Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Πρότασις τοῦ φιλοσόφου πρὸς τὴν ἁγίαν σύνοδον εἰς τὸ »ποιήσωμεν ἄνθρωπον«· »καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον θρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν«. εἰ οὐν, ὡς ἡ φωνὴ δηλοῖ, ᾖ καὶ ὁ νοῦς ἐξαπαχθείς, ἀνθρωπόμορφον ἄν τις λέξοι τὸν θεόν. τὸν δὲ θεὸν ἴσμεν ἁπλοῦν καὶ ἀσχημάτιστον. τί οὖν βούλονται αἱ σημασίαι τῶν προσηγοριων τούτων; φατέ, μη αρα ἀνθρωπόμορφον τὸ θεῖον; ἀπόκρισις τῶν ἁγίων πατέρων διὰ [*](κζ΄) Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας· οὐχ

οὕτως, ὦ φιλόσοφε, ἀλλ᾿ ἢ τὸ εἰπεῖν τὸν θεόν· »ἀρχέτωσαν πάσης τῆς γῆς« καὶ τὸ »κατακυριευσάτωσαν αὐτῆς καὶ πάντων τῶν ἐν αὐτῇ‘ τοῦτο τὸ κύριόν ἐστι τοῦ ποιῆσαι τὸν ἄνθρωπον κατ’ εἰκόνα θεοῦ καὶ ἄρχειν αὐτὸν πάσης τῆς γῆς.

ἐπείπερ, ὡς ἄρχει ὁ θεὸς ἁπάσης τῆς τῆς καὶ τῶν ἐν αὐτῇ πάντων, οὕτω καὶ τὸν ἄνθρωπον δεύτερον ἄρχοντα πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ κατέστησε, τοῦτο εἰναι τὸ »κατ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν‘ γενέσθαι τὸν ἄνθρωπον φημι. ἔτι ἀνταπόκρισις τῶν ἀγίων πατέρων διὰ τοῦ αὐτοῦ [*](κη΄) [*](14 Gon. 1, 26 — 17 vgl. S. 15, 22: Theodoret quaest. in Genes. 20 t. I p. 25, 30 Schulze | 21 Theodoret ebd. p. 26. Gen. 1, 26. 28 — 26 Gen. 1, 26) [*](A1HR V1P3 M2P1P2) [*](2 τοῦ1 >​ HV1P3 3 οὐδὲ Georg. Mon. | οὔτε — 4 ἀντιστήσεσθαι > 5 ἔγωγε ΗΜ2Ρ1Ρ2 | κἀγὼ νενόηκα Georg. Mon. 7 τε A1R > d. übr. HSS D τοῦ θεοῖ ~ R 12 εὑρεθείσης Α1R 13 ἡ πρότασις Α1R | φιλοσόφου] λόγου H ἐπαχθεὶς Η | τις ἀνθρωπόμορφον ~ Α1R 17 λέξη Α1 λέξει R | ἴμεν, aber am Rand von äterer Hd. ἴσμεν Μ2 21 τὸν θεὸν > R, äglich ügt V1 | > M2 23 εἰκόνα + τοῦ H | καὶ > H 24 ἐπείπερ — 26 γῆς > πάσης R)

65
ἐπισκόπου Εὐσταθίου εἰς αὐτό· καὶ εἶπεν ὁ θεός·

ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν‘. ἀλλὰ πρὸς τίνα ἔφη, ζητήσωμεν, φιλόσοφε. ἐν τῷ γὰρ εἰπεῖν καὶ εἶπεν ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν‘ ζήτημα ἐνέβαλε νοῆσαι ἡμᾶς, πρὸς τίνα ἔλεγε τὸ ποιήσωμεν· εἰπὼν εἰπὼν γὰρ καὶ εἶπεν ὁ θεὸς ποιήσωμεν ἄνθρωπον« ἐπήγαγε λέγων »καὶ ἐποίησεν ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρρεν καὶ θῆλυ ἐποίησεν αὐτούς«.

ἡ οὖν τοῦ ποιήσωμεν σημασία τὸ εἶναι πρόσωπον συνδημιουργὸν σημαίνει καὶ συνισοπροσήγορον εἰσάγει. ὡς γὰρ θεὸς ὁ πατήρ ἐστιν ὁ εἰπὼν »ποιήσωμεν ἄνθρωπον«, οὕτω θεός ἐστι καὶ πρὸς ὃν τὸ ποιήσωμεν εἴρηκε, μιᾶς οὔσης τῆς τῶν ἀμφοτέρων προσώπων θεότητος, τοῦ τε ἐπόντος »ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν« καὶ τοῦ ποιήσαντος τὸν ἄνθρωπον.

τὸ γὰρ ποιήσωμεν τὸ πανάγιον καὶ ἀπαράλλακτον τῆς τοῦ πατρὸς καὶ υἱοῦ θεότητος παρίστησιν ἡ φωνή. ἡ γὰρ τοῦ θεοῦ εἰκὼν ἁπλῆ καὶ ἀσύνθετός ἐστι πῦρ οὖσα τῇ φύσει.

ἀπόκρισις σύμφωνος τῶν ἁγίων πατέρων· φῶς ἀπρόσιτον καὶ [*](κθ΄) ἄστεκτός ἐστι φύσις ἡ τῆς ἁγίας τριάδος οὐσία. αὕτη ἐστὶν ἡ διάνοια τοῦ ποιήσωμεν.