Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

Ἰωάννῃ μὲν τινι πρεσβυτέρῳ ἀνδρὶ παλαιῷ, ἄγαν γραφικῷ, ἐν τετραδίοις παλαιοῖς λίαν, οὐ μὴν ὅλα·

καὶ έξ ἄλλων δὲ συγγραφέων διαφόρων, Εὐσεβίου τοῦ Παμφίλου ἐπισκόπου Καισαρείας καὶ Ρουφίνου πρεσβυτέρου Ῥώμης τῶν καὶ τῇ ἁγίᾳ ἐκείνῃ κοινωνησάντων συνόδω καὶ ἄλλων πλείστων ὄσων.

οὐ μὴν τὴν ἀκολουθίαν τῆς ἀρμονίας ἁρμονίας εὗρον κατὰ τὴν ἱερὰν ἐκείνην βίβλον, ᾖ προενέτυχον, ὡς ἀνωτέρω μοι εἴρηται. μόνος γὰρ Εὐσέβιος ὁ θαυμάσιος ὁ Παμφίλου ἀτρεπτὶ τῇ λεωφόρῳ τῆς ἀληθείας ἀπὸ τῆς τοῦ κυρίου παρουσίας ἕως τῶν τοῦ μεγάλου Κωνσταντίνου χρόνων διώδευσεν.

Ἀλλ’ οὐδὲ τὰ ὂλα εὑρεῖν ἠδυνήθην, πλὴν ὂσα γνώριμά μοι καὶ τῆς ἀληθείας ἴδια κατὰ τὴν προαναγνωσθεῖσάν μοι βίβλον εὐρον. καὶ ἐξ ἑκατέρων ἀναλεξάμενος ἀναγκαῖον ᾤήθην ἐγγράψαι τῶδε τῷ βιβλίῳ πρὸς ὠφέλειαν κοινὴν καὶ στήριγμα τῶν ἐντευξομένων τῷδε τῷ γράμματι.

[*](6 Psal. 18, 5 A1H V1P3 M2P1)[*](2 τοῦ > M2 5 τοῦ θεοῦ > Μ2Ρ1 10 τῆς] τὰς A1 sinngemäß H > d. übr. HSS | αὐτῆς] αύτοῦ H 13 f σωτῆρος + ἠμῶν 21 15 ἐτάραξαν V1P3 18f διερευνησάμην H 19ff Gel. sucht hist. Erläuterung des bei (ἐκεῖσε) Berichteten: nur Euseb gibt vollständ. 21 ἄγαν γραψικῷ ἄγαν 31 f ἑκατέρων: Dalmatius und die andern Quellen)
6

Ἀρξεται δή μοι λοιπὸν ὁ λόγος προδοποιοῦντός μοι καὶ ποδηγοῦντος τοῦ ἀεὶ ζῶντος θεοῦ λόγου ἀπὸ τῶν χρόνων τῆς βασιλείας τοῦ εὐσεβεστάτου καὶ χριστοφόρου βασιλέως Κωνσταντίνου τοῦ καὶ τὴν σύνοδον τῶν ἐπισκόπων ἐν τῇ Νικαέων συναθροισθῆναι προστάξαντος πόλει·

ἐν ἑτέρῳ γάρ, εἰ τῷ θεῷ φίλον, τὰ τῆς γενέσεως αὐτοῦ καὶ τῶν χρόνων τῆς τοῦ πατρὸς αὐτοῦ Κωνσταντίου τοῦ θεοφιλεστάτου βασιλείας τὴν διαγωγὴν ἐντάξω συγγράμματι.

  • Περὶ τῆς ἀρχῆς τῆς βασιλείας Κωνσταντίου.