Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

ὁ δὲ μὴ ἀνασχόμενος πρόσεισι τῷ φιλοσόφῳ καί φησι πρὸς αὐτόν· ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ ἀεὶ σὺν τῷ πατρὶ ὄντος θεοῦ λόγου ἄκουσον τὰ τῆς ἀληθείας δόγματα, ὦ φιλόσοφε«. ὁ δὲ πρὸς αὐτόν· »ἐὰν εἴποις«. καὶ ὁ ἅγιος πρὸς αὐτόν· »εἷς ἐστιν ὁ θεός, φησίν, ὁ τὸν οὐρανὸν καὶ τὴν θάλασσαν καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτοῖς πάντα δημιουργήσας, ὃς καὶ τὸν ἄνθρωπον ἐκ γῆς διαπλάσας ὑπεστήσατο τὰ πάντα τῷ λόγῳ αὐτοῦ καὶ τῷ ἁγίῳ πνεύματι.

τοῦτον τὸν λόγον, ὠ φιλόσοφε, θεοῦ υἱὸν ἡμεῖς εἰδότες προσκυνοῦμεν, πιστεύοντες διὰ τὴν ἡμετέραν ἀπολύτρωσιν ἐκ παρθένου αὐτὸν σεσαρκῶσθαι καὶ τετέχθαι καὶ ἐνηνθρωπηκέναι καὶ διὰ τοῦ τῆς σαρκὸς αὐτοῦ πάθους τοῦ ἐν τῷ σταυρῷ καὶ τοῦ θανάτου ἐλευθερωκέναι αὐτὸν ἡμᾶς ἐκ τῆς αἰωνίου κατακρίσεως διά τε τῆς ἀναστάσεως αὐτοῦ ζωὴν ἡμῖν αὐτὸν αἰώνιον περιποιεῖσθαι· ὃν καὶ εἰς οὐρανοὺς ἀνελθόντα ἐλπίζομεν πάλιν ἐλεύσεσθαι κριτήν τε ἔσεσθαι περὶ πάντων ὡν διεπραξάμεθα. πιστεύεις τούτοις, ὦ φιλόσοφε«;

ὁ δὲ φιλόσοφος ὡς ὂν μηδεπώποτε πεῖραν λόγων εἰς ἀντίθεσιν ἐσχηκὼς ἀπηνεώθη, καὶ ὡς κωφὸς ἢ ἄλαλος οὕτως ἀπεσιώπησε· τοῦτο μόνον οἰκτρᾷ λίαν τῇ φωνῇ πρὸς αὐτὸν εἰρηκὼς ὅτι »κἀμοὶ ταῦτα οὕτως ἔχειν δοκεῖ καὶ μηδὲν ἕτερον εἶναι ἢ πάντα καθὼς προείρηκας‘.

ὁ δὲ γέρων πρὸς αὐτὸν ἴφη· εἰ ταῦτα οὕτως ἔχειν πιστεύεις. ὦ φιλόσοφε. ἀναστὰς ἀκολούθει μοι καὶ ἐπὶ τὴν ἐκκλησίαν σπουδάσωμεν, ἐν ᾗ λήψῃ τὸ σημεῖον ταύτης τῆς πίστεως«.

ὁ δὲ φιλόσοφος μεταβαλὼν ὅλον ἑαυτὸν πρὸς τὴν ἀΜῆ εἰς τὸν τῶν ὅλων θεὸν εὐσέβειαν, ἀιαστὰς ἠκολούθει τῷ γέροντι καὶ ἐπιστραφεὶς λέγει τοῖς μαθηταῖς αὐτοῦ καὶ πᾶσι τοῖς συνελθοῦσιν εἰς τὴν ἀκρόασιν »ἀκούσατε, φησίν, ὠ ἄνδρες, ἴως ὅτε λόγων ἐποιούμην σπουδήν, λόγους λόγοις ἀντετίθουν καὶ τὰ προσ- [*](A1HR V1P3 M2P1P2) [*](4 τῆς] τοῖς P2V1 7 ἀλ[ηθείας] Α1 | εἴποις ΗRV1P3 (Georg. Mon.?) εἴπῃς Α1Μ2Ρ1Ρ2 9 θάλατταν Η | αὐτοῖς] τοῖς Η 10 ὃς] ὁ Α1ΗΜ2Ρ1Ρ2 | ἐκ + τῆς H (??) διαπλάσας + ουτος Α1R | ὑπεστήσατο + τε V1 11 καὶ τῷ ἁγίῳ πνεύματι > V1 12 ἡμεῖς > H 14 ἐπανθρωπικέναι R 16 f αἰώνιον αὐτὸν 18 κριτὸν τε περὶ || περὶ πάντων >) V1 20 ἢ] καὶ Georg. Mon.. 22 καὶ > V1P3 23 πάντα καθὼς] ὡς Μ2Ρ1Ρ2 25 σπουδάσωμεν] βαδισομεν 26 αὐτὸν 27 ἀληθῆ — εὐσέβειαν] ἀλήθειαν R | ἠκολούθησε R 29 ἀκρόασιν + αὐτοῦ Ρ2 30) λόγοις λόγους ~ Α1R λόγους > P3)

64
φερόμενα τέχνῃ τοῦ λέγειν ἀνέτρεπον·

ὅτε δὲ ἀντὶ λόγων δύναμίς τις θεία ἐκ τοῦ στόματος τοῦ ζητοῦντος προελήλυθεν, οὐκ ἴσχυσαν οἱ λόγοι λοιπὸν τῇ δυνάμει ἀντιτάξασθαι — οὔτε γὰρ ἄνθρωπος θεῷ οἷός τέ ἐστιν ἀντιστήσεσθαι. διά τοι τοῦτο εἴ τις ὑμῶν δύναται συνιέναι, ὡς ἐγὼ νενόμικα, πιστεύσει εἰς Χριστὸν καὶ ἀκολουθησάτω τούτῳ τῷ γέροντι, ἐν ᾧ ἐλάλησεν ὁ θεός‘.

τοῦτον τὸν τρόπον ἀναλαβὼν ὁ φιλόσοφος φωτισθείς τε καὶ γενόμενος Χριστιανὸς ἔχαορεμ ἡττηθεὶς ὑπὸ τοῦ γέροντος· τούτου δὲ τοῦ φιλοσόφου βαπτισθέντος καὶ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ συναφθέντος καὶ διαναπαυομένου καὶ ἀγαλλιῶντος ἐπὶ τοῖς μεγαλείοις τοῦ θεοῦ, ἡ σύνοδος ἔχαιρεν.

  • Ἀντίρρησις ἑτέρου φιλοσόφου τοὔνομα Φαίδωνος ποιουμένου καὶ αὐτοῦ τοὺς λόγους ὑπὲρ τοῦ θεομάχου Ἀρείου καὶ τῆς ἐφευρεθείσης ὑπ’ αὐτοῦ βλασφημίας.