεν, ὅτι χρὴ πάντας ὁμοῦ ἐν μιᾷ ἡμέρᾳ συνελθόντας περὶ τούτων διαλαβεῖν. καὶ ἐνστάσης τῆς προθεσμίας εἰς μέσον καθίσας ὁ βασιλεὺς καὶ ἡσυχίας γενομένης τῷ καιρῷ πρεπούσης πάντων τοὺς λιβέλλους προσέταξεν ἐνεχθῆναι· καὶ δὴ δεξάμενος καὶ ἐν τῷ οἰκείῳ κόλπῳ θέμενος μήτε ἐγκύψαι τοῖς ἐμφερομένοις ἐθελήσας, λέγει·

»τοῦ θεοῦ ὑμᾶς προχειρισαμένου ἱερεῖς τε καὶ ἄρχοντας κρίνειν τε καὶ διακρίνειν τὰ πλήθη καὶ θεοὺς εἰναι ἅτε δὴ ἀνθρώπων ἁπάντων ὑπερέχοντας ὁρισαμένου κατὰ τὸ εἰρημένον· >ἐγὼ εἶπα· θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες< καὶ τό· >ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν< χρὴ τῶν μὲν κοινῶν ἀλιγωρεῖν πραγμάτων, πᾶσαν δὲ τὴν σπουδὴν περὶ τὰ θεῖα ποιεῖσθαι«.

καὶ κελεύσας ἐνεχθῆναι πῦρ, ἐμπρησθῆναι τοὺς λιβέλλους προσέταξεν. ἔσπευδε γὰρ μηδένα τῶν ἔξω ἐπιγνῶναι τῶν τοιούτων ἐπισκόπων τὴν ἀνώμαλον ἐπιχείρησιν· τοσαύτη ἡ τοῦ βασιλέως πρὸς τοὺς ἱερεῖς τοῦ θεοῦ εὐλάβεια, ἣν θαυμάσειαν ἅπαντες οἱ εὖ φρονοῦντες.

Κἀκεῖνο δὲ ὁμοιότροπον τούτῳ ὑπ᾿ αὐτοῦ γεγενημένον οὑ δίκαιον ἡγοῦμαι παραδοῦναι σιγῇ. φιλαπεχθήμονες γὰρ ἄνδρες καὶ φιλολοίδοροι λαϊκοὶ ἐγράφαντο τῶν ἐπισκόπων τινὰς καὶ τῷ βασιλεῖ τὰς ἐγγράφους κατηγορίας ἐπέδοσαν καὶ ταῦτα πρὸ τῆς γεγενημένης ὁμονοίας.

ὁ δὲ καὶ ταύτας δεξάμενος, εἶτα δεσμὸν ἐπιθεὶς καὶ τῷ δακτυλίῳ σημηνάμενος, φυλαχθῆναι καὶ ταύτας ἐκέλευσεν. εἶτα τὴν σύμβασιν τῆς ὁμονίας ἐργασάμενος, ταύτας κομισθῆναι προστά- [*]( 5 f vgl. für den Ausdruck Socr. I 8, 18 p. 41 und Sozom. I 17, 3—5 — 12f Psal. 81, 6. ebd. 1 — 19—S. 56, 8 vgl. Theod. I 11, 4—6 p. 47 ) [*]( A1H V1P3 M2P1P2 2 σφραγίσας τε] σφραγίσασθαι P2 4 [καὶ] Α1 5 [δια]λαβεῖν Α1 | [καὶ ἐνστά]σης Α1 | προσθεσμίας Α1 7 [καὶ] Α1 8 θέ[μενος] Α1 | am Rand ὅρα τοῦ ἁγίου βασιλέως περὶ τὰ θεῖα εὐλάβειαν Η 10 διακρ[ίνειν] Α1 11 ὑπερέχοντας ἁπάντων ~ Α1 12 ὑ[ψίστου] Α1 13 κοι[νῶν] Α1 14 [ποι]εῖσθαι Α1 15 ἀνεχθῆναι, am Rand von späterer Hd. ἐνεχθῆναι Μ2 16 το[ιούτων] Α1 17 β[α]σιλέως Α1 18 εὐλάβειαν Ρ2 | θαυμάσειεν Α1 HP3 | ἅ[παντες] Α1 | εὖ φρονοῦντες] εὐφημοῦντες Η 19 τούτῳ + καὶ Α1 | αὐτ[οῦ] Α1 21 ἐγράψαντ[ο] Α1 22 κατ[ηγο]ρίας Α1 23 εἶτα—24 σημηνάμενος > V1 24 δακτυ[λίῳ] Α1 25 σύμβασιν unleserlich A1 | ταύτας nachträglich hinter κομισθῆναι eingeschoben H 1 προκομισθῆναι V1 προσκομισθῆνι Ρ3 25 f προσ[τάξας] Α1)

56
ξας, παρόντων ἁπάντων τῶν ἐπισκόπων πυρὶ καὶ ταύτας κατέκαυσεν, ὀμωμοκὼς μηδὲν τῶν ἐγγεγραμμένων ἀνεγνωκέναι.

οὐ γὰρ ἔφη χρῆναι τῶν ἱερίων τὰ πλημμελήματα δῆλα τοῖς πολλοῖς γίνεσθαι, ἵνα μὴ σκανδάλου πρόφασιν ἐντεῦθεν λαμβάνοντες ἀδεῶς ἁμαρτάνωσι. φασὶ δὲ αὐτὸν καὶ τοῦτο προσθεῖναι, ὡς εἰ αὐτόπτης ἐπικσκόπου ἐγεγόνει γάμον ἀλλότριον διορύττοντος, συγκαλύψαι ἂν τῇ πορφυρίδι τὸ παρανόμως γινόμενον, ὡς ἂν μὴ βλάψαι τοὺς θεωμένους τῶν δρωμένων ἡ ὄψις. τοσαύτη ἡ τοῦ βασιλέως θεοφιλὴς καὶ ἀξιάγαστος σύνεσις.

ἐπὶ πολλὰς δὲ ἡμέρας οὐ μὴν δὲ ἀλλὰ καὶ καιροὺς ἐφεξῆς συνερχόμενος τοῖς ἐπισκόποις ὁ βασιλεύς, ἅμα αὐτοῖς τὰ περὶ τῆς πίστεως διελάμβανε τάς τε διαφόρους αὐτῶν γνώμας ἀνελέγετο. ἦσαν γάρ, καθὼς πολλάκις εἰρήκαμεν, ἐν αὐτοῖς τινες τοῖς ἀθεμίτοις Ἀρείου δόγμασι συμφερόμενοι καὶ τῷ πλήθει τῶν ἁγίων ἐπισκόπων, τῶν τῆς ἀληθείας ὑπερμαχούντων, ἀντιπράττοντες. ἀλλ οἱ ἄριστοι καὶ τὰ πάντα ἱερώτατοι πατέρες ἡμῶν τῷ τῆς ἀληθείας ὅπλῳ ἠσφαλισμένοι τὴν λαμπρὰν καὶ ἀμώμητον πίστιν μετὰ παρρησίας ἐκήρυττον· μεθ᾿ ὧν ἦν καὶ ὁμολογητῶν πολὺς ἀριθμός, ἀνθισταμένων τοῖς ἐθέλουσι περιποιεῖσθαι τὰ μοχθηρὰ τοῦ Ἀρείου δόγματα.

  • Περὶ τοῦ ἁγίου Παφνουτίου.