Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

ἀνεκίνουν γοῦν ὁσημέραι οἱ ἡμέτεροι ἅγιοι ἐπίσκοποι ἐπὶ πλεῖστον ὅσον χρόνον πάμπολλα περὶ τῆς πίστεως, οἰόμενοι δεῖν μηδὲν εὐχερὲς ἢ τολμηρὸν περὶ τηλικαύτης ζητήσεως διαπράττεσθαι,

συχνῶς τε τὸν Ἄρειον μετεπέμποντο καὶ πυκνῇ ἀνακρίσει τὰς προτάσεις αὐτοῦ ἀναπτύσσοντες διέλυον· πλείστη [*](HR (von Ζ. 29 νουν γοῦν an) Vips M2P1P2) [*](4 ὁ — εὑρὼν am Rand nachgetragen, aber von 1. Hd. Ρ2 7 διχειρίσασθαι Μ2Α1 διαχειρίσασθαι die übr. HSS corr. Pasquali. vifoc stutc qiioque inlaturum se esse exitium Rufin. | λάβοιε V1P3 10 τοίνυν > Ρ2 11 τοῦ — καλεῖ > 13 ἀπὸ τοῦ τάφου > P2 15 παρακαταθήκην Μ2Ρ1Ρ2 16 σαφῶς — πατρί > 19 παρακαταθήκην Μ2Ρ1Ρ2 25 καὶ + ὁ Η 27 ἐκείνου ἐκείνου V1P3 αὐτῷ > | /// νουν γοῦν setzt R | γοῦν] οῦν ΗΜ2P1P2)

59
τε ὅση σπουδὴ καὶ φροντὶς ἠν αὐτοῖς, πῶς ἐχρῆν πρὸς τὴν άνατρπὴν τῶν ἀθέσμων αὐτοῦ δογμάτων ψηφίσασθαι καὶ ανθορίσασθαι.

μετὰ πολλῆς οὖν τῆς σκέψεως καὶ τῆς πρὸς τὸν θεὸν ἱκεσίας ταῦτα διελάμβανον. διὸ καὶ σφόδρα σοφῶς καὶ λίαν ἁρμοδίως τοὺς κατὰ τῶν ἀθεμίτων δογμάτων Αρείου καὶ τῶν σὺν αὐτῶ ἐλέγχους ἀντέθηκαν, πρόρριζον ἀνασπάσαωτες τὰς κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ μιαρὰς αὐτῶν βλασφημίας καὶ ἐξαφανίσαντες.

καὶ τῷ μὲν μὲν »ούκ ἐκ τοῦ θεοῦ« λέγειν ἐκείνους τὸν αὐτοῦ ἀντέθηκαν οἱ ἡμέτεροι τὸ θεὸν ἐκ θεοῦ«, καὶ τῷ »μὴ ἀληθινὸν θεὸν« κατ’ ἐκείνους ἀντέραψαν οἱ ἡμέτεροι »θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ«, καὶ τῷ »κτίσμα« αὐτὸν λέγειν ἐκείνους ἀνθωρίσαντο οἱ ἡμέτεροι »γεννηθέντα οὐ ποιηθέντα«, τῷ »ἑτερουσίῳ« ὑπ’ ἐκείνων προβαλλομένῳ αντέθηκαν οἱ ἡμέτεροι ἐπίσκοποι τὸ »ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρὶ τοῦτ ἔστι γεννηθέντα ἐκ τῆς οὐσίας τοῦ πατρός· κτίστην τε αὐτὸν καὶ δημιουργὸν ὁρατῶν τε καὶ ἀοράτων« ἐκήρυξαν κατὰ τὴν ανέκαθεν παραδοθεῖσαν τῇ ἐκκλησίᾳ αὐτοῦ ἀποστολικὴν πίστιν, γραφικαῖς μαρτυρίαις τὰς ἀποδείξεις ἐκδώσαντες, καθὼς προϊὼν ὸ λόγος άποδείξειε.

ταύτῃ τῇ ἀντιδότῳ τὰ θανάσιμα φάρμακα ἀνατρέψαντες ἄρα τρανοτέραν ἐντεῦθεν ἤδη λοιπὸν τὴν ἀποστολικὴν συμφώνως ἐγγράφονται πίστιν.

  • Περὶ τοῦ δεῖν τρεῖς ὑποστάσεις νοεῖν καὶ πιστεύειν ἀχωρίστως ἐπὶ τῆς ἀρρήτου τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος μιᾶς θεότητος.
  • Ἡ ἁγία καὶ μεγάλη καὶ οἰκουμενικὴ σύνοδος τῶν ἐν Νικαίᾳ συναχθέντων ἁγίων πατέρων ἡμῶν διὰ τοῦ μακαρίου καὶ ἁγίου ἐπισκόπου Ὁσίου πόλεως Κουρδούβης τῆς τῶν Σπάνων ἐπαρχίας, ἐπέχοντος καὶ τὸν τόπον τοῦ τῆς Ῥωμαίων ἐπισκόπου σὺν τοῖς ἐκ τοῦ αὐτοῦ θρόνου προαναφωνηθεῖσι πρεσβυτέροις, ἑρμηνεύοντος αὐτὸν ἑτέρου εἶπεν· »ἡ θεότης οὐχ

    ἓν πρόσωπόν ἐστι κατὰ τὴν Ἰουδαίων ὑπόληψιν, ἀλλὰ τρία πρόσωπα καθ’ ὑπόστασιν ἀληθινήν, οὐκ ὀνόματι ψιλῷ, καὶ τοῦτο μαρτυρίαις πολλαῖς ἀπό τε παλαιᾶς καὶ νέας διαθήκης κηρύττεται.

    ἡ μὲν παλαιὰ κατὰ τὸν σωματικώτερον [*](HR V1P3 M2P1P2) [*](3 τὸν > HR προρρίζους ΗΜ2Ρ1Ρ2 9 τῷ] τὸ V1P3 μὴ] μὲν Ρ3 | 2 > VI | ἀντέγραψον H ἐγράψαντο RV1P3 10 τῷ] τὸ V1P3 12 HP3 Vi τὸν υἱὸν > Η 15 τε > Μ2 17 ἐκδόσαντες Μ2Ρ1Ρ2V1 — 14 f ἀποδείξειε > P3 19 ἄρα > Ρ3 | ἐνταῦθα P2 20 22 μιᾶς θεότητος > H 23 f συνεχθέντων Μ2Ρ3 25 Ὁσίου > R 26 τοῦ)

    60
    ἔτι τρόπον διαλεγομένη λόγον ὡς λαλούμενον παρέστησεν, ἡ δὲ καινὴ τὸν λόγον θεὸν ἀπέδειξε κατὰ τὸ ἐν ἀρχῇ ἠν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, θεὸςἠν ὁ λόγος«· καὶ πρόσωπον τέλειον ἐκ τελείου· θεὸς γὰρ οὐ μέρος ὁ υἱός, ἀλλὰ τέλειος ὥσπερ ὁ πατήρ, τῆς αὐτῆς οὐσίας ὤν, ἡς καὶ ὁ γεννήσας αὐτὸν ἀφράστως πατήρ.

    συνυπάρχει δὲ ὡσαύτως τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τὸ ἅγιον πνεῦμα τῆς αὐτῆς οὐσίας καὶ τοῦ αὐτοῦ χρήματος ὄν, οὑπερ ὁ πατὴρ καὶ ὁ υἱός.

    μίαν τοίνυν βουλὴν μίαν βασιλείαν μίαν αύθεντίαν μίαν δεσποτείαν ἐπὶ πάντων τῶν κτιστῶν φύσεων ὁρωμένων τε καὶ νοουμένων, μίαν θεότητα καὶ τὴν αὐτὴν οὐσίαν ὁμολογητέον πρὸς ἡμῶν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, οὐ σύγχυσιν ἢ διαίρεσιν τῶν τῆς ἀρρήτου ἐκείνης καὶ μακαρίας τριάδος ὑποστάσεων κηρυττόντων ἡμῶν,

    ἀλλὰ πατέρα ἀεὶ ἀληθῶς πατέρα άληθινοῦ υἱοῦ ἀεὶ ὄντα καὶ ὑφεστῶτα, καὶ υἱὸν ἀληθῶς υἱὸν ἀληθινοῦ πατρὸς ἀεὶ ὄντα καὶ ὑφεστῶτα, καὶ πνεῦμα ἅγιον ἀληθῶς πνεῦμα ἅγιον ἀεὶ ὂν καὶ ὑφεστός, τριάδα ἀχώριστον ἄρρητον καὶ άληθῶς ἀπερινόητον καὶ ἀνέκφραστον, μίαν θεότητα καὶ τὴν αὐτὴν οὐσίαν ταύτης εἰναι πιστεύοντες.

    καὶ ταύτην ὁμολογοῦμεν κατὰ τὴν ἀνέκαθεν παρὰ τοῦ κυρίου διὰ τῶν ἱερῶν αὐτοῦ ἀποστόλων καὶ τῶν τὴν ἐκείνων ἁγίαν πίστιν φυλαξάντων ἀσπίλως ἀρχαίων ἁγίων ἡμῶν πατέρων παραδοθεῖσαν ἡμῖν τῆς αὐτῆς πίστεως ἀληθῆ δογμάτων ἀκρίβειαν, ἑτοίμως ἐχόντων ἡμῶν σὺν εὐδοκίᾳ τοῦ ἁγίου πνεύματος διὰ πλείστων ὅσων μαρτυριῶν τῶν ἐκ τῶν θείων γραφῶν δεῖξαι ταῦτα ουτως εχειν.«

    Τούτων παρ’ αὐτῶν μᾶλλον δὲ δι᾿ αὐτῶν ὑπὸ τοῦ ἁγίου πνεύματος ἐκφωνουμένων, οἱ τῆς ἀσεβείας Ἀρείου ἀντιποιούμενοι ὑπεγόγγυζον λίαν τρυχόμενοι· ἠσαν δὲ οἱ περὶ Εὐσέβιον τὸν Νικομηδείας καὶ Θέογνιν τὸν τῆς Νικαίας, οὓς ἔμπροσθεν ἤδη ἐδηλώ- σαμεν· ἀπέβλεπον δὲ ὅμως εἰς τοὺς μισθωτοὺς Ἀρείου φιλοσόφους τινὰς λογίους ὑπεράγαν, οὓς συνηγόρους τῆς οἰκείας μοχθηρίας μισθω- [*](2 Job. 1, 1 — 28 vgl. S. 54, 10 — 30 ff zur Sache vgl. Soor. I S, 13 p. 39. Sozom. I 17, 3) [*](A1 (von Ζ. 12 τριάδος an) V1P3 M2P1P2) [*](5 τῆς αὐτῆς — πατήρ > P2 νοουμένων τε καὶ ὁρωμένων ~ R 12 τριάδος > R 13 ἀΜῶς] ἀληθῆ R 14 καὶ καὶ — 15 ὑφεστῶτα > R υἱὸν2 nachträgl. eingefügt P2 16 ὑφεστώς HRM2P1P2P3 19 τοῦ > P3 | ἱερῶν] ἁγίων R 23 δε-ιξαι > (aber am Rand von sp"aterer Hd. ἀποδεῖξαι) Α1 > R 25 f ὑπὸ τοῦ ἁγίου πνεύματος δι’ αὐτῶν ~ R .27 ὑπεγόγγυζον λίαν τρυχόμενοι > P3 | οἱ ὑπὲρ ὑπὲρ Ρ3 | τὸν > R 29 ] ὁμοιες 3)

    61
    σάμενος Ἄρειος σὺν αὐτοῖς ἧκεν εἰς τὴν ἁγίαν ἐκείνην καὶ οἰκουμενικὴν σύνοδον.

    παρῆσαν γὰρ πλεῖστοι ὅσοι φιλόσοφοι, εἰς οὓς ἠλπικότες, ὡς ἀρτίως εἰρήκαμεν, οἱ τῆς ἀληθείας πολέμιοι εἰκότως ἑάλωντο μετὰ τοῦ καὶ τῆς βλασφημίας αὐτῶν διδασκάλου, πηλρουμένης ἐπ’ αὐτοῦ καὶ αὐτῶν τῆς ἱερᾶς γραφῆς λεγούσης· »ἐπικατάρατος πᾶς ἄνθρωπος, ὃς ἔχει τὴν ἐλπίδα αὐτοῦ ἐπ΄ ἄνθρωπον καὶ ἀπὸ κυρίου ἀπέστη ἡ καρδία αὐτοῦ«.

    ἀπέστη γὰρ ὄντως ἀπὸ κυρίου ἡ βλάσφημος καρδία τοῦ θεομάχου Ἀρείου καὶ τῶν κοινωνῶν τῆς ἀσεβείας αὐτοῦ, κτίσμα καὶ ποίημα τολμησάντων λέγειν τὸν υἱὸν τοῦ Μοῦ τὸν πάντων κτίστην καὶ δημιουργὸν ἀοράτων καὶ ὁρατῶν κτιστῶν φύσεων.

  • Ὅπου εἷς τῶν φιλοσόφων ὑπὲρ Ἀρείου κατὰ τῆς ἁγίας ἐκείνης τῶν ἀποστολικῶν τοῦ θεοῦ ἱερέων συνόδου πλεῖστα ὅσα ἀποφθέγγεται.