Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ὁρῶν τοίνυν ὁ βασιλεὺς ταραττομένην τὴν ἐκκλησίαν σύνοδον οἰκουμενικὴν συγκροτεῖ, τοὺς πανταχόθεν ἐπισκόπους διὰ γραμμάτων εἰς Νίκαιαν τῆς Βιθυνίας ἀπαντῆσαι παρακαλῶν. ἠν δὲ αὐτῷ ἑξκαιδέκατον ἔτος καὶ μῆνες ἓξ τῆς βασιλείας, ὅτε ταῦτα αὐτῷ ὑπὲρ τῆς ἐκκλησιαστικῆς εἰρήνης ἐσπούδαστο.

παρῆσαν τε ἐκ πολλῶν ἐπαρχιῶν τε καὶ πόλεων οἱ ἐπίσκοποι, περὶ ὧν ὁ Παμφίλου Εὐσέβιος ἐν τῷ τρίτῳ βιβλίῳ τῶν εἰς τὸν Κωνσταντίνου βίον τάδε κατὰ λέξιν φησίν· τῶν γοῦν ἐκκλησιῶν ἁπασῶν, αἳ τὴν Εὐρώπην ἅπασαν, Λιβύην τε καὶ τὴν Ἀσίαν ἐπλήρουν, ὁμοῦ συνῆκτο τῶν τοῦ θεοῦ λειτουργῶν τὰ ἀκροθίνια·

εἰς τε οἶκος εὐκτήριος, ὥσπερ ἐκ θεοῦ πλατυνόμενος, ἔνδον ἐχώρει κατὰ τὸ αὐτὸ Σύρους τε ἄμα καὶ Κίλικας Φοίνικάς τε καὶ Ἄραβας καὶ Παλαιστινοὺς καὶ ἐπὶ τούτοις Αἰγυπτίους Θηβαίους Λίβυας τούς τε ἐκ Μέσης τῶν ποταμῶν ὁρμωμένους. ἤδη δὲ καὶ Πέρσης ἐπίσκοπος τῇ συνόδῳ παρῆν, οὐδὲ Σκύθης ἀπελιμπάνετο τῆς χορείας· Πόντος τε καὶ Ἀσία Φρυγία τε καὶ Παμφυλία τοὺς παρ᾿ αὐτοῖς παρεῖχον ἐκκρίτους. ἀλλὰ καὶ Θρᾷκες καὶ Μακεδόνες Ἀχαῖοί τε καὶ Ἠπειρῶται οἱ<δ᾿> ἔτι προσωτάτω ἀπήντων, αὐτός τε Σπάνων ὁ πάνυ βοώμενος Ὅσιος, ἐπέχων καὶ τὸν τόπον τοῦ τῆς μεγίστης Ῥώμης ἐπισκόπου Σιλβέστρου σὺν πρεσβυτέροις Ῥώμης Βίτωνι καὶ Βικεντίῳ τοῖς πολλοῖς ἅμα συνεδρεύων.

τῆς δὲ νῦν βασιλευούσης πόλεως ὁ μὲν προεστὼς Μητροφάνης τοὔνομα διὰ γῆρας ὑστέρει, πρεσβύτεροι δὲ αὐτοῦ παρόντες τὴν αὐτοῦ τάξιν ἐτέλουν, ὧν ὁ εἷς Ἀλέξανδρος ἦν, ὁ μετ’ αὐτὸν ἐπίσκοπος τῆς αὐτῆς γεγονὼς πόλεως.

τοιοῦτον μόνος ἐξ αἰῶνος [*](3—S. 45, 18 vgl. Socr. 1 8 p. Aus Alis ihm schöpft Gelasius, nicht aus dem ihm zitierten Originalbericht des Euseb V. C. III c. 7. 8 — 5 Die Zeitangabe, die bei Socr. fehlt, unter Rückverweisung wiederholt S. 134, 24, wo als Quelle τὰ παλαιὰ διηγήματα (s. a. S. 33, 13) angeführt werden. Etwa der S. 5, 20 genannte Johnannes?) [*](A1H V1P3 M2P1P2) [*](1 Eine von sp späterer Hd. geschriebene verstümmelte Randlesart Capitelüberschrift in anderer Form zu enthalten (fol. 37v) Ai | > M2P1P2 | τῆς] τῇ H 4 πανταχόθεν aus πανταχοῦ corr. Μ2 7 ἐκκλησιαστικῆς + ἱστορίας A1 10 ἁπασῶν] πασῶν V1 ἑκπασῶν P3 13 τε καὶ ἅμα ~ M2 14 ἄρραβας A1 14f Αἰγυπτίους ἐπὶ τούτοις ~ HM2P1P2 18 ἐκκρίτους Socr. ἐγκρίτους HSS 19 ἠπειρῶται] οἱ πειρῶται P3 20 ἀπήντων] ἁπάντων H | σπάνων] πάντων H | βοώμενος + ὁ V1P3 23 Τε Socr.] τε HSS 24 ὑστέρει] ἠσθένει A1 25 Ἀλέξανδρος—S. 45, 1 εἷς am Rand nachgetragen H 26 πόλεως γεγονώς ~ P2)

45
εἷς βασιλεὺς Κωνσταντῖνος Χριστῷ στέφανον δεσμῷ συνάψας εἰρήνης, τῷ αὐτοῦ σωτῆρι τῆς κατ᾿ ἐχθρῶν πολεμίων νίκης θεοπρεπὲς ἀνετίθει χαριστήριον, εἰκόνα χορείας ἀποστολικῆς ταύτην καθ’ ἡμᾶς συστησάμενος.

ἐπεὶ καὶ κατ᾿ ἐκείνους συνῆχθαι λόγος ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν ἄνδρας εὐλαβεῖς, καθὼς ἐν ταῖς, πράξεσι τῶν ἀποστόλων, ἐν οἷς ἐτύγχανον »Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται«, πλὴν ὅσον ἐκείνοις μὲν ὑστέρει τὸ μὴ ἐκ θεοῦ λειτουργῶν συνεστάναι τοὺς πάντας, ἐπὶ δὲ τῆς παρούσης χορείας ἐπισκόπων μὲν πληθὺς ἠν πριακοσίων ἀριθμὸν ὑπερακοντίζουσα, ἑπομένων δὲ τούτοις πρεσβυτέρων καὶ διακόνων ἀκολούθων τε πλείστων ὅσων ἑτέρων οὐδ’ ἦν ἀριθμὸς εἰς κατάληψιν.

τῶν δὲ τοῦ θεοῖ· λειτουργῶν οἱ μὲν διέπρεπον σοφίας λόγῳ, οἱ δὲ βίου στερρότητι καὶ καρτερίας ὑπομονῇ, οἱ δὲ τῷ μέσῳ τρόπῳ κατεκοσμοῦντο. ἠσαν δὲ τούτων οἱ μὲν χρόνων μήκει τετιμημένοι, οἱ δὲ νεότητι καὶ ψυχῆς ἀκμῇ διαλάμποντες, οἱ δὲ ἄρτι παρελθόντες ἐπὶ τὸν τῆς λειτουργίας δρόμον.

οἶς δὴ πᾶσιν ὁ βασιλεὺς ἐφ’ ἐκάστης ἡμέρας τὰ σιτηρέσια δαψιλῶς χορηγεῖσθαι προσέταττε. τοιαῦτα μὲν περὶ τῶν ἐκεῖ συνελθόντων ὁ Παμφίλου διεξῆλθεν Εὐσέβιος.

  • Ὅπου ὁ βασιλεὺς συνεδρεύει τοῖς ἐπισκόποις.
  • Ἐπιτελέσας δὲ ὁ βασιλεὺς ἐπινίκιον κατὰ Λικιννίου ἑορτήν, ἀπήντα καὶ αὐτὸς εἰς τὴν Νίκαιαν. τῇ δὲ ἑξῆς πάντες ἅμα οἱ ἐπίσκοποι εἰς ἕνα τόπον συνήρχοντο, παρῄει δὲ καὶ ὁ βασιλεὺς μετ’ αὐτούς, καὶ ἐπεὶ παρῆλθεν, εἰς μέσον ἔστη καὶ οὐ πρότερον καθίζειν ᾑρεῖτο, πρὶν ἂν οἱ ἐπίσκοποι ἐπινεύσειαν· τοσαύτη τις εὐλάβεια καὶ [*](4 Act. 2, 5 — 6 Act. 2, 9 — 19—S. 46, 1 vgl. Socr. I S, 12 p. 39 u. I S, 17 p.) [*](A1H V1P3 M2P1P2) [*](4 Die Zeilenanfänge in A1 oft nicht mehr zu lesen. Das Unleserliche im Folgenden durch [ ] markiert | λόγος] A1 5 τὸν] τῶν V1P3 | ἐν ταῖς] A1 6 πράξεσι + δηλοῦται HM2P1P2 | ἐν οἷς > M2, aber am Rand von 2. Hd. eingefügt 7 ὑστέρει τὸ] M2P1P2 ὑστερεῖτο HV1P3 ὑστερεῖται A1 8 συν]εστάναι A1 8f ἐπι[σκό]πων A1 9 ὑπερακοντίζου ὑπομένων Ps ἐπομ]ένων A1 10 πλεί- στων] A1 11 Μοῦ A1 12 καὶ] A1 13 ἦ]σαν A1 | δὲ A1 τε HM2P1P2V1 τε corr. aus δὲ P3 14 νεότητος HM2P1P2 | ψυ]χῆς A1 15 λειτ]ουργίας A1 16 τὰ] A1 17 μ]ὲν A1 > M2P1P2 | ἐκεῖσε HM2P1P2 17f συνελθόντων] συναχθέντων V1 18 διεξῆλθεν] φησὶν H 19 ὅ]που A1 20 ἐπιτ]ελέσας A1 | ἐπινίκια H 21 ἅμα πάντες ~ M2P1P2 | οἱ A1 (Socr.) > in den übr. HSS 24 πρὶν] πλὴν A1 | ἐπινεύσειεν P3)

    46
    αἰδὼς τῶν ἀνδρῶν τὸν βασιλέα κατεῖχε.

    πρὸς οὓς ὁ βασιλεὺς ὁ πανεύφημος παραινετικὸν καὶ διδασκαλικὸν προσενήνοχε λόγον εἰς ὕμνησιν καὶ δοξολογίαν καὶ εὐχαριστίαν τοῦ τῶν πάντων θεοῦ τοῦ τοσαῦτα αὐτῷ χαρισαμένου, ὠδέ πως λεγων·

  • Λόγος Κωνσταντίνου Σεβαστοῦ προσφωνητικὸς πρὸς τὴν ἁγίαν σύνοδον.
  • »Πολλὰς μὲν πρὸς εὐποιίαν τῷ τῶν ἀνθρώπων γένει ἐπιφανε- >στάτας ὁδοὺς ἡ τοῦ παντοδυνάμου θεοῦ τρόφιμος δικαιοσύνη >στρωσεν, οὐχ ἥκιστα δὲ ἐκείνην τὴν ἐπισημοτέραν καὶ >ἀστράπτουσαν, ἣν ἐν τῷ κεφαλαίῳ τοῦ ἀγιωτάτου νόμου τῆς >λικῆς ἐκκλησίας πᾶσιν ἡμῖν παντὸς θαύματος μεῖζον ἤθροισε, πίστεως τὸ κυριακὸν οἰκητήριον.

    τούτου δὲ τὴν μὲν κορυφὴν >μέχρι τοῦ φέγγους τῶν ἄστρων ἐληλυθέναι ὁρῶμεν, τοὺς δὲ >λίους ἔτι ἀρχομένου τοῦ ἔργου οὕτως βαθέως καὶ πιστῶς >σθαι θείῳ νεύματι γινώσκομεν, ὡς πτᾶσαν τὴν οἰκουμένην αἴσθησιν >τούτου λαβεῖν.

    ἀπὸ τῆς κορυφῆς τοίνυν τῆς προειρημένης ἀπα- >σῶν τῶν λοιπῶν ὅλων ὑπερκειμένης ἄχρι τοῦ τέλους τῆς ἐξόδου >φαίνεται ὁμαλὴ καὶ ἰσόπεδος πορεία τῇ λαμπρότητι τοῦ φωτὸς >μένη, ἧς καὶ τὸ μέτωπον ἀστροειδεῖ σφραγῖδι κεκοσμημένον >δεκα τὸν ἀριθμὸν κίονες χιόνος λαμπρότεροι, ἀκίνητοι τῇ θέσει >πίστεως ἀϊδίως τῇ τῆς θεότητος τοῦ ἡμετέρου σωτῆρος δυνάμει- >βαστάζουσι.

    τούτου τοίνυν τοῦ τηλικούτου ἔργου ὁ τεχνίτης >προσλαμβάνουσιν ἡμῖν καὶ τὴν ἀπὸ ψυχῆς δικαίαν πίστιν τοῦ >αὐτοῦ νόμου εἰς νοῦν ἔδωκεν ἡμῖν τὴν σεμνότητα· οὑπερ πρὸς τοὺς >πυλῶνας οὐδὲν ἔτερον εἰ μὴ ἁγνῆς καὶ εὐσεβοῦς ἐπιθυμίας ἐπειγου- >σης, μόνῃ καθαρᾶς διανοίας, πεποιθήσει πρόσεισιν ὁ >νος.