Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

ἕως δὲ τοσούτου ἡ ὕλη αὐτὴ μετὰ τῆς σκαι- >ότητος τῶν ἀνθρώπων προήχθη, ὥστε τῆς τε ἑῴας καὶ τῶν >δύσιν κρηπίδων κατεψηφίσατο· αὐτή τε ἡ ὑπερβολὴ τῆς ἐναντίας >δυνάμεως τὰς διανοίας τῶν ἀνθρώπων κατέλαβε καὶ > *

ἐν ᾧ μέντοι προστάγματι ἅγιος καὶ ἀθάνατός ἐστι τοῦ τὰ πάντα δυναμένου θεοῦ ὁ ἀκάματος οἶκτος. πάσαις γὰρ ταῖς ἡμέραις καὶ >τοῖς χρόνοις τοῖς παρεληλυθόσιν ἀναριθμήτους τῶν δήμων [*](A2H V1P3 M2P1P2) [*](3 οἰκίας A2HV1P3 5 πάντα ταῦτα ~ H 5f καὶ ἀκμάζειν δύναιτο ~ M2P1P2V1P3 7 πρός = Adv. dazu | ταύτης — 8 ἡμετέρας > A2 10 δὲ] δή P3 11 συνεῖναι V1 συνίναι P3 | δύναται P3 δύνηται V1 12 σωτηριώδει A2 13 χωρὶς] lies etwa σειραῖς oder σχοινίοις Ltz. | ὁπότε] A2HM2P1P2 σέ ποτε V1 σέπεται P3 σκέπτεσθαι Balf.) 15 ταῦτα πάντα ~ P2 | βούλεται HM2P1P2 19 ἀθλίως HV1P3 23 ταῦτα > M2P1P2 | προσηγορίας nämlich vgl. Ζ. 17 24 δύο nachträglich eingefügt A2 26 τε > HP2 | τῶν] τῆς H)

53
>πληθείας ἀπὸ τοῦ βάρους τούτου δι᾿ ἐμοῦ τοῦ αὐτοῦ θεράποντος >θεὸς δεδουλωμένας ἐλευθεροῖ, καὶ εἰς ἐντελῆ αἰωνίου φωτὸς ἐξάξει >λαμπρότητα. ἀπὸ τούτων τοιγαροῦν ἐγώ ἀδελφοὶ ποθεινότατοι, >οἰκειοτέρᾳ τινὶ προνοίᾳ καὶ ἐνδόξοις εὐεργεσίαις τοῦ ἀθανάτου >ἡμετέρου θεοῦ τὸ λοιπὸν ἐπισημότερος εἶναι τῇ πρὸς αὐτὸν καθα- >ρωτάτῃ πίστει πέποιθα.

>Δεξάσθω τοιγαροῦν με ἡ ἁγνοτάτη σύνοδος τῆς ὑμετέρας ἁγιό- >τητος, καὶ μή μοι τὴν σωφρονεστάτην ἐκκλησίαν καὶ τῆς >κοινῆς τε πάντων ἡμῶν μητρὸς τὰς θύρας ἀντιτεθῆναι ἀνάσχησθε. >εἰ καὶ τὰ μάλιστα καὶ νῦν ὁ λογισμὸς τῆς ἐμῆς ψυχῆς ἐντελῆ >καθαρότητα τῆς καθολικῆς πίστεως ἐπιζητῶν, τοῦτο ἑαυτῷ >οὐκ οἴεται εἶναι ἄξιον, ὅμως προτρέπει καὶ ὑπομιμνήσκει, καὶ τὸ >μέτωπον τῆς οἰκείας αἰδοῦς πασῶν τῶν καλλίστων ἀρετῶν >νοψε >νοχε σφραγῖδα, καὶ τῶν πυλών<ων> τῆς >καὶ τούτους κρούειν, ὅπως καὶ ὑμαῖς τῆς ὑμετέρας ἀδελφότητος εὐθὺς >συγχωρῆσαι τὴν εὔνοιαν καταξιώσητε εἰς μίαν ὁμόνοιαν καὶ >τῆς καθολικῆς πίστεως βλέψαντες.

τοῦτο γὰρ τῷ θεῷ πρεπῶδες >καὶ τῇ τῆς καθολικῆς ἐκκλησίας πίστει ἁρμόδιον καὶ τῷ κοινῷ τῶν >πραγμάτων συμφέρον, ἴνα τῆς θεόθεν ἡμῖν παρασχεθείσης >τάτης εἰρήνης ἀξίαν ἀμοιβὴν τῷ ταύτην ἡμῖν >ἅπαντες προσενέγκωμεν.

δεινὸν γὰρ ὡς ἀληθῶς ἂν εἴη καὶ ἄγαν >δεινὸν καταλυθέντων τῶν πολεμίων καὶ μηδενὸς ἀντιτείνειν >τολμῶντος, βάλλειν ἡμᾶς ἀλλήλους καὶ τοῖς δυσμενέσιν ἡδονὴν >γέλωτα προξενεῖν, ἄλλως τε δὲ] καὶ περὶ θείων >πραγμάτων καὶ τοῦ παναγίου πνεύματος τὴν διδασκαλίαν ἀνάγραπτον >ἔχοντας. εὐαγγελικαὶ γὰρ βίβλοι καὶ ἀποστολικαὶ καὶ τῶν >προφητῶν τὰ θεσπίσματα σαφῶς ἡμᾶς, ἅπερ χρὴ περὶ τοῦ >φρονεῖν, ἐκπαιδεύουσι. τὴν πολεμοποιὸν οὖν ἀπελάσαντες ἔριν, ἐκ >τῶν θεοπνεύστων λόγων λάβωμεν τῶν ζητουμένων τὴν λύσιν«.

[*](9 vgl. Gal. 4, 26 — 21—29 vgl. Thdt. I 7, 11. 12 p. 32 )[*](A2H V1P3 M2P1P2)[*](4f ἡμετέρου καὶ ἀθανάτου ~ V1 7 με > M2 | ἁγιωτάτη P3 | ἡμετέρας 9 κοινῆς > M2P1P2 | τε] καὶ A2 | ἀνάσχοισθε A2M2P1P2 | wohl ἀντιταθῆναι Ltz. 11 ἑαυτῷ] ῥᾶστα H | ἑαυτῷ + ῥᾶστα M2P1P2 14 πυλώνων wegen des folgenden τούτους G. L.; πυλῶν HSS 15 ἡμεῖς A2 | ἡμετέρας corr. in ὑμετέρας A2 ὑμετέρας P1P2V1 ἡμετέρας d. übr. HSS 16 ἄνοιαν P2 | καταξιώσητε — ὁμόνοιαν > P3 22 μηδενὸς] μηδὲν V1 24 διαλεγομένου P3 28 πολεμοποιὰν A2V1 πολεμοποιοῦν P3 | οὖν > P3)
54

Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ὁ πάνσοφος βασιλεύς, οἱα δὴ παῖς φιλοπάτωρ, τοῖς ἱερεῦσιν ὡς πατράσι προσέφερε, τῶν ἀποστολικῶν δογμάτων τὴν συμφωνίαν πραγματευόμενος. τῆς δὲ συνόδου τῶν συνελθόντων ἐπὶ τὸ αὐτὸ ἐπισκόπων — τριακόσιοι δὲ ἦσαν δέκα καὶ ὀκτώ· ἀλλ᾿ οἱ μὲν τριακόσιοι καὶ πρός τοῖς λεγομένοις ἐπείθοντο καὶ τήν τε πρὸς ἀλλήλους ὁμόνοιαν τήν τε τῶν δογμάτων ὑγίειαν ἠσπάζοντο·

οἱ δὲ λοιποί, καθὼς καὶ πάλαι εἰρήκαμεν, τοῖς ἀποστολικοῖς ἀντεμάχοντο δόγμασιν, οἵτινες τὴν τοῦ Ἀρείου δόξαν μεγαλοφυῶς συγκροτεῖν ἐσπούδαζον, δέκα καὶ ἑπτὰ τὸν ἀριθ μὸν ὄντες, Εὐσέβιός τε ὁ Νικομηδεύς, ὡς καὶ πρότερον εἴρηται, Θέογνις ὁ τῆς Νικαίας, Μάρης Χαλκηδόνος, Θεόδωρος Ἡρακλείας Θρᾴκης, Μηνόφαντος Ἐφέσου, Πατρόφιλος Σκυθοπόλεως, Νάρκισσος Νερωνιάδος Κιλικίας δευτέρας, ἣν νῦν Εἰρηνούπολιν ὀνομάζομεν, Θεωνᾶς ὁ Μαρμαρίτης, Σεκοῦνδος Πτολεμαΐδος Αἰγύπτου καὶ σὺν αὐτοῖς ἕτεροι ὀκτὼ οἵτινες ἑαυτοὺς τῷ τῶν τριακοσίων ἁγίων χορῷ ἐπιμίξαντες ὡς δῆθεν ὀρθόδοξοι τοῖς ἀποστολικοῖς ἀντέπραττον δόγμασιν Ἀρείῳ συνηγοροῦντες·

τούτοις δὲ γενναίως ἀντηγωνίζοντο οἱ ἐν ἁγίοις πατέρες ἡμῶν Ἀλέξανδρος Κωνσταντινουπόλεως τότε πρεσβύτερος ὢν καὶ Ἀθανάσιος ὁ ἀρχιδιάκονος τῆς Ἀλεξανδρέων ἐκκλησίας· διὸ καὶ φθόνος ὥπλιστο κατ᾿ αὐτῶν, ὡς ὕστερον λέξομεν. οἱ δὲ ἡμέτεροι ἅγιοι ἐπίσκοποι καλοῦσι τὸν Ἄρειον εἰς τὴν σύνοδον, ἐπιτρέποντες αὐτῷ συστῆναι τοῖς ἰδίοις δόγμασι νεύματι τοῦ τὰ πάντα νικηφόρου βασιλέως· ἐπείπερ, ὡς ἀρτίως εἰρήκαμεν, καὶ αὐτὸς τῇ συνόδῳ συνήδρευεν.

  • Ὅπου τοὐς λιβέλλους τῶν ἐπισκόπων ὁ βασιλεὺς δέχεται.