Historia Ecclesiastica

Gelasius

Gelasius. Gelasius Kirchengeschichte. Loeschke, Gerhard; Heinemann, Margret; Leipzig: Hinrichs, 1918.

(oὔτε γὰρ ἀγγέλοις θεατὸς ὁ μονογενὴς κατὰ τὴν τῆς θεότητος οὐσίαν, εἰ μὴ ἐσαρκώθη) τὰ πάντα πληρώσας τὰ κατὰ τὴν οἰκονομίαν τό τε ὑπὲρ ἡμῶν ἑκούσιον πάθος καὶ τὴν ταφὴν καὶ τὴν ἀνάστασιν τῇ ἁγίᾳ ἐκείνῃ καὶ ἀναμαρτήτῳ σαρκὶ αύτοῦ παραχωρήσας, δι' ἦς τὸ ἡμέτερον ἀπεθανάτισε γένος, ἀναβαίνων εἰς τοὺς οὐρανοὺς ταὐτης τῆς ἁγίας καὶ ἀμωμήτου πίστεως τὸν θεῖον καὶ προσκυνητὸν ὅρον δι’ ἑαυτοῦ ἔπηξε, καὶ μέγα βροντήσας κατὰ τὸ γεγραμμένον κύριος ἀνέβη εἰς οὐρανοὺς καὶ ἐβρόντησε« καὶ ἐν ἑτέρῳ » ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ κύριος,

καὶ ὁ ὕψιστος ἔδωκε φωνὴν ἀύτοῦ«. καὶ τί ἐβρόντησε; ποίαν δὲ φωνὴν ἔδωκεν ὁ ὒψιστος; »πορευθέντες, φησι πρὸς τοὺς ἀποστόλους λέγων, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ κοὶ τοῦ ἁγίου πνεὐματος«.

εἰ γὰρ καὶ διὰ φιλανθρωπίαν τὴν ὑμῶν σάρκα ἔμψυχον καὶ ἔννουν ἐκ τῆς πανσέμνου καὶ ἁγίας παρθένου Μαρίας προσείληφα, ἀλλ' ἡ τῆς σαρκὸς πρόσληψις προσθήκην τῇ τοῦ πατρὸς καὶ ἐμοῦ καὶ τοῦ ἁγίου πνεύματος τριάδι οὐκ ἐποίησεν, ἀλλὰ μένει ἡ τριὰς τριάς. »πορευθέντες οὖν μαθητεύσατε πάντα τὰ ἔθην, [*](7 vgl. Gal. 4, 26 — 11 Gal. 1, 1 — 15 vgl. I Tim. 3, 16 — 23 Ι Κön. 2, 10 — 24 Psal. 17, 14 — 26 Matth. 28, 19. 20 A2 (A1 von Z. 10 ὑπὲρ an) H V1P3 M2P1) [*](1 τῶν + τοῦ A2 o ἁγίας — ἡμῶν > P3 14 τοῦ > Α1 16 ἀγγέλοις 2 + ἦν (viell. von 2. Hd.) Α1 | θεατός + ἦν H 21 ἁγίας] ὁρθῆς 21 27 λέγων > H 29 ὑμῶν] ἡμῶν ΗΜ2Ρ3 31 προσείληφεν H (aber προσείληφα), P3 32 ἐμοῦ] τοῦ υἱοῦ H 33 τριάσ2 > A1H)

5
βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ τοῦ πνεύματος«.

Τοῦτον τὸν ἅγιον καὶ προσκυνητὸν ὄρον τῆς ὁρθῆς καὶ ἀμωμήτου πίστεως παρὰ τοῦ κυρίου λαβόντες οἱ ἱεροὶ ἀπόστολοι πάσῃ τῇ ὐπό τὸν οὐρανὸν τοῦ θεοῦ ἐκκλησίᾳ ἐκήρυξαν, ὡς πληρωθῆναι ἐπ' αὐτοῦ τὸ Προφητικὸν λόγιον τὸ φάσκον· »εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκομένης τὰ ῤἠματα αὐτῶν«.

ὄντινα ὅρον καὶ τὴν προσκυνητὴν ταύτην δωρεἀν, τὴν εἰς ἡμᾶς διὰ τῶν θείων ἀποστόλων παρὰ τοῦ οἱοῦ τοῦ θεοῦ δεδομένην, μετὰ πλείστους ὂσους καιροὺς παυσαμένου τοῦ κατα τῆς ἐκκλησίας τοῦ θεοῦ διωγμοῦ διὰ Ἀρείου πόλιν ὁ ἐχθρὸς τῆς ημετέρας σωτηρίας παραφθεῖραι σπουδάζων κατὰ τῆς αὐτῆς ἁγίας καὶ ἀμωμήτου ὁπλίζεται πίστεως, ξένα τινὰ παρεισφέρων κατὰ τοῦ σωτῆρος βλάσφημα ῥήματα, δι’ ὡς τὴν εἰς πᾶσαν τὴν οἰκουμένην ἐκκλησίαν τοῦ κυρίου ἐτάραξεν.

Οὖ χάριν καὶ τὴν πολυάνθρωπον ἐκείνην ἐπὶ τὴν τῶν Νικαέων πόλιν ὁ πιστότατος βασιλεὺς Κωνσταντῖνος συνήγαγε σύνοδον, ἡς τὰ πεπραγμένα πάντα προεγνωκώς, ὡς ἀνωτέρω ἔφην, καὶ διερευνησάμενος μόλις ἐδυνήθην εὑρεῖν φανερὰ τῶν ἐκεῖσε ἐσκεμμένων καὶ ἐγγραφέντων παρά τισι διαφόροις φιλομαθέσιν ἀνδράσιν,