Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Εἷς δέ τις τῶν μισθωτῶν Ἀρείου φιλόσοφος, λίαν παρὰ πάντας τοὺς ἄλλους θαυμαζόμενος, πολλὰ καὶ πάμπολλα ὑπὲρ Ἀρείου πρὸς τοὺς ἐπισκόπους τοὺς ἡμετέρους διετείνετο ἐπὶ πλείστας ὅσας ἡμέρας, ὥστε γίνεσθαι ἐφ’ ἑκάστης ἐκ τῆς διὰ τῶν λόγων συμβολῆς μεγάλην ἀκρόασιν, τοῦ πλήθους τῶν συνερχομένων ἐπισυγχέοντος, τοῦ δὲ φιλοσόφου κατὰ τῶν παρὰ τῆς ἁγίας συνόδου λεγομένων τὰς ἀσεβεῖς Ἀρείου βλασφημίας προβαλλομένου, λέγοντος περὶ τοῦ υἱοῦ τοῦ θεοῦ τὸ ἦν ποτε ὅτε οὐκ ἦν« καὶ ὅτι »κτίσμα καὶ ποίημα ἐξ οὐκ ὄντων καὶ ἐξ ἑτἐρας οὐσίας καὶ ὑποστάσεώς ἐστι«·

καὶ ὑπὲρ τούτων τῶν μιαρῶν δογμάτων Ἀρείου πολὺς ἠν αὐτῶ ὁ ἀγὼν καὶ αἱ τῶν λόγων νιφάδες, λυττῶντος αὐτοῦ κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ κατατρέχοντος τοῦ τῶν ἁγίων ἱερέων ἐκείνων χοροῦ, λαλοῦντος ἐν αὐτῷ καὶ δι᾿ αὐτοῦ τοῦ τῆς τῶν ἀνθρώπων σωτηρίας ἐχθροῦ·

οἱ δὲ τῆς ἀλη- [*](5 Jerem. 17, 5 — 14 ff vgl. Rufin. x 3 p. 961—963. Soz. I 18 14—S. 64, 8 vgl. Georgios Mon. Chron. II 505, 18 —507, 15 de Boor) [*](A1HR V1P3 M2P1P2) [*](2 σύνοδον > P3 4 ἑαλῶντο Α1R ἑάλων H ἑαλώκασι Μ2Ρ1Ρ2 ἑάλωνται V1P3 μετὰ τοῦ καὶ A1V1P3 μετὰ καὶ τοῦ HM2P1P2 καὶ μετὰ τοῦ Ρ3 5 αὐτοῦ] αὐτῷ Α1RV1P3 6 f ὁ ἐλπίζων ἐπ᾿ ἄνθρωπον R 8 ὄντος Μ2 | ἀπὸ + τοῦ HV1P3 (??) τοῦ θεομάχου] καὶ θεομάχος R 10 τὸν2] τῶν Μ2 10 f ὁρατῶν καὶ ἀοράτων ~ Α1R 12 εἶς > | ὑπὲρ > V1P3 15 f πρὸς τοὺς ἡμετέρους 17 διὰ τῆς ἐκ τῶν ~ Α1R 18 ἐπισυντρέχοντος Georg. Mon. | τοῦδε HSS corr. Ltz. 19 παρ]ὰ Α1 περὶ ΗΜ2Ρ1Ρ2 20 βλα[σφη]μίας α1 aber am Rand von äterer Hd. änzt φη) | προβαλλομένου > H 21 καὶ ποίημα > R Α1 22 ὑποστάσεως καὶ οὐσίας ~ R 23 ὁ > Α1RM2P1P2 26 τῶν >)

62
θείας ὑπέρμαχοι, οἱ ἡμέτεροι ἐπίσκοποι, τὰς ὀφειλομένας καὶ πρεπού- σας ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων ἀντιθέσεις ἀταράχως τῷ φιλοσόφῳ προσέφερον, τὸν μέγαν προφήτην ὁμοῦ καὶ βασιλέα Δαυῒδ μιμούμενοι λέγοντα· ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην«, πάσας γὰρ τὰς τοῦ φιλοσόφου πολυπλόκους προτάσεις ὡς πυρὶ τῷ θείῳ λόγῳ στυππείου δίκην κατανήλισκον.

ἀλλὰ καὶ οὕτως ὁ φιλόσοφος τῇ τῶν λόγων διαβολικῇ εὐτεχνίᾳ θαρρῶν τὴν διὰ τῶν ἐπισκόπων ἀλήθειαν κηρυττομένην ἀντιτοξεύειν ἐνίστατο, εὐ μάλα ῥᾷστα πᾶσι τοῖς ἐπαγομένοις αὐτῷ, ὡς ᾤετο, προσφερόμενος, ἐπιλύειν τε ἐβιάζετο τὰ κινούμενα δίκην ἐγχέλους· έν οἷς Κὰρ ἐδόκει ἑαυτῷ συνίστασθαι, διολισθαίνων τῶν ἐπικρατεστέρων αὐτῷ προσφερομένων νοημάτων ἐκ τῶν οἰκείων ῥημάτων ἁλισκόμενος συγκατέπιπτεν.

ἀλλὰ καὶ οὕτως κορυβαντιῶν ἀλαζονικῶς κατὰ τῆς εἰρηνικωτάτης συνόδου ἐφέρετο, ἐλπίζων νικᾶν τοῦ ἐν αὐτοῖς ἀηττήτου πνεύματος Χριστοῦ τὴν ἀκαταμάχητον δύναμιν·

ἀλλ᾿ ἵνα δείξῃ ὁ θεὸς »ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αύτῶν«, ὅτι »οὐκ ἐν λόγῳ ἡ βασιλεία αὐτοῦ ἀλλ’ ἐν δυνάμει« συνίσταται, δι᾿ ἑνὸς τῶν ἐκεῖσε δούλων αὐτοῦ τὸν ἐν τῷ φιλοσόφῳ λαλοῦντα πονηρὸν δαίμονα ἰσχυρῶς κατεσίγασεν οὐ μόνον ἀλλὰ καὶ ἐξέβαλεν.

ἀνὴρ γάρ τις ἐκ τῶν παρόντων τῇ συνόδῳ ἁγίων ὁμολογητῶν ἁπλοῦς τὴν φύσιν εἴπερ τις ἄλλος τῶν ἁγίων καὶ μηδὲν ἕτερον εἰδὼς »εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον« σαρκὶ κατὰ τὰς γραφάς, συνὼν τοῖς ἐπισκόποις καὶ ὁρῶν τὸν φιλόσοφον κατεπ- αιρόμενον τῶν ἡμετέρων ἁγίων ἐπισκόπων καὶ τῇ μοχθηρᾷ αὐτοῦ συζητήσει καταλαζονευόμενον, αἰτεῖ παρὰ τῶν ἐπισκόπων τῶν τοῦ θεοῦ ἱερέων χώραν αὐτῷ συνομιλίας παρ αὐτῶν πρὸς τὸν φιλό- [*](4 Psal. 118, 60 — 16 I Kor. 3, 19 — 17 I Kor. 4, 20 — 22 I Kor. 2, 2) [*](Α1ΗR V1P3 M2P1P1) [*](2 ἀντιθέσεις] καὶ πρεπούσας wiederholt R 3 ὁμοῦ καὶ βασιλέα > V1 Δαυῒδ > R 5 προφα = προφάσεις R 6 οὕτως] οὗτος Μ2Ρ1Ρ2V1P3 8 ἀλήθειαν ~ Μ2Ρ1Ρ2 9 προφερόμενος Α1 10 κινούμενα 10 καὶ 211 (??) γὰρ > Μ2Ρ1Ρ2 11 ἐπικρατέστερον ΗΜ2Ρ1Ρ2 | αὐτοῦ V1 14 ἀκτίστου P3 14 | νικᾶν τὴν ἀκαταμάχητον δύναμιν τοῦ ἐν αὐτοῖς (R αὐτῆ) ἀηττήτου πνεύματος ~ A1R 16 δρασόμενος Ρ2V1 19 κατεσίγασεν Α1ΗR δαί\\μονον ἰσ/υρῶς κατεσίγασεν //////// ἀλλὰ (bei || wechselt die Zeile und ist am Rand ügt μονα οὐ, nach κατεσίγασεν etwa 6 Buchstaben wegradiert) 1 δαίμονα οὐ μόνον ἰσχυρῶς κατεσίγασεν ἀλλὰ καὶ ~ R 20 γάρ] δέ R 22 ἐσταυρωμένων A1HR 25 ζητήσει P2 | κατηλαζονευόμενον V1 26 ὁμιλίας Α1R)

63
σοφον δοθῦναι.

τότε οἱ καθ’ ἡμᾶς ἅγιοι ἐπίσκοποι θεωροῦντες τοῦ ἀνδρὸς τὴν ἁπλότητα καὶ τὸ ἄπειρον αὐτὸν εἶναι γραμμάτων ἔπειθον μὴ δοῦναι ἑαυτὸν εἰς τὸ μέσον, μή ποτε παρὰ τοῖς μοχθηροῖς καὶ τῆς ἀληθείας ἐχθροῖς γέλως γένηται.

ὁ δὲ μὴ ἀνασχόμενος πρόσεισι τῷ φιλοσόφῳ καί φησι πρὸς αὐτόν· ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ ἀεὶ σὺν τῷ πατρὶ ὄντος θεοῦ λόγου ἄκουσον τὰ τῆς ἀληθείας δόγματα, ὦ φιλόσοφε«. ὁ δὲ πρὸς αὐτόν· »ἐὰν εἴποις«. καὶ ὁ ἅγιος πρὸς αὐτόν· »εἷς ἐστιν ὁ θεός, φησίν, ὁ τὸν οὐρανὸν καὶ τὴν θάλασσαν καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτοῖς πάντα δημιουργήσας, ὃς καὶ τὸν ἄνθρωπον ἐκ γῆς διαπλάσας ὑπεστήσατο τὰ πάντα τῷ λόγῳ αὐτοῦ καὶ τῷ ἁγίῳ πνεύματι.

τοῦτον τὸν λόγον, ὠ φιλόσοφε, θεοῦ υἱὸν ἡμεῖς εἰδότες προσκυνοῦμεν, πιστεύοντες διὰ τὴν ἡμετέραν ἀπολύτρωσιν ἐκ παρθένου αὐτὸν σεσαρκῶσθαι καὶ τετέχθαι καὶ ἐνηνθρωπηκέναι καὶ διὰ τοῦ τῆς σαρκὸς αὐτοῦ πάθους τοῦ ἐν τῷ σταυρῷ καὶ τοῦ θανάτου ἐλευθερωκέναι αὐτὸν ἡμᾶς ἐκ τῆς αἰωνίου κατακρίσεως διά τε τῆς ἀναστάσεως αὐτοῦ ζωὴν ἡμῖν αὐτὸν αἰώνιον περιποιεῖσθαι· ὃν καὶ εἰς οὐρανοὺς ἀνελθόντα ἐλπίζομεν πάλιν ἐλεύσεσθαι κριτήν τε ἔσεσθαι περὶ πάντων ὡν διεπραξάμεθα. πιστεύεις τούτοις, ὦ φιλόσοφε«;

ὁ δὲ φιλόσοφος ὡς ὂν μηδεπώποτε πεῖραν λόγων εἰς ἀντίθεσιν ἐσχηκὼς ἀπηνεώθη, καὶ ὡς κωφὸς ἢ ἄλαλος οὕτως ἀπεσιώπησε· τοῦτο μόνον οἰκτρᾷ λίαν τῇ φωνῇ πρὸς αὐτὸν εἰρηκὼς ὅτι »κἀμοὶ ταῦτα οὕτως ἔχειν δοκεῖ καὶ μηδὲν ἕτερον εἶναι ἢ πάντα καθὼς προείρηκας‘.

ὁ δὲ γέρων πρὸς αὐτὸν ἴφη· εἰ ταῦτα οὕτως ἔχειν πιστεύεις. ὦ φιλόσοφε. ἀναστὰς ἀκολούθει μοι καὶ ἐπὶ τὴν ἐκκλησίαν σπουδάσωμεν, ἐν ᾗ λήψῃ τὸ σημεῖον ταύτης τῆς πίστεως«.

ὁ δὲ φιλόσοφος μεταβαλὼν ὅλον ἑαυτὸν πρὸς τὴν ἀΜῆ εἰς τὸν τῶν ὅλων θεὸν εὐσέβειαν, ἀιαστὰς ἠκολούθει τῷ γέροντι καὶ ἐπιστραφεὶς λέγει τοῖς μαθηταῖς αὐτοῦ καὶ πᾶσι τοῖς συνελθοῦσιν εἰς τὴν ἀκρόασιν »ἀκούσατε, φησίν, ὠ ἄνδρες, ἴως ὅτε λόγων ἐποιούμην σπουδήν, λόγους λόγοις ἀντετίθουν καὶ τὰ προσ- [*](A1HR V1P3 M2P1P2) [*](4 τῆς] τοῖς P2V1 7 ἀλ[ηθείας] Α1 | εἴποις ΗRV1P3 (Georg. Mon.?) εἴπῃς Α1Μ2Ρ1Ρ2 9 θάλατταν Η | αὐτοῖς] τοῖς Η 10 ὃς] ὁ Α1ΗΜ2Ρ1Ρ2 | ἐκ + τῆς H (??) διαπλάσας + ουτος Α1R | ὑπεστήσατο + τε V1 11 καὶ τῷ ἁγίῳ πνεύματι > V1 12 ἡμεῖς > H 14 ἐπανθρωπικέναι R 16 f αἰώνιον αὐτὸν 18 κριτὸν τε περὶ || περὶ πάντων >) V1 20 ἢ] καὶ Georg. Mon.. 22 καὶ > V1P3 23 πάντα καθὼς] ὡς Μ2Ρ1Ρ2 25 σπουδάσωμεν] βαδισομεν 26 αὐτὸν 27 ἀληθῆ — εὐσέβειαν] ἀλήθειαν R | ἠκολούθησε R 29 ἀκρόασιν + αὐτοῦ Ρ2 30) λόγοις λόγους ~ Α1R λόγους > P3)

64
φερόμενα τέχνῃ τοῦ λέγειν ἀνέτρεπον·

ὅτε δὲ ἀντὶ λόγων δύναμίς τις θεία ἐκ τοῦ στόματος τοῦ ζητοῦντος προελήλυθεν, οὐκ ἴσχυσαν οἱ λόγοι λοιπὸν τῇ δυνάμει ἀντιτάξασθαι — οὔτε γὰρ ἄνθρωπος θεῷ οἷός τέ ἐστιν ἀντιστήσεσθαι. διά τοι τοῦτο εἴ τις ὑμῶν δύναται συνιέναι, ὡς ἐγὼ νενόμικα, πιστεύσει εἰς Χριστὸν καὶ ἀκολουθησάτω τούτῳ τῷ γέροντι, ἐν ᾧ ἐλάλησεν ὁ θεός‘.

τοῦτον τὸν τρόπον ἀναλαβὼν ὁ φιλόσοφος φωτισθείς τε καὶ γενόμενος Χριστιανὸς ἔχαορεμ ἡττηθεὶς ὑπὸ τοῦ γέροντος· τούτου δὲ τοῦ φιλοσόφου βαπτισθέντος καὶ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ συναφθέντος καὶ διαναπαυομένου καὶ ἀγαλλιῶντος ἐπὶ τοῖς μεγαλείοις τοῦ θεοῦ, ἡ σύνοδος ἔχαιρεν.

  • Ἀντίρρησις ἑτέρου φιλοσόφου τοὔνομα Φαίδωνος ποιουμένου καὶ αὐτοῦ τοὺς λόγους ὑπὲρ τοῦ θεομάχου Ἀρείου καὶ τῆς ἐφευρεθείσης ὑπ’ αὐτοῦ βλασφημίας.